Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.89.1-19.89.3

卡桑德败退阿波罗尼亚与阿尔克塔斯之死

第 166 段,共 301 段 · 希腊语

内容简介

卡桑德在埃庇鲁斯与阿尔克塔斯和解后包围了阿波罗尼亚,但战败退回。随后,埃庇鲁斯人因阿尔克塔斯的暴政而将其与儿子们一同杀害。

§19.89.1καθʼ ὃν δὴ χρόνον Κάσανδρος ἀκηκοὼς μὲν τὴν τῶν ἰδίων ἧτταν, ἀγνοῶν δὲ τὸ μετὰ ταῦτα γεγονὸς εὐτύχημα κατὰ σπουδὴν ἧκεν εἰς τὴν Ἤπειρον βοηθήσων τοῖς περὶ Λυκίσκον.
正当此时,卡桑德虽已听说自己部下的失败,却不知此后发生的幸运转机,于是急忙赶往埃庇鲁斯以援助吕基斯科斯一行。
καταλαβὼν δʼ αὐτοὺς ἐπὶ τοῦ προτερήματος γεγονότας πρὸς μὲν Ἀλκέταν διαλυσάμενος φιλίαν συνέθετο, τῆς δὲ δυνάμεως μέρος ἀναλαβὼν ἀνέζευξεν εἰς τὸν Ἀδρίαν, πολιορκήσων Ἀπολλωνιάτας, ὅτι τὴν φρουρὰν ἐκβαλόντες τὴν αὐτοῦ προσέθεντο τοῖς Ἰλλυριοῖς.
然而,在发现他们已经占了上风之后,他便与阿尔克塔斯达成和解并结为友好;随后他带领一部分军队出发前往亚得里亚海,准备包围阿波罗尼亚人,因为后者驱逐了他的守备队并投靠了伊利里亚人。
§19.89.2οὐ μὴν οἵ γε ἐν τῇ πόλει κατεπλάγησαν, ἀλλὰ βοήθειαν μεταπεμψάμενοι παρὰ τῶν ἄλλων συμμάχων πρὸ τῶν τειχῶν παρετάξαντο.
然而,城里的人并未因此惊慌,反而从其他同盟国那里召来援军,在城墙前列阵迎敌。
γενομένης δὲ καρτερᾶς μάχης ἐπὶ πολὺν χρόνον οἱ μὲν Ἀπολλωνιᾶται τοῖς πλήθεσιν ὑπερέχοντες τοὺς ἀντιτεταγμένους φυγεῖν ἠνάγκασαν, ὁ δὲ Κάσανδρος πολλοὺς στρατιώτας ἀποβαλὼν καὶ δύναμιν μὲν οὐκ ἔχων περὶ αὑτὸν ἀξιόχρεω, τὴν δὲ χειμερινὴν ὥραν θεωρῶν ἐπανῆλθεν εἰς Μακεδονίαν.
经过长时期的激烈战斗,阿波罗尼亚人因人数占优,迫使与他们对峙的敌军败逃;而卡桑德损失了许多士兵,身边又没有足够强大的兵力,且考虑到冬季已经来临,便退回了马其顿。
§19.89.3τούτου δὲ χωρισθέντος Λευκάδιοι προσλαβόμενοι βοήθειαν παρὰ Κορκυραίων ἐξέβαλον τὴν φρουρὰν τοῦ Κασάνδρου.
在卡桑德离开后,莱夫卡斯人从科孚人(科尔基拉人)那里获得援助,驱逐了卡桑德的守备队。
οἱ δʼ Ἠπειρῶται χρόνον μέν τινα διέμενον ὑπʼ Ἀλκέτου βασιλευόμενοι, χρωμένου δʼ αὐτοῦ χαλεπώτερον τοῖς πλήθεσιν αὐτόν τε κατέσφαξαν καὶ δύο τῶν υἱῶν παῖδας ὄντας τὴν ἡλικίαν Ἠσιονέα καὶ Νίσον.
埃庇鲁斯人在一段时间内仍由阿尔克塔斯统治,但由于他对民众的态度愈发严酷,他们便杀死了他,同时也杀死了他那两个论年纪还是孩子的儿子,赫西奥纽斯和尼索斯。

词汇与语法注释

  1. 19.89.1ἐπὶ τοῦ προτερήματος γεγονότας — 意为“已占上风”。γεγονότας 是第二完成时活性分词,在此充当动词 καταλαβὼν(发现、看到)的宾语补足语(对格分词)。
  2. 19.89.2ἀξιόχρεω — 雅典式变格形容词 ἀξιόχρεως(充足的、值得信赖的)的单数阴性宾格形式,修饰前文的阴性名词 δύναμιν。
  3. 19.89.3τὴν ἡλικίαν — 表示“在年龄上”的限定宾格(关系宾格),修饰 παῖδας ὄντας(是孩子),强调其年龄尚幼。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.89.1-19.89.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.89.1-19.89.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。