§17.118.1φασὶ γὰρ Ἀντίπατρον ἐπὶ τῆς Εὐρώπης στρατηγὸν ὑπʼ αὐτοῦ καταλειφθέντα διενεχθῆναι πρὸς Ὀλυμπιάδα τὴν μητέρα τοῦ βασιλέως καὶ τὸ μὲν πρῶτον καταφρονεῖν αὐτῆς διὰ τὸ μὴ προσδέχεσθαι τὸν Ἀλέξανδρον τὰς κατʼ αὐτοῦ διαβολάς, ὕστερον δʼ αἰεὶ τῆς ἔχθρας αὐξομένης, τοῦ βασιλέως διὰ τὸ πρὸς τὸ θεῖον εὐσεβὲς πάντα βουλομένου τῇ μητρὶ χαρίζεσθαι, πολλὰς ἐμφάσεις διδόναι τῆς πρὸς αὐτὸν ἀλλοτριότητος·
というのも、彼らの言うところによれば、ヨーロッパの将軍として残されたアンティパトロスは、王の母オリンピアスと対立するようになり、最初はアレクサンドロスが自分に対する中傷を受け入れなかったために彼女を軽視していたが、後に敵意が絶えず増大し、王が神々への敬虔さゆえに母をあらゆることで喜ばせようと望んだため、王に対する敵意の兆候を多く示すようになった。
πρὸς δὲ τούτοις τῆς Παρμενίωνος καὶ Φιλώτου σφαγῆς φρίκην ἐμποιούσης τοῖς φίλοις διὰ τοῦ ἰδίου υἱοῦ τεταγμένου περὶ τὸν κύαθον δοῦναι πιεῖν θανάσιμον φάρμακον τῷ βασιλεῖ.
さらに、パルメニオンとフィロタスの殺害が友人たちに恐怖を抱かせたため、彼は給仕係に任じられていた自身の息子を通じて、王に致死の毒薬を飲ませたというのである。
§17.118.2μετὰ δὲ τὴν τελευτὴν πλεῖστον ἰσχύσαντος τῶν κατὰ τὴν Εὐρώπην καὶ μετὰ ταῦτα Κασάνδρου τοῦ υἱοῦ διαδεξαμένου τὴν βασιλείαν πολλοὺς συγγραφεῖς μὴ τολμᾶν γράψαι περὶ τῆς φαρμακείας.
そして王の死後、アンティパトロスがヨーロッパの支配者たちの中で最も強力になり、その後その息子カサンドロスが王国を引き継いだため、多くの歴史家は毒殺についてあえて書こうとはしなかったとされる。
φανερὸν δὲ γεγονέναι Κάσανδρον διʼ αὐτῶν τῶν πράξεων ἀλλοτριώτατα διακείμενον τοῖς Ἀλεξάνδρου πράγμασι·
しかし、カサンドロス自身がその行動を通じて、アレクサンドロスの遺業に対して極めて敵対的であったことは明らかになった。
τήν τε γὰρ Ὀλυμπιάδα φονεύσαντα ἄταφον ῥῖψαι καὶ τὰς ὑπʼ ἐκείνου κατασκαφείσας Θήβας ἀνοικίσαι μετὰ πολλῆς σπουδῆς.
彼はオリンピアスを殺害して埋葬もせずに遺棄し、大王によって徹底的に破壊されたテーバイを、多大な熱意をもって再建したからである。
§17.118.3μετὰ δὲ τὴν τοῦ βασιλέως τελευτὴν Σισύγγαμβρις ἡ Δαρείου μήτηρ, πολλὰ καταθρηνήσασα τήν τε Ἀλεξάνδρου τελευτὴν καὶ τὴν ἑαυτῆς ἐρημίαν, ἐπὶ τῆς ἐσχάτης τοῦ βίου γραμμῆς πρὸς τροφὴν ἐγκαρτερήσασα πεμπταία κατέστρεψε τὸν βίον, ἐπιλύπως μέν, οὐκ ἀκλεῶς δὲ προεμένη τὸ ζῆν.
王の死後、ダレイオスの母シシュガムブリスは、アレクサンドロスの死と自分自身の孤立を深く嘆き、人生の最終段階に至って食を断ち、五日目にその生涯を終えた。 悲しみに満ちてはいたが、不名誉ではなくその命を捨てたのである。
§17.118.4ἡμεῖς δὲ ἐπὶ τὴν Ἀλεξάνδρου τελευτὴν παρόντες κατὰ τὴν ἐν ἀρχῇ τῆς βίβλου πρόθεσιν τὰς τῶν διαδεξαμένων πράξεις ἐν ταῖς ἑπομέναις βίβλοις πειρασόμεθα διεξιέναι.
さて、我々はアレクサンドロスの死に到達したので、巻頭に提示した方針に従い、続く諸巻において後継者たちの事績を詳述することに努めたい。