Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.14.1-20.14.7

向泰尔献纳与迦太基克罗诺斯人祭

第 202 段,共 301 段 · 希腊语

内容简介

迦太基人将战败归咎于神明的愤怒,向母邦泰尔送去巨额奉纳物,并向克罗诺斯神举行人祭。文中描述了用于献祭的青铜克罗诺斯雕像,并提及这与希腊神话的关联。

§20.14.1διόπερ οἱ Καρχηδόνιοι, νομίσαντες ἐκ θεῶν αὐτοῖς γεγονέναι τὴν συμφοράν, ἐτράπησαν πρὸς παντοίαν ἱκεσίαν τοῦ δαιμονίου καὶ νομίσαντες μάλιστα μηνίειν αὐτοῖς τὸν Ἡρακλέα τὸν παρὰ τοῖς ἀποίκοις, χρημάτων πλῆθος καὶ τῶν πολυτελεστάτων ἀναθημάτων ἔπεμψαν εἰς τὴν Τύρον οὐκ ὀλίγα.
因此,迦太基人认为这场灾难是神明降于他们的,转而向神明进行各种祈求,并且认为,尤其是殖民者那里的赫拉克勒斯在对他们发怒,便向泰尔送去了大笔金钱和不少最贵重的奉纳物。
§20.14.2ἀποικισθέντες γὰρ ἐκ ταύτης εἰώθεισαν ἐν τοῖς ἔμπροσθεν χρόνοις δεκάτην ἀποστέλλειν τῷ θεῷ πάντων τῶν εἰς πρόσοδον πιπτόντων· ὕστερον δὲ μεγάλους κτησάμενοι πλούτους καὶ προσόδους ἀξιολογωτέρας λαμβάνοντες μικρὰ παντελῶς ἀπέστελλον, ὀλιγωροῦντες τοῦ δαιμονίου.
因为他们是从该城移民建邦的,昔日他们习惯将所有收入的十分之一送给这位神明;但后来他们积聚了巨大的财富,并获得更为可观的收入,便完全只送去微薄之物,忽视了神明。
διὰ δὲ τὴν συμφορὰν ταύτην εἰς μεταμέλειαν ἐλθόντες πάντων τῶν ἐν τῇ Τύρῳ θεῶν ἐμνημόνευον.
然而由于这次灾难,他们陷入了悔悟,想起了泰尔的所有神明。
§20.14.3ἔπεμψαν δὲ καὶ τοὺς ἐκ τῶν ἱερῶν χρυσοῦς ναοὺς αὐτοῖς τοῖς ἀφιδρύμασι πρὸς τὴν ἱκεσίαν, ἡγούμενοι μᾶλλον ἐξιλάσεσθαι τὴν τοῦ θεοῦ μῆνιν τῶν ἀναθημάτων πεμφθέντων ἐπὶ τὴν παραίτησιν.
他们还为了祈求,把神殿里的黄金神龛连同神像本身一起送了去,认为通过为乞求宽恕而送去这些奉纳物,能更好地抚平神明的怒火。
§20.14.4ᾐτιῶντο δὲ καὶ τὸν Κρόνον αὑτοῖς ἐναντιοῦσθαι, καθʼ ὅσον ἐν τοῖς ἔμπροσθεν χρόνοις θύοντες τούτῳ τῷ θεῷ τῶν υἱῶν τοὺς κρατίστους ὕστερον ὠνούμενοι λάθρᾳ παῖδας καὶ θρέψαντες ἔπεμπον ἐπὶ τὴν θυσίαν· καὶ ζητήσεως γενομένης εὑρέθησάν τινες τῶν καθιερουργημένων ὑποβολιμαῖοι γεγονότες.
他们还指责克罗诺斯亦与他们作对,因为在昔日,他们常把自己的儿子中最优秀者献祭给这位神明,后期却暗中收买儿童,抚养后送去献祭;并且经过调查,发现某些已被献祭的孩子其实是替身。
§20.14.5τούτων δὲ λαβόντες ἔννοιαν καὶ τοὺς πολεμίους πρὸς τοῖς τείχεσιν ὁρῶντες στρατοπεδεύοντας ἐδεισιδαιμόνουν ὡς καταλελυκότες τὰς πατρίους τῶν θεῶν τιμάς.
想到这些,又看到敌人在城墙附近安营扎寨,他们便产生了迷信的恐惧,以为自己废除了祖传的神明礼敬。
διορθώσασθαι δὲ τὰς ἀγνοίας σπεύδοντες διακοσίους μὲν τῶν ἐπιφανεστάτων παίδων προκρίναντες ἔθυσαν δημοσίᾳ· ἄλλοι δʼ ἐν διαβολαῖς ὄντες ἑκουσίως ἑαυτοὺς ἔδοσαν, οὐκ ἐλάττους ὄντες τριακοσίων.
他们急于纠正这些过错,挑选出两百名最显贵的孩子,进行了公祭;另有一些处于指责之中的人也自愿献出了自己,人数不少于三百人。
§20.14.6ἦν δὲ παρʼ αὐτοῖς ἀνδριὰς Κρόνου χαλκοῦς, ἐκτετακὼς τὰς χεῖρας ὑπτίας ἐγκεκλιμένας ἐπὶ τὴν γῆν, ὥστε τὸν ἐπιτεθέντα τῶν παίδων ἀποκυλίεσθαι καὶ πίπτειν εἴς τι χάσμα πλῆρες πυρός.
在他们那里有一尊青铜的克罗诺斯雕像,双手向前平伸,掌心向上且向地面倾斜,以至于被放上去的孩子会滚落下来,掉进一个充满烈火的深坑。
εἰκὸς δὲ καὶ τὸν Εὐριπίδην ἐντεῦθεν εἰληφέναι τὰ μυθολογούμενα παρʼ αὐτῷ περὶ τὴν ἐν Ταύροις θυσίαν, ἐν οἷς εἰσάγει τὴν Ἰφιγένειαν ὑπὸ Ὀρέστου διερωτωμένην "τάφος δὲ ποῖος δέξεταί μʼ, ὅταν θάνω;
很有可能,欧里庇得斯也是从这里取材,创作了他在剧作中关于陶里斯人献祭的神话传说,在其中他引入了伊菲革涅亚被俄瑞斯忒斯质问的情景: “当我死时,怎样的坟墓将收容我?
πῦρ ἱερὸν ἔνδον χάσμα τʼ εὐρωπὸν χθονός.
”“内部的神圣烈火与大地宽阔的深渊。
" καὶ ὁ παρὰ τοῖς Ἕλλησι δὲ μῦθος ἐκ παλαιᾶς φήμης §20.14.7παραδεδομένος ὅτι Κρόνος ἠφάνιζε τοὺς ἰδίους παῖδας, παρὰ Καρχηδονίοις φαίνεται διὰ τούτου τοῦ νομίμου τετηρημένος.
” 并且,希腊人中从古老传说流传下来的神话,即克罗诺斯消灭了自己的孩子,在迦太基人那里似乎通过这一习俗得以保留。

词汇与语法注释

  1. 20.14.1τὸν Ἡρακλέα τὸν παρὰ τοῖς ἀποίκοις — ἀποίκοις 指“殖民者”,即从泰尔移民的迦太基人自身。因此该句意为“在殖民者(迦太基人)那里受奉祀的赫拉克勒斯”。
  2. 20.14.3τῶν ἀναθημάτων πεμφθέντων — 虽然通常被解释为属格独立结构(表示原因或手段),意为“通过送去这些奉纳物”,但也可以将其视为比较级副词 μᾶλλον 后的比较属格,意为“比[其他通常]送去的奉纳物更……”。此处采用前者。
  3. 20.14.5ἐν διαβολαῖς ὄντες — 指处于被指责或怀疑的状态,具体指前文提到的参与用替身儿童献祭或不敬神明的嫌疑。
  4. 20.14.6ὥστε τὸν ἐπιτεθέντα τῶν παίδων ἀποκυλίεσθαι — ὥστε 引导的“对格主语 + 不定式”结构,表示结果:“以至于被放上去的孩子会滚落下来”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.14.1-20.14.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.14.1-20.14.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。