Humanitext Reader

柏拉图 · 理想国 §4.425-4.426

优良教育的作用与细枝末节立法的无益

第 54 段,共 153 段 · 希腊语

内容简介

苏格拉底阐明,如果教育培养了守法的精神,就无需为商业契约或日常礼仪制定繁琐的法律和规则。他指出,在不改革根本体制的情况下不断制定和修改枝节法律,就像不愿改变不良生活习惯的病人在不断寻求新药,或者是徒劳地砍杀许德拉的头颅一样无益。

§4.425οὐκοῦν, ὃ ἐξ ἀρχῆς ἐλέγομεν, τοῖς ἡμετέροις παισὶν ἐννομωτέρου εὐθὺς παιδιᾶς μεθεκτέον, ὡς παρανόμου γιγνομένης αὐτῆς καὶ παίδων τοιούτων ἐννόμους τε καὶ σπουδαίους ἐξ αὐτῶν ἄνδρας αὐξάνεσθαι ἀδύνατον ὄν;
因此,正如我们起初所说,我们的孩子们必须从一开始就参与更守法的游戏,因为如果游戏变得不守法,孩子们也变得像它一样,那么要从他们之中培养出守法且优秀的人,是不可能的。
πῶς δʼ οὐχί;
“怎么会不是这样呢?
ἔφη.
”他说。
ὅταν δὴ ἄρα καλῶς ἀρξάμενοι παῖδες παίζειν εὐνομίαν διὰ τῆς μουσικῆς εἰσδέξωνται, πάλιν τοὐναντίον ἢ ʼκείνοις εἰς πάντα συνέπεταί τε καὶ αὔξει, ἐπανορθοῦσα εἴ τι καὶ πρότερον τῆς πόλεως ἔκειτο.
“那么,当孩子们有了一个好的开端,通过音乐在游戏中接受了守秩序的精神时,这又会与前一种情况相反,在一切事情上跟随着并促进它们的增长,纠正以前城邦中所忽视的任何事物。
ἀληθῆ μέντοι, ἔφη.
”“确实如此,”他说。
καὶ τὰ σμικρὰ ἄρα, εἶπον, δοκοῦντα εἶναι νόμιμα ἐξευρίσκουσιν οὗτοι, ἃ οἱ πρότερον ἀπώλλυσαν πάντα.
“因此,”我说,“他们会重新发现那些似乎微不足道的细小习惯,而这些习惯是前人完全丢弃了的。
τὰ ποῖα;
”“什么样的习惯?
τὰ τοιάδε· σιγάς τε τῶν νεωτέρων παρὰ πρεσβυτέροις ἃς πρέπει, καὶ κατακλίσεις καὶ ὑπαναστάσεις καὶ γονέων θεραπείας, καὶ κουράς γε καὶ ἀμπεχόνας καὶ ὑποδέσεις καὶ ὅλον τὸν τοῦ σώματος σχηματισμὸν καὶ τἆλλα ὅσα τοιαῦτα.
” “比如这些:年轻人在年长者面前在适当时候保持沉默、让座、起立、孝敬父母,以及理发、穿衣、鞋履,乃至整个身体的仪态,以及所有其他类似的事情。
ἢ οὐκ οἴει;
你不这样认为吗?
ἔγωγε.
”“我确实这样认为。
νομοθετεῖν δʼ αὐτὰ οἶμαι εὔηθες· οὔτε γάρ που γίγνεται οὔτʼ ἂν μείνειεν λόγῳ τε καὶ γράμμασιν νομοθετηθέντα.
”“但为这些事情立法,我认为是愚蠢的;因为这些事情即使通过言语和文字被确立为法律,既不会产生,也不会持久。
πῶς γάρ;
”“怎么会呢?
κινδυνεύει γοῦν, ἦν δʼ ἐγώ, ὦ Ἀδείμαντε, ἐκ τῆς παιδείας ὅποι ἄν τις ὁρμήσῃ, τοιαῦτα καὶ τὰ ἑπόμενα εἶναι.
”“因此,阿得曼托斯,”我说,“从教育中无论一个人朝哪个方向出发,其后果都将是同类的。
ἢ οὐκ ἀεὶ τὸ ὅμοιον ὂν ὅμοιον παρακαλεῖ;
难道不是相似者总是召呼相似者吗?
τί μήν;
”“当然。
καὶ τελευτῶν δὴ οἶμαι φαῖμεν ἂν εἰς ἕν τι τέλεον καὶ νεανικὸν ἀποβαίνειν αὐτὸ ἢ ἀγαθὸν ἢ καὶ τοὐναντίον.
”“最后,我想我们会说,它会产生出某种单一、完美且强有力的结果,或是善的,或是其反面。
τί γὰρ οὔκ;
”“确实,怎么会不呢?
ἦ δʼ ὅς.
”他说。
ἐγὼ μὲν τοίνυν, εἶπον, διὰ ταῦτα οὐκ ἂν ἔτι τὰ τοιαῦτα ἐπιχειρήσαιμι νομοθετεῖν.
“因此,”我说,“由于这些原因,我不会再尝试为这些事情立法。
εἰκότως γʼ, ἔφη.
”“理所当然,”他说。
τί δέ, ὦ πρὸς θεῶν, ἔφην, τάδε τὰ ἀγοραῖα, συμβολαίων τε πέρι κατʼ ἀγορὰν ἕκαστοι ἃ πρὸς ἀλλήλους συμβάλλουσιν, εἰ δὲ βούλει, καὶ χειροτεχνικῶν περὶ συμβολαίων καὶ λοιδοριῶν καὶ αἰκίας καὶ δικῶν λήξεως καὶ δικαστῶν καταστάσεως, καὶ εἴ που τελῶν τινες ἢ πράξεις ἢ θέσεις ἀναγκαῖοί εἰσιν ἢ κατʼ ἀγορὰς ἢ λιμένας, ἢ καὶ τὸ παράπαν ἀγορανομικὰ ἄττα ἢ ἀστυνομικὰ ἢ ἐλλιμενικὰ ἢ ὅσα ἄλλα τοιαῦτα, τούτων τολμήσομέν τι νομοθετεῖν;
“但是,凭着神明起誓,”我说,“关于这些市场上的事情,关于人们在市场上互相签订的契约,或者如果你愿意,关于工匠的契约、侮辱、暴行、诉讼的提起、裁判官的任命,以及在市场或港口所必需的关税征收或规定,或者总的来说市场、城市、港口的管理条例,或任何其他类似的事情——我们敢于为这些事情立法吗?
ἀλλʼ οὐκ ἄξιον, ἔφη, ἀνδράσι καλοῖς κἀγαθοῖς ἐπιτάττειν·
”“但不值得对优秀的体面人下达这样的命令,”他说。
τὰ πολλὰ γὰρ αὐτῶν, ὅσα δεῖ νομοθετήσασθαι, ῥᾳδίως που εὑρήσουσιν.
“因为这些事情中大部分需要立法的,他们自己很容易就能找到。
ναί, ὦ φίλε, εἶπον, ἐάν γε θεὸς αὐτοῖς διδῷ σωτηρίαν τῶν νόμων ὧν ἔμπροσθεν διήλθομεν.
”“是的,我的朋友,”我说,“如果神确实允许他们保持我们先前讨论过的那些法律的话。
εἰ δὲ μή γε, ἦ δʼ ὅς, πολλὰ τοιαῦτα τιθέμενοι ἀεὶ καὶ ἐπανορθούμενοι τὸν βίον διατελοῦσιν, οἰόμενοι ἐπιλήψεσθαι τοῦ βελτίστου.
”“否则,”他说,“他们会不断制定并修改许多这样的法律以度过余生,以为这样能达到最完美的境界。
λέγεις, ἔφην ἐγώ, βιώσεσθαι τοὺς τοιούτους ὥσπερ τοὺς κάμνοντάς τε καὶ οὐκ ἐθέλοντας ὑπὸ ἀκολασίας ἐκβῆναι πονηρᾶς διαίτης.
”“你是说,”我说,“这样的人的生活,将像那些病重却因放纵而不愿放弃不良生活习惯的患者一样。
§4.426πάνυ μὲν οὖν.
” “正是如此。
καὶ μὴν οὗτοί γε χαριέντως διατελοῦσιν· ἰατρευόμενοι γὰρ οὐδὲν περαίνουσιν, πλήν γε ποικιλώτερα καὶ μείζω ποιοῦσι τὰ νοσήματα, καὶ ἀεὶ ἐλπίζοντες, ἐάν τις φάρμακον συμβουλεύσῃ, ὑπὸ τούτου ἔσεσθαι ὑγιεῖς.
” “而且确实,这些人过着滑稽的生活;因为他们虽然接受治疗,却毫无效果,只是使疾病变得更复杂、更严重,但他们总是盼望,如果有人推荐一种药,他们就会因此康复。
πάνυ γάρ, ἔφη, τῶν οὕτω καμνόντων τὰ τοιαῦτα πάθη.
”“确实,”他说,“那些病重的人的状况正是这样的。
τί δέ;
”“那么这个呢?
ἦν δʼ ἐγώ·
”我说。
τόδε αὐτῶν οὐ χαρίεν, τὸ πάντων ἔχθιστον ἡγεῖσθαι τὸν τἀληθῆ λέγοντα, ὅτι πρὶν ἂν μεθύων καὶ ἐμπιμπλάμενος καὶ ἀφροδισιάζων καὶ ἀργῶν παύσηται, οὔτε φάρμακα οὔτε καύσεις οὔτε τομαὶ οὐδʼ αὖ ἐπῳδαὶ αὐτὸν οὐδὲ περίαπτα οὐδὲ ἄλλο τῶν τοιούτων οὐδὲν ὀνήσει;
“在他们看来,把对他们说真话的人视为最大的敌人,这难道不滑稽吗? 那真话就是:除非他停止醉酒、暴食、好色和懒惰,否则药物、烧灼、手术、以及咒语、护身符,或任何其他这类东西,都对他毫无益处。
οὐ πάνυ χαρίεν, ἔφη· τὸ γὰρ τῷ εὖ λέγοντι χαλεπαίνειν οὐκ ἔχει χάριν.
”“一点也不滑稽,”他说,“因为对好意劝告的人生气是没有什么好处的。
οὐκ ἐπαινέτης εἶ, ἔφην ἐγώ, ὡς ἔοικας, τῶν τοιούτων ἀνδρῶν.
”“看来,你不是这种人的赞赏者,”我说。
οὐ μέντοι μὰ Δία.
“凭宙斯起誓,确实不是。
οὐδʼ ἂν ἡ πόλις ἄρα, ὅπερ ἄρτι ἐλέγομεν, ὅλη τοιοῦτον ποιῇ, οὐκ ἐπαινέσῃ.
”“那么,如果整个城邦,正如我们刚才所说,也做出同样的事情,你也不会赞赏。
ἢ οὐ φαίνονταί σοι ταὐτὸν ἐργάζεσθαι τούτοις τῶν πόλεων ὅσαι κακῶς πολιτευόμεναι προαγορεύουσι τοῖς πολίταις τὴν μὲν κατάστασιν τῆς πόλεως ὅλην μὴ κινεῖν, ὡς ἀποθανουμένους, ὃς ἂν τοῦτο δρᾷ· ὃς δʼ ἂν σφᾶς οὕτω πολιτευομένους ἥδιστα θεραπεύῃ καὶ χαρίζηται ὑποτρέχων καὶ προγιγνώσκων τὰς σφετέρας βουλήσεις καὶ ταύτας δεινὸς ᾖ ἀποπληροῦν, οὗτος ἄρα ἀγαθός τε ἔσται ἀνὴρ καὶ σοφὸς τὰ μεγάλα καὶ τιμήσεται ὑπὸ σφῶν;
或者,那些治理不善的城邦,向市民宣告不得触动整个城邦的体制,否则将被处死;而与此同时,谁若能在这套体制下最讨好地侍奉他们,曲意逢迎,预先察觉他们的意愿并擅长予以满足,谁就会被他们视为好人,在大事上聪明,并受到他们的尊崇,这难道不是在做和那些病人同样的事情吗?
ταὐτὸν μὲν οὖν, ἔφη, ἔμοιγε δοκοῦσι δρᾶν, καὶ οὐδʼ ὁπωστιοῦν ἐπαινῶ.
”“在我看来,他们确实在做同样的事情,”他说,“我绝不赞赏。
τί δʼ αὖ τοὺς ἐθέλοντας θεραπεύειν τὰς τοιαύτας πόλεις καὶ προθυμουμένους;
” “但是,那些乐于侍奉这些城邦且热心于此的人呢?
οὐκ ἄγασαι τῆς ἀνδρείας τε καὶ εὐχερείας;
你难道不赞美他们的勇气和顺从吗?
ἔγωγʼ, ἔφη, πλήν γʼ ὅσοι ἐξηπάτηνται ὑπʼ αὐτῶν καὶ οἴονται τῇ ἀληθείᾳ πολιτικοὶ εἶναι, ὅτι ἐπαινοῦνται ὑπὸ τῶν πολλῶν.
”“我赞美,”他说,“但那些被他们欺骗,并因为受到大众赞美就以为自己真的是政治家的人除外。
πῶς λέγεις;
”“你这是什么意思?
οὐ συγγιγνώσκεις, ἦν δʼ ἐγώ, τοῖς ἀνδράσιν;
你不宽容这些人吗? ”我说。
ἢ οἴει οἷόν τʼ εἶναι ἀνδρὶ μὴ ἐπισταμένῳ μετρεῖν, ἑτέρων τοιούτων πολλῶν λεγόντων ὅτι τετράπηχύς ἐστιν, αὐτὸν ταῦτα μὴ ἡγεῖσθαι περὶ αὑτοῦ;
“还是你认为,一个不懂得测量的人,在听到许多类似的人对他说他有四肘高时,能不产生关于自己的这种想法吗?
οὐκ αὖ, ἔφη, τοῦτό γε.
”“那倒不能,”他说。
μὴ τοίνυν χαλέπαινε· καὶ γάρ πού εἰσι πάντων χαριέστατοι οἱ τοιοῦτοι, νομοθετοῦντές τε οἷα ἄρτι διήλθομεν καὶ ἐπανορθοῦντες, ἀεὶ οἰόμενοί τι πέρας εὑρήσειν περὶ τὰ ἐν τοῖς συμβολαίοις κακουργήματα καὶ περὶ ἃ νυνδὴ ἐγὼ ἔλεγον, ἀγνοοῦντες ὅτι τῷ ὄντι ὥσπερ Ὕδραν τέμνουσιν.
“那么就不要生气了;因为这些人确实是所有人中最滑稽的,他们制定我们刚才所说的法律并不断修改,总是以为自己能在契约中的欺诈以及我刚才提到的其他事情中找到一个界限,却不知道他们实际上是在砍杀许德拉的头。 ”

词汇与语法注释

  1. 425aὡς παρανόμου γιγνομένης αὐτῆς καὶ παίδων τοιούτων ἐννόμους τε καὶ σπουδαίους ἐξ αὐτῶν ἄνδρας αὐξάνεσθαι ἀδύνατον ὄν — 该句结合了由 ὡς 引导的属格独立结构(παρανόμου γιγνομένης αὐτῆς)与随后的宾格绝对结构(ἀδύνατον ὄν)。无人称表达 ἀδύνατον ὄν 的逻辑主语是带不定式结构 ἐννόμους τε καὶ σπουδαίους ἐξ αὐτῶν ἄνδρας αὐξάνεσθαι。
  2. 425cκινδυνεύει ... ἐκ τῆς παιδείας ὅποι ἄν τις ὁρμήσῃ, τοιαῦτα καὶ τὰ ἑπόμενα εἶναι — 动词 κινδυνεύει 在此作无人称使用(意为“往往”、“有……的危险”),支配不定式 εἶναι,其主语为复格主语 τὰ ἑπόμενα。关系从句 ὅποι ἄν... 修饰介词短语 ἐκ τῆς παιδείας。
  3. 426aὅτι πρὶν ἂν μεθύων καὶ ἐμπιμπλάμενος καὶ ἀφροδισιάζων καὶ ἀργῶν παύσηται, οὔτε φάρμακα ... ὀνήσει — 在 ὅτι 引导的从句内部,嵌套了一个由 πρὶν ἄν 加上虚拟语气(παύσηται)构成的条件时间从句(“除非他停止……”)。该从句的主句动词为 ὀνήσει(“将有益于”),以 αὐτόν 为宾语,并以各种药物(φάρμακα等)为主语。

引用这一段

柏拉图, 理想国 §4.425-4.426. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:4.425-4.426

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。