§20.36.1ἐν δὲ τῇ Ῥώμῃ κατὰ τοῦτον τὸν ἐνιαυτὸν τιμητὰς εἵλοντο καὶ τούτων ὁ ἕτερος Ἄππιος Κλαύδιος ὑπήκοον ἔχων τὸν συνάρχοντα Λεύκιον Πλαύτιον πολλὰ τῶν πατρῴων νομίμων ἐκίνησε· τῷ δήμῳ γὰρ τὸ κεχαρισμένον ποιῶν οὐδένα λόγον ἐποιεῖτο τῆς συγκλήτου.
在罗马,这一年选出了监察官,其中一位阿庇乌斯·克劳狄让他的同僚卢基乌斯·普劳提乌斯听命于他,改变了许多祖传的习俗;因为他极力迎合民众,完全不把元老院放在眼里。
καὶ πρῶτον μὲν τὸ καλούμενον Ἄππιον ὕδωρ ἀπὸ σταδίων ὀγδοήκοντα κατήγαγεν εἰς τὴν Ῥώμην καὶ πολλὰ τῶν δημοσίων χρημάτων εἰς ταύτην τὴν κατασκευὴν ἀνήλωσεν ἄνευ δόγματος τῆς συγκλήτου·
首先,他从八十斯塔迪翁之外将被称为阿庇亚水道的水引入罗马,并且未经元老院决议,就在这项建设上花费了大量公款。
§20.36.2μετὰ δὲ ταῦτα τῆς ἀφʼ ἑαυτοῦ κληθείσης Ἀππίας ὁδοῦ τὸ πλεῖον μέρος λίθοις στερεοῖς κατέστρωσεν ἀπὸ Ῥώμης μέχρι Καπύης, ὄντος τοῦ διαστήματος σταδίων πλειόνων ἢ χιλίων, καὶ τῶν τόπων τοὺς μὲν ὑπερέχοντας διασκάψας, τοὺς δὲ φαραγγώδεις ἢ κοίλους ἀναλήμμασιν ἀξιολόγοις ἐξισώσας κατηνάλωσεν ἁπάσας τὰς δημοσίας προσόδους, αὑτοῦ δὲ μνημεῖον ἀθάνατον κατέλιπεν, §20.36.3εἰς κοινὴν εὐχρηστίαν φιλοτιμηθείς.
在此之后,他用坚硬的石头铺设了以他的名字命名的阿庇亚大道的绝大部分,从罗马一直到卡普阿,其距离超过一千斯塔迪翁;他凿平了地形高耸之处,用壮观的挡土墙填平了峡谷或凹陷处,从而耗尽了所有的公共收入,但也为自己留下了不朽的纪念碑,因为他致力于公共福利。
κατέμιξε δὲ καὶ τὴν σύγκλητον, οὐ τοὺς εὐγενεῖς καὶ προέχοντας τοῖς ἀξιώμασι προσγράφων μόνον, ὡς ἦν ἔθος, ἀλλὰ πολλοὺς καὶ τῶν ἀπελευθέρων υἱοὺς ἀνέμιξεν· ἐφʼ οἷς βαρέως ἔφερον οἱ καυχώμενοι ταῖς εὐγενείαις.
他还混淆了元老院的成员,不仅没有像惯例那样仅登记那些出身高贵且威望卓越的人,反而混入了许多释放奴隶的儿子;对此,那些以高贵出身自诩的人感到十分愤慨。
§20.36.4ἔδωκε δὲ τοῖς πολίταις καὶ τὴν ἐξουσίαν ἐν ὁποίᾳ τις βούλεται φυλῇ τάττεσθαι καὶ ὅποι προαιροῖτο τιμήσασθαι.
他还赋予公民权力,允许他们登记在自己希望的任何部落中,并在自己选择的地方进行财产估值。
τὸ δʼ ὅλον, ὁρῶν τεθησαυρισμένον κατʼ αὐτοῦ παρὰ τοῖς ἐπιφανεστάτοις τὸν φθόνον, ἐξέκλινε τὸ προσκόπτειν τισὶ τῶν ἄλλων πολιτῶν, ἀντίταγμα κατασκευάζων τῇ τῶν εὐγενῶν ἀλλοτριότητι τὴν παρὰ τῶν πολλῶν εὔνοιαν.
总体而言,他看到最显赫的人们中积聚了对他的怨恨,便避免触怒其他任何市民,以此建立起大众的善意,作为对抗贵族敌意的防线。
§20.36.5καὶ κατὰ μὲν τὴν τῶν ἱππέων δοκιμασίαν οὐδενὸς ἀφείλετο τὸν ἵππον, κατὰ δὲ τὴν τῶν συνέδρων καταγραφὴν οὐδένα τῶν ἀδοξούντων συγκλητικῶν ἐξέβαλεν, ὅπερ ἦν ἔθος ποιεῖν τοῖς τιμηταῖς.
在对骑士的审查中,他没有夺走任何人的马匹;而在登记议员名单时,他也没有开除任何名誉不佳的元老院议员,而这本是监察官们习惯的做法。
εἶθʼ οἱ μὲν ὕπατοι διὰ τὸν φθόνον καὶ διὰ τὸ βούλεσθαι τοῖς ἐπιφανεστάτοις χαρίζεσθαι συνῆγον τὴν σύγκλητον οὐ τὴν ὑπὸ τούτου καταλεγεῖσαν, ἀλλὰ τὴν ὑπὸ τῶν προγεγενημένων τιμητῶν καταγραφεῖσαν·
于是,执政官们出于嫉妒和讨好最显赫人物的渴望,召集的不是由阿庇乌斯登记的元老院,而是由前任监察官们登记的元老院。
§20.36.6ὁ δὲ δῆμος τούτοις μὲν ἀντιπράττων, τῷ δὲ Ἀππίῳ συμφιλοτιμούμενος καὶ τὴν τῶν συγγενῶν προαγωγὴν βεβαιῶσαι βουλόμενος ἀγορανόμον εἵλετο τῆς ἐπιφανεστέρας ἀγορανομίας υἱὸν ἀπελευθέρου Γναῖον Φλάυιον, ὃς πρῶτος Ῥωμαίων ἔτυχε ταύτης τῆς ἀρχῆς πατρὸς ὢν δεδουλευκότος.
但民众与他们对抗,并与阿庇乌斯志同道合,希望巩固同胞的晋升,选出了释放奴隶之子格奈乌斯·弗拉维乌斯为更显赫的市政官之一;他是罗马人中第一个在父亲曾为奴隶的情况下获得此官职的人。
ὁ δʼ Ἄππιος τῆς ἀρχῆς ἀπολυθεὶς καὶ τὸν ἀπὸ τῆς συγκλήτου φθόνον εὐλαβηθεὶς προσεποιήθη τυφλὸς εἶναι καὶ κατʼ οἰκίαν ἔμενεν.
至于阿庇乌斯,在卸任后因惧怕元老院的怨恨,便假装失明,深居简出。