Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.45.1-5.45.6

潘开亚岛的三座城市与三阶层社会制度

第 367 段,共 406 段 · 希腊语

内容简介

在描述了潘开亚岛多样的动物和三座主要城市之后,文本介绍了其由祭司、农民和士兵三个阶层组成的社会结构、除房屋和花园外不准私有的公有分配制度,以及居民奢侈的服饰装扮。

§5.45.1μετὰ δὲ τὸ ὄρος τοῦτο καὶ κατὰ τὴν ἄλλην Παγχαιῖτιν χώραν ὑπάρχειν φασὶ ζῴων παντοδαπῶν πλῆθος· ἔχειν γὰρ αὐτὴν ἐλέφαντάς τε πολλοὺς καὶ λέοντας καὶ παρδάλεις καὶ δορκάδας καὶ ἄλλα θηρία πλείω διάφορα ταῖς τε προσόψεσι καὶ ταῖς ἀλκαῖς θαυμαστά.
据说,在这座山之外以及潘开亚的其他地区,生存着大量各种各样的动物;因为该地拥有许多大象、狮子、豹子、羚羊,以及许多其他在外观和力量上各不相同、令人惊叹的野兽。
§5.45.2ἔχει δὲ ἡ νῆσος αὕτη καὶ πόλεις τρεῖς ἀξιολόγους, Ὑρακίαν καὶ Δαλίδα καὶ Ὠκεανίδα.
此外,这座岛上还有三座著名的城市:许拉基亚、达利斯和奥克阿尼斯。
τὴν δὲ χώραν ὅλην εἶναι καρποφόρον, καὶ μάλιστα οἴνων παντοδαπῶν ἔχειν πλῆθος.
据说,全境土地肥沃,尤其是盛产各种各样的葡萄酒。
§5.45.3εἶναι δὲ τοὺς ἄνδρας πολεμικοὺς καὶ ἅρμασι χρῆσθαι κατὰ τὰς μάχας ἀρχαϊκῶς.
据说这里的男子英勇善战,在战斗中仍以古老的方式使用战车。
τὴν δʼ ὅλην πολιτείαν ἔχουσι τριμερῆ, καὶ πρῶτον ὑπάρχει μέρος παρʼ αὐτοῖς τὸ τῶν ἱερέων, προσκειμένων αὐτοῖς τῶν τεχνιτῶν, δευτέρα δὲ μερὶς ὑπάρχει τῶν γεωργῶν, τρίτη δὲ τῶν στρατιωτῶν, προστιθεμένων τῶν νομέων.
他们的整个社会结构分为三个部分,第一部分是祭司,手工业者附属于他们;第二部分是农民;第三部分是士兵,牧民被归入其中。
§5.45.4οἱ μὲν οὖν ἱερεῖς τῶν ἁπάντων ἦσαν ἡγεμόνες, τάς τε τῶν ἀμφισβητήσεων κρίσεις ποιούμενοι καὶ τῶν ἄλλων τῶν δημοσίᾳ πραττομένων κύριοι· οἱ δὲ γεωργοὶ τὴν γῆν ἐργαζόμενοι τοὺς καρποὺς ἀναφέρουσιν εἰς τὸ κοινόν, καὶ ὅστις ἂν αὐτῶν δοκῇ μάλιστα γεγεωργηκέναι, λαμβάνει γέρας ἐξαίρετον ἐν τῇ διαιρέσει τῶν καρπῶν, κριθεὶς ὑπὸ τῶν ἱερέων ὁ πρῶτος καὶ ὁ δεύτερος καὶ οἱ λοιποὶ μέχρι δέκα, §5.45.5προτροπῆς ἕνεκα τῶν ἄλλων.
于是,祭司是所有事务的领导者,负责对争端做出裁决,并掌握其他一切公共事务的决定权;而农民耕作土地,将收获的农产品上缴到公库,他们之中被认为耕作得最好的人,在分配农产品时会获得特别的奖赏,由祭司评定出第一名、第二名,直至第十名,这是为了鼓励其他人。
παραπλησίως δὲ τούτοις καὶ οἱ νομεῖς τά τε ἱερεῖα καὶ τἄλλα παραδιδόασιν εἰς τὸ δημόσιον, τὰ μὲν ἀριθμῷ, τὰ δὲ σταθμῷ, μετὰ πάσης ἀκριβείας.
与此类似,牧民也把祭祀用的牲畜和其他物品极其精确地交到公库,有的按数量,有的按重量。
καθόλου γὰρ οὐδὲν ἔστιν ἰδίᾳ κτήσασθαι πλὴν οἰκίας καὶ κήπου, πάντα δὲ τὰ γεννήματα καὶ τὰς προσόδους οἱ ἱερεῖς παραλαμβάνοντες τὸ ἐπιβάλλον ἑκάστῳ δικαίως ἀπονέμουσι, τοῖς δʼ ἱερεῦσι μόνοις δίδοται διπλάσιον.
因为总的来说,除了房屋和花园之外,个人不能私有任何财产,所有的产品和收入都由祭司接收,并公正地将每人应得的份额分配给他们,而唯独给祭司分配双倍。
§5.45.6χρῶνται δʼ ἐσθῆσι μὲν μαλακαῖς διὰ τὸ παρʼ αὐτοῖς πρόβατα ὑπάρχειν διαφέροντα τῶν ἄλλων διὰ τὴν μαλακότητα·
他们穿着柔软的衣服,因为在他们那里有在柔软度上胜过其他的羊。
φοροῦσι δὲ καὶ κόσμον χρυσοῦν οὐ μόνον αἱ γυναῖκες, ἀλλὰ καὶ οἱ ἄνδρες, περὶ μὲν τοὺς τραχήλους ἔχοντες στρεπτοὺς κύκλους, περὶ δὲ τὰς χεῖρας ψέλια, ἐκ δὲ τῶν ὤτων παραπλησίως τοῖς Πέρσαις ἐξηρτημένους κρίκους.
不仅女人,男人也佩戴金饰,脖子上戴着扭花项圈,手腕上戴着手镯,耳朵上像波斯人一样挂着耳环。
ὑποδέσεσι δὲ κοίλαις χρῶνται καὶ τοῖς χρώμασι πεποικιλμέναις περιττότερον.
他们还穿着包裹性强的深帮鞋,上面装饰着极其丰富的色彩。

词汇与语法注释

  1. §5.45.1ἔχειν γὰρ αὐτὴν — 不定词 ἔχειν 是受前文 φασί(人们说)支配的间接引语不定词。其主格对格 αὐτήν 指代阴性单数名词 χώραν(地方)。
  2. §5.45.3προσκειμένων αὐτοῖς τῶν τεχνιτῶν — 使用现在分词 προσκειμένων 的属格绝对结构,表示手工业者“附属于”或“关联于”祭司。
  3. §5.45.5τὸ ἐπιβάλλον ἑκάστῳ — 意为“分配给每个人的份额”或“每个人应得的部分”。中性单数分词 ἐπιβάλλον(源自 ἐπιβάλλω)作为实体词用作 ἀπονέμουσι(分配)的直接宾语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.45.1-5.45.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.45.1-5.45.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。