§17.80.1πολλῶν δὲ ῥηθέντων λόγων οἱ Μακεδόνες κατέγνωσαν τοῦ Φιλώτου καὶ τῶν συγκαταιτιαθέντων θάνατον·
多くの議論が交わされた後、マケドニア人たちはフィロタスと共犯とされた者たちに死刑を宣告した。
ἐν οἷς ὑπῆρχε Παρμενίων ὁ πρῶτος εἶναι δοκῶν τῶν Ἀλεξάνδρου φίλων, τότε δὲ οὐ παρών, ἀλλὰ δόξας διὰ τοῦ ἰδίου υἱοῦ Φιλώτου πεποιῆσθαι τὴν ἐπιβουλήν.
その中には、アレクサンドロスの友人たちのうちで第一人者とみなされていたものの、当時は不在で、しかし自身の息子であるフィロタスを通じて陰謀を企てたとみなされたパルメニオンも含まれていた。
§17.80.2ὁ μὲν οὖν Φιλώτας, βασανισθεὶς πρότερον καὶ ὁμολογήσας τὴν ἐπιβουλήν, κατὰ τὸ τῶν Μακεδόνων ἔθος μετὰ τῶν συγκαταγνωσθέντων ἐθανατώθη.
フィロタスは、事前に拷問を受けて陰謀を告白した上で、マケドニア人の慣習に従い、ともに有罪判決を受けた者たちとともに処刑された。
ὁμοίως δὲ τούτῳ καὶ ὁ Λυγκιστὴς Ἀλέξανδρος, αἰτίαν ἔχων ἐπιβεβουλευκέναι τῷ βασιλεῖ, τριετῆ μὲν χρόνον ἐν φυλακῇ τηρούμενος διετέλεσε, διὰ τὴν πρὸς Ἀντίγονον οἰκειότητα τετευχὼς ἀναβολῆς, τότε δʼ εἰς τὴν τῶν Μακεδόνων κρίσιν παραχθεὶς καὶ κατὰ τὴν ἀπολογίαν ἀπορηθεὶς λόγων ἐθανατώθη.
彼と同様に、リュンケスティスのアレクサンドロスも、王に対する陰謀を企てた容疑をかけられ、アンティゴノスとの親交のおかげで処刑の猶予を得て3年間監獄に留め置かれ続けていたが、このときマケドニア人の裁判に引き出され、弁明において言葉に窮したため処刑された。
§17.80.3ὁ δʼ Ἀλέξανδρος ἐκπέμψας τινὰς ἐπὶ δρομάδων καμήλων καὶ φθάσας τὴν φήμην τῆς περὶ τὸν Φιλώταν τιμωρίας τὸν πατέρα τοῦ Φιλώτου Παρμενίωνα ἐδολοφόνησε, τεταγμένον μὲν τῆς Μηδείας ἄρχοντα, πεπιστευμένον δὲ τοὺς βασιλικοὺς θησαυροὺς ἐν Ἐκβατάνοις, ἔχοντας ταλάντων ὀκτωκαίδεκα μυριάδας.
一方、アレクサンドロスは、俊足のラクダに乗せた者たちを派遣してフィロタスの処刑に関する噂より先回りさせ、フィロタスの父パルメニオンを暗殺した。 彼はメディアの総督に任じられ、エクバタナにおいて、18万タラントンに及ぶ王の財宝の管理を委ねられていた。
§17.80.4ὁ δʼ Ἀλέξανδρος ἐπιλεξάμενος ἐκ τῶν Μακεδόνων τοὺς ἀλλοτρίας κατʼ αὐτοῦ προϊεμένους φωνὰς καὶ τοὺς ἠγανακτηκότας ἐπὶ τῷ τοῦ Παρμενίωνος θανάτῳ, πρὸς δὲ τούτοις τοὺς ἐν ταῖς ἀποσταλείσας εἰς Μακεδονίαν ἐπιστολαῖς ἀλλότριόν τι γεγραφότας τοῖς οἰκείοις περὶ τῶν τῷ βασιλεῖ συμφερόντων εἰς ἓν κατέλεξε σύστημα καὶ προσηγόρευσεν ἀτάκτων τάγμα, ὅπως μὴ διὰ τὰς τούτων ἀκαίρους φωνὰς καὶ παρρησίας τὸ λοιπὸν πλῆθος τῶν Μακεδόνων συνδιαφθείρηται.
そしてアレクサンドロスは、マケドニア人の中から、自身に対して反抗的な発言を行っていた者たちや、パルメニオンの死に憤慨していた者たち、さらにこれに加えて、マケドニアに送った手紙の中で、王の利益に関して身内に好ましくないことを書き送っていた者たちを選び出し、一つの部隊に編成して「規律なき者たちの部隊」と名付けた。 これは、彼らの不適切な発言や勝手な言動によって、残りのマケドニア人の大衆が共に悪影響を受けることのないようにするためであった。