§3.7.1τὸ δὲ περὶ τοὺς φίλους τοῦ βασιλέως νόμιμον, καίπερ ὂν παράδοξον, διαμένειν ἔφασαν ἕως τῶν καθʼ ἡμᾶς χρόνων.
他们说,关于国王朋友的习俗虽然奇异,但一直延续到我们的时代。
ἔθος γὰρ ὑπάρχειν λέγουσι τοῖς Αἰθίοψιν, ἐπὰν ὁ βασιλεὺς μέρος τι τοῦ σώματος πηρωθῇ διʼ ἡνδηποτοῦν αἰτίαν, ἅπαντας τοὺς συνήθεις συναποβάλλειν τοῦτο κατὰ προαίρεσιν· αἰσχρὸν γὰρ ὑπολαμβάνειν τοῦ βασιλέως πεπηρωμένου τὸ σκέλος ἀρτίποδας εἶναι τοὺς φίλους, καὶ μὴ πάντας ἐν ταῖς ἐξόδοις συνέπεσθαι χωλοὺς ὁμοίως·
因为据他们说,埃塞俄比亚人有一种习俗,每当国王因任何原因导致身体某部分残疾时,他所有的亲信都会自愿同样失去这一部分;因为他们认为,在国王腿部残疾时,他的朋友们却双足健全,并且在出行时不全都同样一瘸一拐地随行,是件可耻的事。
§3.7.2ἄτοπον γὰρ εἶναι τὸ συμπενθεῖν μὲν καὶ συλλυπεῖσθαι καὶ τῶν ἄλλων ὁμοίως ἀγαθῶν ἁπάντων τε καὶ κακῶν κοινωνεῖν τὴν βεβαίαν φιλίαν, τῆς δʼ εἰς τὸ σῶμα λύπης ἄμοιρον γίνεσθαι.
因为在他们看来,真正的友谊若同哀共苦,并同样分享和分担所有其他一切福祸,却对身体的痛苦不予分担,这是极其荒谬的。
φασὶ δὲ σύνηθες εἶναι καὶ τὸ συντελευτᾶν ἑκουσίως τοὺς ἑταίρους τοῖς βασιλεῦσι, καὶ τοῦτον εἶναι τὸν θάνατον ἔνδοξον καὶ φιλίας ἀληθινῆς μάρτυρα.
他们还说,同伴们与国王们自愿共同赴死也是一种习俗,且这种死亡是光荣的,也是真挚友谊的见证。
§3.7.3διόπερ μὴ ῥᾳδίως ἐπιβουλὴν γίνεσθαι παρὰ τοῖς Αἰθίοψι κατὰ τοῦ βασιλέως, ὡς ἂν τῶν φίλων ἁπάντων ἐπʼ ἴσης προνοουμένων τῆς τʼ ἐκείνου καὶ τῆς ἰδίας ἀσφαλείας.
因此,在埃塞俄比亚人中不易发生针对国王的阴谋,因为所有的朋友都同样关切国王和他们自身的安全。
ταῦτα μὲν οὖν τὰ νόμιμα παρὰ τοῖς Αἰθίοψίν ἐστι τοῖς τὴν μητρόπολιν αὐτῶν οἰκοῦσι καὶ νεμομένοις τήν τε νῆσον τὴν Μερόην καὶ τὴν χώραν τὴν πλησίον Αἰγύπτου.
以上便是那些居住在首都、占领着美罗埃岛以及邻近埃及之土地的埃塞俄比亚人所奉行的习俗。