Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.117.1-17.117.5

亚历山大的发病逝世与毒杀传闻

第 722 段,共 723 段 · 希腊语

内容简介

叙述了亚历山大大帝在宴会后发病,留下“留给最强者”的遗言后去世的经过,并提及了他的统治时间、伟大功绩以及关于其死于毒药的异说。

§17.117.1τούτων δὲ παρακελευομένων θυσίας ἐπιτελεῖν τοῖς θεοῖς μεγαλοπρεπεῖς μετὰ πάσης σπουδῆς παρεκλήθη πρός τινα τῶν φίλων Μήδιον τὸν Θετταλὸν ἐπὶ κῶμον ἐλθεῖν·
当这些人劝他以极大的热忱向众神献上庄严的祭品时,国王受他的一个朋友,塞萨利人美狄乌斯的邀请,前去参加宴会。
κἀκεῖ πολὺν ἄκρατον ἐμφορηθεὶς ἐπὶ τελευτῆς Ἡρακλέους μέγα ποτήριον πληρώσας ἐξέπιεν.
在那里,他灌下了许多纯酒,最后,他倒满并喝干了赫拉克勒斯的大杯。
§17.117.2ἄφνω δὲ ὥσπερ ὑπό τινος πληγῆς ἰσχυρᾶς πεπληγμένος ἀνεστέναξε μέγα βοήσας καὶ ὑπὸ τῶν φίλων ἀπηλλάττετο χειραγωγούμενος.
突然,他仿佛受到重击一般,大声呼喊并呻吟起来,随后被朋友们牵着手带离了现场。
εὐθὺς δʼ οἱ μὲν περὶ τὴν θεραπείαν ἐκδεξάμενοι κατέκλιναν αὐτὸν καὶ προσήδρευον ἐπιμελῶς,
服侍他的人立刻接手,将他安置在床上,并悉心照料。
§17.117.3τοῦ δὲ πάθους ἐπιτείνοντος καὶ τῶν ἰατρῶν συγκληθέντων βοηθῆσαι μὲν οὐδεὶς ἐδυνήθη, πολλοῖς δὲ πόνοις καὶ δειναῖς ἀλγηδόσι συσχεθείς, ἐπειδὴ τὸ ζῆν ἀπέγνω, περιελόμενος τὸν δακτύλιον ἔδωκε Περδίκκᾳ.
然而,病情不断恶化,虽然召集了医生,却无一人能够救治。 在遭受了许多折磨和剧烈痛苦后,当他觉得生还无望时,便摘下自己的戒指,递给了佩尔狄卡斯。
§17.117.4τῶν δὲ φίλων ἐπερωτώντων, τίνι τὴν βασιλείαν ἀπολείπεις;
当朋友们询问:“您将王国留给谁?
εἶπεν, τῷ κρατίστῳ, καὶ προσεφθέγξατο, ταύτην τελευταίαν φωνὴν προέμενος, ὅτι μέγαν ἀγῶνα αὐτῷ ἐπιτάφιον συστήσονται πάντες οἱ πρωτεύοντες τῶν φίλων.
”他回答道:“留给最强者。 ”接着他留下了他的遗言,说道,他所有的首要朋友们都将为他举办一场盛大的葬礼竞技。
§17.117.5οὗτος μὲν οὖν τὸν προειρημένον τρόπον ἐτελεύτησε βασιλεύσας ἔτη δώδεκα καὶ μῆνας ἑπτά, πράξεις δὲ μεγίστας κατεργασάμενος οὐ μόνον τῶν πρὸ αὐτοῦ βασιλευσάντων, ἀλλὰ καὶ τῶν ὕστερον ἐσομένων μέχρι τοῦ καθʼ ἡμᾶς βίου.
就这样,他以前述的方式去世了,统治了十二年零七个月,不仅超越了在他之前统治的人,而且也超越了此后直到我们这个时代的所有人,成就了最伟大的功绩。
ἐπεὶ δέ τινες τῶν συγγραφέων περὶ τῆς τελευτῆς τοῦ βασιλέως τούτου διαπεφωνήκασιν, ἀποφαινόμενοι διὰ φαρμάκου θανασίμου γεγονέναι τὸν θάνατον, ἀναγκαῖον ἡγούμεθα δεῖν μὴ παραλιπεῖν αὐτῶν τοὺς λόγους.
然而,由于一些史学家对这位国王的死因持不同意见,声称其死亡是由致命毒药所致,我们认为有必要不遗漏他们的叙述。

词汇与语法注释

  1. 17.117.1ἐπὶ τελευτῆς Ἡρακλέους μέγα ποτήριον — 意为“最后,赫拉克勒斯的大杯”。短语 ἐπὶ τελευτῆς 是表示“最后”或“在结束时”的副词性表达,属格 Ἡρακλέους 修饰 μέγα ποτήριον(大杯)。虽然在语法上也可以理解为“在赫拉克勒斯死时”,但根据宴会的上下文,将赫拉克勒斯理解为杯子的名称更为自然。
  2. 17.117.4ὅτι μέγαν ἀγῶνα αὐτῷ ἐπιτάφιον συστήσονται — 与格 αὐτῷ 是指代亚历山大自身的利益与格(“为他”)。形容词 ἐπιτάφιον(葬礼的)修饰 μέγαν ἀγῶνα(伟大的竞技),合起来意为“盛大的葬礼竞技”。这一表达是对他死后其将领(继业者)之间为争夺帝国而爆发的惨烈战争(继业者战争)的预言性与讽刺性的比喻。
  3. 17.117.5τῶν πρὸ αὐτοῦ βασιλευσάντων, ἀλλὰ καὶ τῶν ὕστερον ἐσομένων — 伴随最高级形容词 μέγιστας 的比较属格。虽然 μέγιστας 是最高级,但在该处起到了比较级的作用,表示“不仅超越在他之前统治的人,而且超越此后将出现的人,成就了最伟大的功绩”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.117.1-17.117.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.117.1-17.117.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。