§20.106.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Νικοκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Μάρκος Λίβιος καὶ Μάρκος Αἰμίλιος.
一年过去,雅典的执政官是尼科克莱斯,而在罗马,马尔库斯·利维乌斯和马尔库斯·埃米利乌斯继任执政官。
ἐπὶ δὲ τούτων Κάσανδρος ὁ Μακεδόνων βασιλεὺς ὁρῶν τὴν δύναμιν τῶν Ἑλλήνων αὐξομένην καὶ πάντα τὸν πόλεμον ἐπὶ τὴν Μακεδονίαν συνιστάμενον περίφοβος ἦν ὑπὲρ τοῦ μέλλοντος.
在他们任内,马其顿国王卡桑德看到希腊人的势力不断增长,且所有的战争都指向马其顿,因而对未来深感恐惧。
§20.106.2διόπερ ἐξέπεμψε πρεσβευτὰς πρὸς Ἀντίγονον εἰς τὴν Ἀσίαν, ἀξιῶν διαλύσασθαι πρὸς αὐτόν.
因此,他派使节前往亚洲的安提柯处,请求与他达成和解。
ἀποκριναμένου δʼ ἐκείνου διότι μίαν γινώσκει διάλυσιν, ἐὰν ὁ Κάσανδρος ἐπιτρέπῃ τὰ καθʼ αὑτόν, καταπλαγεὶς Λυσίμαχον ἐκ τῆς Θρᾴκης μετεπέμψατο πρὸς τὴν τῶν ὅλων κοινοπραγίαν·
但当安提柯答复说,只有在卡桑德将自己的一切事务交由他处置的情况下,他才承认唯一的和解方案时,卡桑德大为惊恐,便从色雷斯召来利西马科斯以谋求全面的共同行动。
§20.106.3ἀεὶ γὰρ εἰώθει τοῦτον κατὰ τοὺς μεγίστους φόβους εἰς τὴν βοήθειαν προσλαμβάνεσθαι διά τε τὴν τἀνδρὸς ἀρετὴν καὶ διὰ τὸ τὴν βασιλείαν αὐτοῦ ὅμορον εἶναι τῇ Μακεδονίᾳ.
因为在最惊恐的时刻,他总是习惯于寻求此人的帮助,这既是因为该人的英勇,也是因为他的王国与马其顿接壤。
συνεδρεύσαντες οὖν οἱ βασιλεῖς οὗτοι περὶ τοῦ κοινοῦ συμφέροντος ἐξέπεμψαν πρεσβευτὰς πρός τε Πτολεμαῖον τὸν Αἰγύπτου βασιλέα καὶ πρὸς Σέλευκον τὸν τῶν ἄνω σατραπειῶν κυριεύοντα, περί τε τῆς ὑπερηφανίας τῆς ἐν ταῖς ἀποκρίσεσιν ἐμφανίζοντες καὶ τὸν ἐκ τοῦ πολέμου κίνδυνον κοινὸν εἶναι πάντων διδάσκοντες.
于是,这些国王就共同的利益进行商议,向埃及国王托勒密以及统治上部行省的塞琉古派出了使节,向他们说明了安提柯答复中的傲慢无礼,并指出战争带来的危险是所有人共同面对的。
§20.106.4τῆς γὰρ Μακεδονίας κρατήσαντα τὸν Ἀντίγονον εὐθὺς ἀφελεῖσθαι καὶ τῶν ἄλλων τὰς βασιλείας· δεδωκέναι γὰρ αὐτὸν πεῖραν πλεονάκις ὅτι πλεονέκτης ἐστὶ καὶ πᾶσαν ἀρχὴν ἀκοινώνητον ποιεῖ.
因为,如果安提柯控制了马其顿,他也会立即夺取其他人的王国;他已多次证明自己贪得无厌,且让所有的统治权都无法与人共享。
συμφέρειν οὖν ἅπαντας συμφρονῆσαι καὶ κοινῇ πρὸς Ἀντίγονον ἐπανελέσθαι πόλεμον.
因此,所有人达成共识并共同对安提柯发动战争是符合大家利益的。
§20.106.5οἱ μὲν οὖν περὶ Πτολεμαῖον καὶ Σέλευκον δόξαντες ἀληθῆ λέγειν προθύμως ὑπήκουσαν καὶ συνετάξαντο πρὸς ἀλλήλους
托勒密和塞琉古等人认为他们所言属实,便热切地响应,并相互达成了协定。