§18.69.1τοῦ δὲ Πολυπέρχοντος περὶ ταῦτα διατρίβοντος ὁ Κάσανδρος ἀναλαβὼν τὸν στόλον Αἰγινήτας μὲν προσηγάγετο, τοὺς δὲ Σαλαμινίους ἀλλότρια φρονοῦντας εἰς πολιορκίαν συνέκλεισε.
当波利伯孔忙于这些事务时,卡桑德率领舰队,将埃吉纳人争取到自己一边,并将态度敌对的萨拉米斯人围困在包围战中。
καθʼ ἡμέραν δὲ συνεχεῖς ποιούμενος προσβολὰς καὶ βελῶν καὶ στρατιωτῶν εὐπορῶν εἰς τοὺς ἐσχάτους κινδύνους ἤγαγε τοὺς Σαλαμινίους.
他日复一日地发起连续不断的进攻,且拥有充足的投射兵器和士兵,使萨拉米斯人陷入了极大的危险之中。
§18.69.2κινδυνευούσης δὲ τῆς πόλεως ἁλῶναι κατὰ κράτος ὁ Πολυπέρχων ἐξέπεμψε δύναμιν ἀξιόλογον πεζικήν τε καὶ ναυτικὴν τὴν ἐπιθησομένην τοῖς πολιορκοῦσι.
在该城面临被强攻攻陷的危险时,波利伯孔派遣了一支由步兵和海军组成的相当规模的军队去攻击包围者。
διόπερ ὁ Κάσανδρος καταπλαγεὶς καὶ λύσας τὴν πολιορκίαν ἀπέπλευσεν εἰς τὸν Πειραιᾶ.
因此,卡桑德大为惊恐,解除了包围,乘船退回比雷埃夫斯。
§18.69.3Πολυπέρχων δὲ βουλόμενος τὰ κατὰ τὴν Πελοπόννησον διοικῆσαι συμφερόντως παρῆλθε καὶ συναγαγὼν ἐκ τῶν πόλεων συνέδρους διελέχθη περὶ τῆς πρὸς αὐτὸν συμμαχίας.
波利伯孔希望以有利的方式管理伯罗奔尼撒的事务,于是前往该地,并召集各城市的代表,商讨与他结盟的事宜。
ἐξέπεμψε δὲ καὶ πρὸς τὰς πόλεις πρεσβευτάς, προστάττων τοὺς μὲν διʼ Ἀντιπάτρου καθεσταμένους ἄρχοντας ἐπὶ τῆς ὀλιγαρχίας θανατῶσαι, τοῖς δὲ δήμοις ἀποδοῦναι τὴν αὐτονομίαν.
他还向各城市派遣了使者,命令他们处死在安提帕特寡头统治下设立的官员,并恢复各城邦民众的自治权。
§18.69.4πολλῶν δʼ ὑπακουσάντων καὶ κατὰ τὰς πόλεις φόνων γινομένων καί τινων φυγαδευομένων οἱ μὲν Ἀντιπάτρου φίλοι διεφθάρησαν, τὰ δὲ πολιτεύματα τὴν ἐκ τῆς αὐτονομίας παρρησίαν ἀπέλαβον καὶ συνεμάχουν τοῖς περὶ τὸν Πολυπέρχοντα.
随着许多人服从命令,各城市发生屠杀,一些人被驱逐,安提帕特的友人们被消灭,而各公民共同体则重新获得了源于自治的言论自由,并与波利伯孔一党结盟。
μόνων δὲ τῶν Μεγαλοπολιτῶν διατηρούντων τὴν πρὸς Κάσανδρον φιλίαν ἔκρινε πολιορκῆσαι τὴν πόλιν αὐτῶν.
由于唯有梅加洛波利斯人仍保持着与卡桑德的友好关系,他决定包围他们的城市。