§19.41.1μικρὸν δὲ πρὸ τῆς παρατάξεως Ἀντιγένης ὁ τῶν ἀργυρασπίδων στρατηγὸς ἔπεμψεν ἕνα τῶν Μακεδόνων ἱππέων ἐπὶ τὴν φάλαγγα τῶν ἐναντίων, προστάξας πλησίον παραγενόμενον ἀναβοῆσαι.
在阵列排好前不久,银盾兵的将军安提根尼斯派了一名马其顿骑兵前往敌人的方阵,命令他走近并大声呼喊。
οὗτος δὲ προσιππεύσας μόνος εἰς φωνῆς ἀκοὴν, καθʼ ὃ μέρος ἡ φάλαγξ ἦν τῶν παρʼ Ἀντιγόνου Μακεδόνων, ἀνεβόησεν «Ἐπὶ τοὺς πατέρας, ὦ κακαὶ κεφαλαί, τοὺς μετὰ Φιλίππου καὶ Ἀλεξάνδρου τὰ ὅλα κατειργασμένους;
这名骑兵独自骑马来到声音能听到的距离内,在安提柯麾下的马其顿人方阵所处的部位,大声喊道:“你们是要去进攻自己的父亲们吗,你们这些无耻之徒? 那些与腓力和亚历山大一起征服了全世界的父亲们?
» οὓς μετʼ ὀλίγον ὄψονται καὶ τῶν βασιλέων καὶ τῶν προγεγονότων ἀγώνων ἀξίους.
”他们很快就会亲眼看到,这些父亲无愧于他们的国王,也无愧于他们过去的战斗。
§19.41.2καὶ γὰρ ἐτύγχανον κατὰ τοῦτον τὸν καιρὸν τῶν ἀργυρασπίδων οἱ νεώτατοι μὲν περὶ τὰ ἑξήκοντα ἔτη, τῶν δʼ ἄλλων οἱ πλείους μὲν περὶ τὰ ἑβδομήκοντα, τινὲς δὲ καὶ πρεσβύτεροι, πάντες δὲ ταῖς ἐμπειρίαις καὶ ταῖς ῥώμαις ἀνυπόστατοι·
事实上,此时银盾兵中最年轻的也已有六十岁左右,而其余的大多数都在七十岁左右,有些人甚至更为年长;然而,他们在经验和力量上都是无可匹敌的。
τοσαύτη περὶ αὐτοὺς ἦν εὐχειρία καὶ τόλμα διὰ τὴν συνέχειαν τῶν κινδύνων.
由于长期身处连绵不断的险境之中,他们拥有如此高超的战斗技能和胆魄。
§19.41.3γενομένου δὲ τοῦ κηρύγματος καθότι προείρηται, παρὰ μὲν τοῖς περὶ Ἀντίγονον ἐγίνοντο φωναὶ δυσχερεῖς, ὅτι συναναγκάζοιντο πρὸς συγγενεῖς καὶ πρεσβυτέρους διαμάχεσθαι, παρὰ δὲ τοῖς μετʼ Εὐμενοῦς παρατασσομένοις παρακελευσμὸς καὶ βοὴ τὴν ταχίστην ἄγειν ἐπὶ τοὺς πολεμίους.
正如前文所述,在宣告发出之后,安提柯的部下中传出了不满的声音,因为他们被迫与同胞和长辈交战;而在与欧墨奈斯一同排成阵列的人群中,则爆发出了相互的鼓励和高呼,要求以最快的速度向敌人进军。
ὧν Εὐμενὴς ὁρῶν τὴν προθυμίαν ἦρεν τὸ σύσσημον, διʼ ὧν παρεστήσατο τοὺς μὲν σαλπιγκτὰς τὸ πολεμικὸν σημαίνειν, τὴν δὲ δύναμιν ἀλαλάξαι πᾶσαν.
欧墨奈斯看到他们的热情,便升起了信号,以此指示司号手吹响进攻号角,并命令全军齐声高呼战吼。