§17.118.1φασὶ γὰρ Ἀντίπατρον ἐπὶ τῆς Εὐρώπης στρατηγὸν ὑπʼ αὐτοῦ καταλειφθέντα διενεχθῆναι πρὸς Ὀλυμπιάδα τὴν μητέρα τοῦ βασιλέως καὶ τὸ μὲν πρῶτον καταφρονεῖν αὐτῆς διὰ τὸ μὴ προσδέχεσθαι τὸν Ἀλέξανδρον τὰς κατʼ αὐτοῦ διαβολάς, ὕστερον δʼ αἰεὶ τῆς ἔχθρας αὐξομένης, τοῦ βασιλέως διὰ τὸ πρὸς τὸ θεῖον εὐσεβὲς πάντα βουλομένου τῇ μητρὶ χαρίζεσθαι, πολλὰς ἐμφάσεις διδόναι τῆς πρὸς αὐτὸν ἀλλοτριότητος·
因为据他们所说,被留任为欧洲统帅的安提帕特与国王的母亲奥林匹亚丝发生了冲突。 起初,由于亚历山大并不相信针对他的那些谗言,他便对奥林匹亚丝不予理会;但后来,随着敌意不断加深,而国王又因对神明虔诚而事事顺从母亲,安提帕特便表现出许多对国王的疏离与敌意。
πρὸς δὲ τούτοις τῆς Παρμενίωνος καὶ Φιλώτου σφαγῆς φρίκην ἐμποιούσης τοῖς φίλοις διὰ τοῦ ἰδίου υἱοῦ τεταγμένου περὶ τὸν κύαθον δοῦναι πιεῖν θανάσιμον φάρμακον τῷ βασιλεῖ.
此外,帕曼纽和菲罗塔斯的被杀使国王的友人们人人自危,于是安提帕特便通过自己担任斟酒官的儿子,给国王服下了致命的毒药。
§17.118.2μετὰ δὲ τὴν τελευτὴν πλεῖστον ἰσχύσαντος τῶν κατὰ τὴν Εὐρώπην καὶ μετὰ ταῦτα Κασάνδρου τοῦ υἱοῦ διαδεξαμένου τὴν βασιλείαν πολλοὺς συγγραφεῖς μὴ τολμᾶν γράψαι περὶ τῆς φαρμακείας.
据说,在国王死后,由于安提帕特成为欧洲最有权势的人,随后其子卡山德继承了王位,许多历史学家便不敢写下关于下毒之事。
φανερὸν δὲ γεγονέναι Κάσανδρον διʼ αὐτῶν τῶν πράξεων ἀλλοτριώτατα διακείμενον τοῖς Ἀλεξάνδρου πράγμασι· τήν τε γὰρ Ὀλυμπιάδα φονεύσαντα ἄταφον ῥῖψαι καὶ τὰς ὑπʼ ἐκείνου κατασκαφείσας Θήβας ἀνοικίσαι μετὰ πολλῆς σπουδῆς.
但卡山德通过其自身的实际行动,表明了他对亚历山大所留事业的极度敌视:他不仅杀害了奥林匹亚丝并曝尸不葬,还以极大的热忱重建了曾被亚历山大夷为平地的底比斯。
§17.118.3μετὰ δὲ τὴν τοῦ βασιλέως τελευτὴν Σισύγγαμβρις ἡ Δαρείου μήτηρ, πολλὰ καταθρηνήσασα τήν τε Ἀλεξάνδρου τελευτὴν καὶ τὴν ἑαυτῆς ἐρημίαν, ἐπὶ τῆς ἐσχάτης τοῦ βίου γραμμῆς πρὸς τροφὴν ἐγκαρτερήσασα πεμπταία κατέστρεψε τὸν βίον, ἐπιλύπως μέν, οὐκ ἀκλεῶς δὲ προεμένη τὸ ζῆν.
在国王死后,大流士的母亲西绪甘比丝深切哀悼亚历山大的逝世和自身的孤立无依。 在走到生命的终点时,她绝食五日而终,虽然满怀悲伤,但也体面地结束了一生。
§17.118.4ἡμεῖς δὲ ἐπὶ τὴν Ἀλεξάνδρου τελευτὴν παρόντες κατὰ τὴν ἐν ἀρχῇ τῆς βίβλου πρόθεσιν τὰς τῶν διαδεξαμένων πράξεις ἐν ταῖς ἑπομέναις βίβλοις πειρασόμεθα διεξιέναι.
至此,我们已叙述完亚历山大的逝世,按照本书开头所拟定的计划,我们将在随后的几卷中竭力记述其继业者们的事迹。