Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §18.41.1-18.41.7

欧墨尼斯坚守诺拉要塞与和谈未果

第 42 段,共 301 段 · 希腊语

内容简介

欧墨尼斯在部下叛离后,率领少数亲信退守坚固的诺拉要塞,并遭到安提戈诺斯的包围。安提戈诺斯试图劝说欧墨尼斯与之合作,但欧墨尼斯坚持要求恢复原有的地位,导致谈判未果。

§18.41.1μετὰ δὲ ταῦθʼ ὁ μὲν Εὐμενὴς ἐπεβάλετο φεύγειν εἰς Ἀρμενίαν καὶ τῶν ἐν ταύτῃ κατοικούντων τινὰς πρὸς τὴν συμμαχίαν συλλαβέσθαι· καταταχούμενος δὲ καὶ τοὺς στρατιώτας ὁρῶν ἀποχωροῦντας πρὸς τὸν Ἀντίγονον κατελάβετο χωρίον ὀχυρὸν ὃ προσηγορεύετο Νῶρα.
在此之后,欧墨尼斯企图逃往亚美尼亚,并争取当地的部分居民加入同盟;但由于被紧紧追赶,且看到士兵们纷纷向安提戈诺斯倒戈,他占领了一个名为诺拉的坚固据点。
§18.41.2ἦν δὲ τὸ φρούριον τοῦτο παντελῶς μικρὸν διὰ τὸ τὸν περίβολον ἔχειν μὴ πλείω δυεῖν σταδίων, κατὰ δὲ τὴν ἐρυμνότητα θαυμαστόν· ἐπὶ γὰρ πέτρας ὑψηλῆς εἶχε τὰς οἰκίας συνῳκοδομημένας καὶ τὰ μὲν ὑπὸ τῆς φύσεως, τὰ δʼ ὑπὸ τῆς ἐκ τῶν χειρῶν κατασκευῆς θαυμαστῶς ὠχύρωτο.
这座要塞极其狭小,因为其周长不超过两斯塔德,但在坚固程度上却令人赞叹;因为它的房屋建在高耸的岩石上,鳞次栉比,部分由于天险,部分由于人工修筑,防御极其坚固。
§18.41.3εἶχε δὲ καὶ παραθέσεις σίτου πολλοῦ καὶ ξύλων καὶ ἁλῶν ὥστʼ εἰς ἔτη πολλὰ δύνασθαι χορηγῆσαι πάντα τοῖς εἰς αὐτὴν καταφυγοῦσι.
它还储藏了大量的粮食、木材和盐,足以在多年内向逃入其中的人们供应一切。
συνέφυγον δὲ μετʼ αὐτοῦ τῶν φίλων οἱ ταῖς εὐνοίαις διαφέροντες καὶ κεκρικότες συναποθνήσκειν αὐτῷ κατὰ τοὺς ἐσχάτους κινδύνους· οἱ δὲ πάντες ὑπῆρχον ἱππεῖς τε καὶ πεζοὶ περὶ ἑξακοσίους.
与他一同逃入的,是在忠诚上最杰出、并已决心在绝境中与他共生死的友人们;他们总共约有六百人,包括骑兵和步兵。
§18.41.4Ἀντίγονος δὲ παραλαβὼν τὴν μετʼ Εὐμενοῦς δύναμιν καὶ τῶν σατραπειῶν καὶ τῶν ἐν ταύταις προσόδων κύριος γενόμενος, ἔτι δὲ παραλαβὼν πλῆθος χρημάτων μειζόνων πραγμάτων ὠρέγετο· οὐκέτι γὰρ οὐδεὶς τῶν κατὰ τὴν Ἀσίαν ἡγεμόνων ἀξιόμαχον εἶχε δύναμιν διαγωνίσασθαι πρὸς αὐτὸν περὶ τῶν πρωτείων.
而安提戈诺斯接管了原属于欧墨尼斯的军队,并控制了各行省及其中的岁入,再加上接收了大量资金,便开始觊觎更大的事业;因为在亚洲的将领中,已无人拥有足以与他争夺首位(霸权)的对等军力。
§18.41.5διὸ καὶ πρὸς Ἀντίπατρον κατὰ μὲν τὸ παρὸν προσεποιεῖτο φιλικῶς διακεῖσθαι, διεγνώκει δὲ τὰ καθʼ αὑτὸν ἀσφαλισάμενος μηκέτι προσέχειν μήτε τοῖς βασιλεῦσι μήτε Ἀντιπάτρῳ.
因此,他目前在表面上对安替帕特表示友好,但已决定在巩固了自己的地步后,便不再顺从国王们或安替帕特。
§18.41.6τὸ μὲν οὖν πρῶτον περιέλαβε τοὺς καταπεφευγότας εἰς τὸ φρούριον διπλοῖς τοῖς τείχεσι καὶ τάφροις καὶ χαρακώμασι θαυμαστοῖς· μετὰ ταῦτα δʼ εἰς σύλλογον ἐλθὼν Εὐμενεῖ καὶ τὴν προϋπάρχουσαν φιλίαν ἀνανεωσάμενος ἔπειθεν αὐτὸν κοινοπραγεῖν.
于是,起初他用双重围墙、以及惊人的战壕和木栅将逃入要塞的人围困起来;此后,他与欧墨尼斯进行会谈,重温了往日的友谊,并劝说他通力合作。
ὁ δὲ εἰδὼς τὴν τύχην ὀξέως μεταβάλλουσαν μείζονας ᾔτει φιλανθρωπίας τῆς περὶ αὐτὸν οὔσης περιστάσεως· §18.41.7ᾤετο γὰρ δεῖν αὐτῷ συγχωρηθῆναι τὰς ἐξ ἀρχῆς δεδομένας σατραπείας καὶ τῶν ἐγκλημάτων ἁπάντων ἀπόλυσιν.
但欧墨尼斯深知命运瞬息万变,因而提出了比他当时的处境更为优厚的待遇要求;因为他认为,应当归还最初赐予他的行省,并免除一切指控。
ὁ δὲ Ἀντίγονος περὶ μὲν τούτων ἐπὶ τὸν Ἀντίπατρον τὴν ἀναφορὰν ἐποιήσατο, τοῦ δὲ χωρίου τὴν ἱκανὴν φυλακὴν ἀπολιπὼν ὥρμησεν ἐπὶ τοὺς ἐπιπορευομένους ἡγεμόνας τῶν πολεμίων καὶ δυνάμεις ἔχοντας Ἀλκέταν τε τὸν ἀδελφὸν τοῦ Περδίκκου καὶ Ἄτταλον τὸν τοῦ στόλου παντὸς κυριεύοντα.
安提戈诺斯将这些问题上报给安替帕特决定,自己在该地留下了足够的守军,便率军出发去讨伐正带兵前来的敌方将领,即佩尔迪卡斯的兄弟阿尔克塔斯,以及控制着整个舰队的阿塔罗斯。

词汇与语法注释

  1. §18.41.1καταταχούμενος — 动词 καταταχέω(或 καταταχύνω,意为“追上”)的现在被动分词,在此处表示“被紧紧追赶”或“被逼入窘境”的被动含义。
  2. §18.41.2διὰ τὸ τὸν περίβολον ἔχειν μὴ πλείω δυεῖν σταδίων — 由介词 διά 引导的冠词性不定式短语。代格的 τὸν περίβολον 作不定式 ἔχειν 的逻辑主语,而 δυεῖν σταδίων 是修饰比较级 πλείω 的比较属格。
  3. §18.41.2εἶχε τὰς οἰκίας συνῳκοδομημένας — 完成被动分词 συνῳκοδομημένας 作为宾语补足语与动词 εἶχε 结合,描述房屋处于“鳞次栉比地建在一起”的状态。
  4. §18.41.6μείζονας ᾔτει φιλανθρωπίας τῆς περὶ αὐτὸν οὔσης περιστάσεως — 属格短语 τῆς ... οὔσης περιστάσεως 作为比较属格,修饰与 φιλανθρωπίας 一致的比较级形容词 μείζονας,表明欧墨尼斯提出了与其身处险境不相称的更高要求。
  5. §18.41.7ᾤετο γὰρ δεῖν αὐτῷ συγχωρηθῆναι — 多层不定式结构,非人称不定式 δεῖν(依附于主动词 ᾤετο)支配被动不定式 συγχωρηθῆναι,并以与格 αὐτῷ 指代被授予的对象(即欧墨尼斯)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §18.41.1-18.41.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.41.1-18.41.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。