Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.94.1-16.94.4

保萨尼亚斯刺杀腓力及其毙命

第 602 段,共 723 段 · 希腊语

内容简介

保萨尼亚斯对腓力国王怀恨在心,在诡辩家言论的鼓动下,于祭典期间将国王刺杀。他随后企图逃跑,却不慎摔倒,最终被佩尔迪卡斯等追兵击杀。

§16.94.1ὁ δὲ Παυσανίας ἀμετάθετον φυλάττων τὴν ὀργὴν ἔσπευδε μὴ μόνον παρὰ τοῦ πράξαντος λαβεῖν τιμωρίαν, ἀλλὰ καὶ παρὰ τοῦ μὴ τιμωροῦντος αὐτῷ.
但保萨尼亚斯仍怀着无法消除的愤怒,急于不仅向施害者寻仇,还要向那个不为他复仇的人复仇。
συνεπελάβετο δὲ ταύτης τῆς προαιρέσεως μάλιστα ὁ σοφιστὴς Ἑρμοκράτης.
而最促成他这一决心的,是诡辩家赫尔莫克拉特斯。
τοῦ γὰρ Παυσανίου σχολάζοντος αὐτῷ καὶ κατὰ τὴν διατριβὴν πυθομένου πῶς ἄν τις γένοιτο ἐπιφανέστατος, ὁ σοφιστὴς ἀπεκρίθη εἰ τὸν τὰ μέγιστα πράξαντα ἀνέλοι· τῇ γὰρ περὶ τούτου μνήμῃ συμπεριληφθήσεσθαι καὶ τὸν τὴν ἀναίρεσιν αὐτοῦ ποιησάμενον.
因为当保萨尼亚斯向他求学、并在日常探讨中询问如何才能变得最有名望时,这位诡辩家回答说,如果有人杀掉了那个成就了最伟大事业的人就行;因为对于后者的记忆,也会将那个实施杀害他的人一同包容进去。
§16.94.2ἀνενέγκας δὲ πρὸς τὴν ἰδίαν ὀργὴν τὸν λόγον καὶ διὰ τὸν θυμὸν οὐδεμίαν τῆς γνώμης ὑπέρθεσιν ποιησάμενος ἐν αὐτοῖς τοῖς ὑποκειμένοις ἀγῶσι τὴν ἐπιβουλὴν συνεστήσατο τοιῷδέ τινι τρόπῳ.
保萨尼亚斯将这一番话联想到自己的愤怒上,并由于激愤而对这一决定不作任何推延,就在眼下进行的竞技会中,以如下的方式策划了这场阴谋。
§16.94.3ἵππους παραστησάμενος ταῖς πύλαις παρῆλθε πρὸς τὰς εἰς τὸ θέατρον εἰσόδους ἔχων κεκρυμμένην Κελτικὴν μάχαιραν.
他在城门旁备好马匹,怀藏一把隐秘的凯尔特短剑,走向剧场的入口。
τοῦ δὲ Φιλίππου τοὺς παρακολουθοῦντας φίλους κελεύσαντος προεισελθεῖν εἰς τὸ θέατρον καὶ τῶν δορυφόρων διεστώτων, ὁρῶν τὸν βασιλέα μεμονωμένον προσέδραμε καὶ διὰ τῶν πλευρῶν διανταίαν ἐνέγκας πληγὴν τὸν μὲν βασιλέα νεκρὸν ἐξέτεινεν, αὐτὸς δʼ ἐπὶ τὰς πύλας καὶ τοὺς ἡτοιμασμένους πρὸς τὴν φυγὴν ἔθεεν ἵππους.
当腓力命令随行的朋友们先行进入剧场,且护卫们也都散开站立时,他见国王孤立无援,便冲上前去,一刀刺穿其肋部,将国王击倒在地气绝身亡,而他自己则朝城门以及为逃跑而准备好的马匹跑去。
§16.94.4εὐθὺς δὲ τῶν σωματοφυλάκων οἱ μὲν πρὸς τὸ σῶμα τοῦ βασιλέως ὥρμησαν, οἱ δʼ ἐπὶ τὸν τοῦ σφαγέως διωγμὸν ἐξεχύθησαν, ἐν οἷς ὑπῆρχον καὶ Λεόννατος καὶ Περδίκκας καὶ Ἄτταλος.
随即,近身护卫们有的冲向国王的遗体,有的则一拥而上去追捕凶手,其中也包括列昂纳图斯、佩尔迪卡斯和阿塔罗斯。
ὁ δὲ Παυσανίας προλαβὼν τῆς διώξεως ἔφθασεν ἂν ἐπὶ τὸν ἵππον ἀναπηδήσας, εἰ μὴ τῆς ὑποδέσεως περὶ ἄμπελόν τινα περιπλακείσης ἔπεσεν.
而保萨尼亚斯在追捕中占得先机,若非他的鞋子被一株葡萄藤缠住而摔倒,他本已成功跃上马背逃走。
διόπερ οἱ περὶ τὸν Περδίκκαν καταλαβόντες αὐτὸν ἐκ τῆς γῆς ἀνιστάμενον καὶ συγκεντήσαντες ἀνεῖλον.
因此,佩尔迪卡斯等追兵赶上了正从地上爬起来的他,并乱刀刺死了他。

词汇与语法注释

  1. 16.94.1παρὰ τοῦ μὴ τιμωροῦντος αὐτῷ — 分词 τιμωροῦντος 与否定词 μὴ 连用,相当于无先行词的关系从句(“向那个不……的人”)。动词 τιμωρέω 接宾格时意为“惩罚”,但接与格(此处为 αὐτῷ)时意为“为某人复仇”、“帮助某人”。因此,该句指“不为他(保萨尼亚斯)复仇的人”(即腓力国王)。
  2. 16.94.1εἰ τὸν τὰ μέγιστα πράξαντα ἀνέλοι — 间接引语中条件从句的希求法(optative)。赫尔莫克拉特斯的直接引语“如果你杀掉”(εἰ ἀνέλοις)在主句过去时态动词(ἀπεκρίθη)的影响下,仍以希求法(ἀνέλοι)形式保留。相当于“他就会变得最有名”的主句结论从句,因其在上下文里很明显而被省略。
  3. 16.94.4ἔφθασεν ἂν ἐπὶ τὸν ἵππον ἀναπηδήσας — 动词 φθάνω 与分词(ἀναπηδήσας)结合,并与表示与过去事实相反的助词 ἄν 及直陈式过去时(ἔφθασεν)连用。φθάνω 接分词意为“抢先做某事”。因此,整句表示“他本会抢先一步(在被捕前)跃上马背逃走”,与之对应的条件从句为后文的 εἰ μὴ ... ἔπεσεν。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.94.1-16.94.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.94.1-16.94.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。