§1.1ἔπεμψεν ἡμᾶς, ὦ Δελφοί, ὁ ἡμέτερος δυνάστης Φάλαρις ἄξοντας τῷ θεῷ τὸν ταῦρον τοῦτον καὶ ὑμῖν διαλεξομένους τὰ εἰκότα ὑπέρ τε αὐτοῦ ἐκείνου καὶ ὑπὲρ τοῦ ἀναθήματος.
デルポイの皆さん、私たちの支配者ファラリスが私たちを遣わしたのは、神にこの雄牛を捧げ、また彼自身のため、そしてこの奉納物のために、皆さんにふさわしい説明をするためです。
ὧν μὲν οὖν ἕνεκα ἥκομεν, ταῦτά ἐστιν· ἃ δέ γε πρὸς ὑμᾶς ἐπέστειλεν τάδε·
さて、私たちがやって来た目的は以上の通りですが、彼が皆さんに伝えてほしいと言い送った内容は次の通りです。
ἐγώ, φησίν, ὦ Δελφοί, καὶ παρὰ πᾶσι μὲν τοῖς Ἕλλησι τοιοῦτος ὑπολαμβάνεσθαι ὁποῖός εἰμι, ἀλλὰ μὴ ὁποῖον ἡ παρὰ τῶν μισούντων καὶ φθονούντων φήμη ταῖς τῶν ἀγνοούντων ἀκοαῖς παραδέδωκεν, ἀντὶ τῶν πάντων ἀλλαξαίμην ἄν, μάλιστα δὲ παρʼ ὑμῖν, ὅσῳ ἱεροί τέ ἐστε καὶ πάρεδροι τοῦ Πυθίου καὶ μόνον οὐ σύνοικοι καὶ ὁμωρόφιοι τοῦ θεοῦ.
彼は言います。 「デルポイの皆さん、私はギリシアのすべての人々において、ありのままの自分として理解され、私を憎み嫉む者たちの噂話が何も知らない人々の耳に伝えたような姿では理解されないことを、他のあらゆることと引き換えにしても望むところですが、特にあなたがたの間ではそうであってほしい。 なぜなら、あなたがたは聖なる者たちであり、ピュティオスの傍らに座し、神とほとんど同居し同じ屋根の下に住んでいると言ってよいほどだからです。
ἡγοῦμαι γάρ, εἰ ὑμῖν ἀπολογησαίμην καὶ πείσαιμι μάτην ὠμὸς ὑπειλῆφθαι, καὶ τοῖς ἄλλοις ἅπασι διʼ ὑμῶν ἀπολελογημένος ἔσεσθαι.
というのも、私があなたがたに弁明し、自分が根拠なく残酷だと思われていたのだと納得させることができれば、あなたがたを通じて、他のすべての人々に対しても弁明を尽くしたことになると私は考えているからです。
καλῶ δὲ ὧν ἐρῶ τὸν θεὸν αὐτὸν μάρτυρα, ὃν οὐκ ἔνι δή που παραλογίσασθαι καὶ ψευδεῖ λόγῳ παραγαγεῖν·
そして私は、これから語ることの証人として神ご自身を召喚します。 神を騙したり、偽りの言葉で欺いたりすることは、到底不可能なことです。
ἀνθρώπους μὲν γὰρ ἴσως ἐξαπατῆσαι ῥᾴδιον, θεὸν δέ, καὶ μάλιστα τοῦτον, διαλαθεῖν ἀδύνατον.
というのも、人間を欺くのはおそらく容易でしょうが、神、とりわけこの神の目を逃れることは不可能だからです。
§1.2ἐγὼ γὰρ οὐ τῶν ἀφανῶν ἐν Ἀκράγαντι ὤν, ἀλλʼ εἰ καί τις ἄλλος εὖ γεγονὼς καὶ τραφεὶς ἐλευθερίως καὶ παιδείᾳ προσεσχηκώς, ἀεὶ διετέλουν τῇ μὲν πόλει δημοτικὸν ἐμαυτὸν παρέχων, τοῖς δὲ συμπολιτευομένοις ἐπιεικῆ καὶ μέτριον, βίαιον δὲ ἢ σκαιὸν ἢ ὑβριστικὸν ἢ αὐθέκαστον οὐδεὶς οὐδὲν ἐπεκάλει μου τῷ προτέρῳ ἐκείνῳ βίῳ.
」私はアクラガスで卑しい身分の者ではなく、誰にも劣らぬほど家柄も良く、自由人にふさわしく育てられ、教養を身につけており、常にポリスに対しては自らを民主的に振る舞わせ、市民の同胞たちに対しては親切で穏健に接し続けてきました。 私の以前の生活において、乱暴であるとか、愚鈍であるとか、傲慢であるとか、独善的であるなどと、誰一人として私を非難することはありませんでした。
ἐπειδὴ δὲ ἑώρων τοὺς τἀναντία μοι πολιτευομένους ἐπιβουλεύοντας καὶ ἐξ ἅπαντος τρόπου ἀνελεῖν με ζητοῦντας — διῄρητο δὲ ἡμῶν τότε ἡ πόλις — μίαν ταύτην ἀποφυγὴν καὶ ἀσφάλειαν εὕρισκον, τὴν αὐτὴν ἅμα καὶ τῇ πόλει σωτηρίαν, εἰ ἐπιθέμενος τῇ ἀρχῇ ἐκείνους μὲν ἀναστείλαιμι καὶ παύσαιμι ἐπιβουλεύοντας, τὴν πόλιν δὲ σωφρονεῖν καταναγκάσαιμι·
しかし、私と反対の政治的立場に立つ者たちが陰謀を企て、あらゆる手段を使って私を亡き者にしようとしているのを見たとき――当時、私たちのポリスは分裂していたのですが――、私が政権を奪取して、彼らを抑制し陰謀を企てるのを止めさせ、ポリスに秩序を強いることこそが、私にとって唯一の避難所であり安全策、かつ同時にポリスの救済策でもあると気づいたのです。
καὶ ἦσαν γὰρ οὐκ ὀλίγοι ταῦτα ἐπαινοῦντες, ἄνδρες μέτριοι καὶ φιλοπόλιδες, οἳ καὶ τὴν γνώμην ᾔδεσαν τὴν ἐμὴν καὶ τῆς ἐπιχειρήσεως τὴν ἀνάγκην·
そして実際、これを支持する者も少なくありませんでした。 彼らは穏健で愛国的な人々であり、私の意図も、この試みの必然性も理解していました。
τούτοις οὖν συναγωνισταῖς χρησάμενος ῥᾳδίως ἐκράτησα.
そこで、これらの方々を協力者として得ることで、私は容易に実権を握ることができました。
§1.3τοὐντεῦθεν οἱ μὲν οὐκέτι ἐτάραττον, ἀλλʼ ὑπήκουον, ἐγὼ δὲ ἦρχον, ἡ πόλις δὲ ἀστασίαστος ἦν.
その後、彼らはもはや攪乱することなく従うようになり、私は統治し、ポリスには派閥争いがなくなりました。
σφαγὰς δὲ ἢ ἐλάσεις ἢ δημεύσεις οὐδὲ κατὰ τῶν ἐπιβεβουλευκότων εἰργαζόμην, καίτοι ἀναγκαῖον ὂν τὰ τοιαῦτα τολμᾶν ἐν ἀρχῇ τῆς δυναστείας μάλιστα.
私は自分を陥れようとした者たちに対してさえ、虐殺も追放も財産没収も行いませんでした。 もっとも、支配の始まりにおいてこそ、そのような強硬手段を断行するのが不可欠であるにもかかわらず、です。
φιλανθρωπίᾳ γὰρ καὶ πρᾳότητι καὶ τῷ ἡμέρῳ κἀξ ἰσοτιμίας θαυμασίως ἐγὼ ἤλπιζον ἐς τὸ πείθεσθαι προσάξεσθαι τούτους.
というのも、博愛と穏和さ、そして対等な立場からの温厚な態度によって、彼らを見事に服従へと導くことができると私は期待していたからです。
εὐθὺς γοῦν τοῖς μὲν ἐχθροῖς ἐσπείσμην καὶ διηλλάγμην, καὶ συμβούλοις καὶ συνεστίοις ἐχρώμην τοῖς πλείστοις αὐτῶν.
実際、私はすぐに敵対者たちと和解して休戦し、彼らの大部分を相談相手や食卓を共にする友として扱いました。
τὴν δὲ πόλιν αὐτὴν ὁρῶν ὀλιγωρίᾳ τῶν προεστώτων διεφθαρμένην, τῶν πολλῶν κλεπτόντων, μᾶλλον δὲ ἁρπαζόντων τὰ κοινά, ὑδάτων τε ἐπιρροίαις ἀνεκτησάμην καὶ οἰκοδομημάτων ἀναστάσεσιν ἐκόσμησα καὶ τειχῶν περιβολῇ ἐκράτυνα καὶ τὰς προσόδους, ὅσαι ἦσαν κοιναί, τῇ τῶν ἐφεστώτων ἐπιμελείᾳ ῥᾳδίως ἐπηύξησα καὶ τῆς νεολαίας ἐπεμελούμην καὶ τῶν γερόντων προὐνόουν καὶ τὸν δῆμον ἐν θέαις καὶ διανομαῖς καὶ πανηγύρεσι καὶ δημοθοινίαις διῆγον, ὕβρεις δὲ παρθένων ἢ ἐφήβων διαφθοραὶ ἢ γυναικῶν ἀπαγωγαὶ ἢ δορυφόρων ἐπιπέμψεις ἢ δεσποτική τις ἀπειλὴ ἀποτρόπαιά μοι καὶ ἀκοῦσαι ἦν.
また、都市そのものが指導者たちの怠慢によって荒廃し、多くの者が公金を盗み、むしろ掠め取っているのを見て、私は水道を引き込んで都市を復興し、建物の造営によって美化し、外壁の建造によって強固にし、公的な収入についても、管理者たちの配慮によって容易に増加させ、さらに若者の教育に意を配り、老人の面倒を見、民衆を観劇や分配金、祝祭、公的な宴会で楽しませました。 乙女に対する凌辱や、若者の堕落、女性の拉致、護衛兵の差し向け、あるいは君主的な脅迫などは、私にとっては聞くことさえ忌むべきことだったのです。