§3.9.1περὶ δὲ θεῶν οἱ μὲν ἀνώτερον Μερόης οἰκοῦντες ἐννοίας ἔχουσι διττάς.
关于神,居住在美罗埃上游的人们有两种不同的观念。
ὑπολαμβάνουσι γὰρ τοὺς μὲν αὐτῶν αἰώνιον ἔχειν καὶ ἄφθαρτον τὴν φύσιν, οἷον ἥλιον καὶ σελήνην καὶ τὸν σύμπαντα κόσμον, τοὺς δὲ νομίζουσι θνητῆς φύσεως κεκοινωνηκέναι καὶ διʼ ἀρετὴν καὶ κοινὴν εἰς ἀνθρώπους εὐεργεσίαν τετευχέναι τιμῶν ἀθανάτων· §3.9.2τήν τε γὰρ Ἶσιν καὶ τὸν Πᾶνα, πρὸς δὲ τούτοις Ἡρακλέα καὶ Δία σέβονται, μάλιστα νομίζοντες ὑπὸ τούτων εὐηργετῆσθαι τὸ τῶν ἀνθρώπων γένος.
因为他们认为,其中的一些神具有永恒且不灭的本性,例如太阳、月亮和整个宇宙;而另一些神,他们则认为曾分有必死的本性,但由于其美德和对人类的共同恩惠,从而获得了不朽的荣耀。
ὀλίγοι δὲ τῶν Αἰθιόπων καθόλου θεοὺς οὐ νομίζουσιν εἶναι·
的确,他们崇敬伊西斯和潘,此外还有赫拉克勒斯和宙斯,尤其认为人类整体得到了这些神的恩惠。
διὸ καὶ τὸν ἥλιον ὡς πολεμιώτατον ὄντα κατὰ τὰς ἀνατολὰς βλασφημήσαντες φεύγουσι πρὸς τοὺς ἑλώδεις §3.9.3τῶν τόπων.
但有少数埃塞俄比亚人根本不认为有神存在;因此,在太阳升起时,他们因其极为敌对而对其加以诅咒,并逃往湿泥地区。
παρηλλαγμένοις δʼ ἔθεσι χρῶνται καὶ περὶ τοὺς παρʼ αὐτοῖς τελευτῶντας·
他们对于在自己人中死去的人也采用截然不同的习俗。
οἱ μὲν γὰρ εἰς τὸν ποταμὸν βάλλοντες ἀφιᾶσιν, ἀρίστην ἡγούμενοι ταφὴν ταύτην, οἱ δὲ περιχέαντες ὕελον ἐν ταῖς οἰκίαις φυλάττοντες νομίζουσι δεῖν μήτε τῶν τελευτώντων ἀγνοεῖσθαι τὰς ὄψεις τοῖς συγγενέσι μήτʼ ἐπιλανθάνεσθαι τοὺς προσήκοντας τῷ γένει τῶν προσῳκειωμένων, ἔνιοι δʼ εἰς ὀστρακίνας σοροὺς ἐμβάλλοντες κατορύττουσι κύκλῳ τῶν ἱερῶν, καὶ τὸν ἐπὶ τούτοις γινόμενον ὅρκον μέγιστον ἡγοῦνται.
有些人将尸体投入河中任其漂去,认为这是最好的葬礼;另一些人则在尸体周围注入玻璃,保存在家中,认为既不应当让死者的容貌对亲属变得陌生,也不应当让属于该家族的人忘记他们的亲人;还有些人将尸体装入陶制棺椁,埋在神殿周围,并把在此立下的誓言视为最庄严的誓言。
§3.9.4τὰς δὲ βασιλείας ἐγχειρίζουσιν οἱ μὲν τοῖς εὐπρεπεστάτοις, τύχης ἡγούμενοι δῶρα ἀμφότερα, τήν τε μοναρχίαν καὶ τὴν εὐπρέπειαν, οἱ δὲ τοῖς ἐπιμελεστάτοις κτηνοτρόφοις παραδιδόασι τὴν ἀρχήν, ὡς μόνους ἄριστα τῶν ὑποτεταγμένων φροντιοῦντας ἔνιοι δὲ τοῖς πλουσιωτάτοις τοῦτο τὸ τίμιον ἀπονέμουσιν, ἡγούμενοι μόνους αὐτοὺς ἐπικουρεῖν τοῖς ὄχλοις δύνασθαι διὰ τὴν ἑτοιμότητα τῆς εὐπορίας, εἰσὶ δʼ οἳ τοὺς ἀνδρείᾳ διαφέροντας αἱροῦνται βασιλεῖς, κρίνοντες τοὺς ἐν πολέμῳ πλεῖστον δυναμένους ἀξίους εἶναι μόνους τυγχάνειν τῶν πρωτείων.
至于王位,有些人将其托付给容貌最出众的人,认为君主制与美貌两者皆是命运的赐予;另一些人则把统治权交给最勤勉的牧民,认为只有他们最能为臣民着想;还有些人将这一荣誉授予最富有的人,认为由于其随时拥有充裕的财富,只有他们能够救济大众;也有人选择在勇气上出类拔萃的人为王,判定只有在战争中力量最强大的人才配获得首位。