§16.74.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Νικομάχου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Μάρκιον καὶ Τίτον Μάλλιον Τορκουᾶτον.
在尼科马科斯担任雅典执政官期间,罗马人任命盖乌斯·马尔基乌斯和提图斯·马尼乌斯·托尔夸图斯为执政官。
ἐπὶ δὲ τούτων Φωκίων μὲν ὁ Ἀθηναῖος κατεπολέμησε Κλείταρχον τὸν Ἐρετρίας τύραννον καθεσταμένον ὑπὸ Φιλίππου.
在他们任职期间,雅典人福基翁击败了由腓力所扶植的埃雷特里亚僭主克雷塔尔科斯。
§16.74.2κατὰ δὲ τὴν Καρίαν Πιζώδαρος ὁ νεώτερος τῶν ἀδελφῶν ἐξέβαλεν ἐκ τῆς δυναστείας Ἄδαν καὶ ἐδυνάστευσεν ἔτη πέντε ἕως ἐπὶ τὴν Ἀλεξάνδρου διάβασιν εἰς τὴν Ἀσίαν.
在卡里亚,兄弟中较年轻的皮克索达罗斯将阿达逐出统治地位,并统治了五年,直到亚历山大渡海进入亚洲。
Φίλιππος δὲ ἀεὶ μᾶλλον αὐξόμενος ἐπὶ τὴν Πέρινθον ἐστράτευσεν, ἐναντιουμένην μὲν ἑαυτῷ, πρὸς δὲ Ἀθηναίους ἀποκλίνουσαν.
腓力实力日益增强,向敌对并倾向于雅典人的佩林托斯进军。
συστησάμενος δὲ πολιορκίαν καὶ μηχανὰς προσάγων τῇ πόλει καθʼ ἡμέραν ἐκ διαδοχῆς προσέβαλλεν τοῖς τείχεσιν.
他展开包围,将攻城器械运至城下,每日轮流攻击城墙。
§16.74.3ὀγδοηκονταπήχεις δὲ πύργους κατασκευάσας, ὑπεραίροντας πολὺ τῶν κατὰ τὴν Πέρινθον πύργων, ἐξ ὑπεροχῆς κατεπόνει τοὺς πολιορκουμένους· ὁμοίως δὲ καὶ διὰ τῶν κριῶν σαλεύων τὰ τείχη καὶ διὰ τῆς μεταλλείας ὑπορύττων ἐπὶ πολὺ μέρος τὸ τεῖχος κατέβαλεν.
他建造了高达八十肘的塔楼,远远超过佩林托斯的塔楼,从居高临下的优势地位折磨被包围的人;同样地,他用撞墙锤震动城墙,并通过开挖地道从下方挖掘,摧毁了大片城墙。
ἀμυνομένων δὲ τῶν Περινθίων εὐρώστως καὶ ταχὺ τεῖχος ἕτερον ἀντοικοδομησάντων ἀγῶνες θαυμαστοὶ καὶ τειχομαχίαι συνίσταντο.
然而,佩林托斯人强力抵抗,并迅速在对侧建造了另一堵墙,展开了惊人的战斗和攻防战。
§16.74.4μεγάλης δὲ φιλοτιμίας ἐξ ἀμφοτέρων συνισταμένης ὁ μὲν βασιλεὺς πολλοὺς ἔχων καὶ παντοδαποὺς ὀξυβελεῖς διὰ τούτων τοὺς ἐπὶ τῶν ἐπάλξεων διαγωνιζομένους διέφθειρεν, οἱ δὲ Περίνθιοι πολλοὺς καθʼ ἡμέραν ἀποβάλλοντες συμμαχίαν καὶ βέλη καὶ καταπέλτας παρὰ τῶν Βυζαντίων προσελάβοντο.
双方都激起了极大的好胜心,国王拥有许多各种各样的发射弩,借此消灭了在城垛上战斗的人,而每日遭受惨重损失的佩林托斯人则从拜占庭人那里得到了援军、箭矢和投石机。
§16.74.5ἐξισωθέντες οὖν πάλιν τοῖς πολεμίοις ἀνεθάρρησαν καὶ τετολμηκότως τοὺς ὑπὲρ τῆς πατρίδος κινδύνους ὑπέμενον.
因此,他们再次与敌人并驾齐驱,重新鼓起勇气,为了祖国英勇地面对危险。
οὐ μὴν ὁ βασιλεὺς ἔληγε τῆς φιλοτιμίας, ἀλλὰ διελόμενος τὰς δυνάμεις εἰς πλείω μέρη συνεχῶς ἐκ διαδοχῆς ἐτειχομάχει καὶ καθʼ ἡμέραν καὶ νύκτωρ.
然而,国王并未停止他的竞争,而是将他的军队分成几个部分,日夜不停地轮流攻击城墙。
τρισμυρίους δʼ ἔχων στρατιώτας καὶ βελῶν καὶ μηχανῶν πολιορκητικῶν πλῆθος, ἔτι δὲ τὰς ἄλλας μηχανὰς ἀνυπερβλήτους κατεπόνει τοὺς πολιορκουμένους.
他拥有三万名士兵、大量的箭矢和攻城器械,以及其他无与伦比的装备,使被包围的人疲惫不堪。