Humanitext Reader

柏拉图 · 理想国 §3.410-3.411

通过体育与音乐调和灵魂中的激情与爱智

第 47 段,共 153 段 · 希腊语

内容简介

苏格拉底主张,适当的医术与司法制度应当根据公民的天赋素养进行处置,任由身体不合格的人死去并处死灵魂无可救药的人。他还指出,体育和音乐教育都是为了使灵魂中的“激情”与“爱智”达到和谐,偏废其一会导致野蛮或软弱。

§3.410οὐκοῦν καὶ ἰατρικήν, οἵαν εἴπομεν, μετὰ τῆς τοιαύτης δικαστικῆς κατὰ πόλιν νομοθετήσεις, αἳ τῶν πολιτῶν σοι τοὺς μὲν εὐφυεῖς τὰ σώματα καὶ τὰς ψυχὰς θεραπεύσουσι, τοὺς δὲ μή, ὅσοι μὲν κατὰ σῶμα τοιοῦτοι, ἀποθνῄσκειν ἐάσουσιν, τοὺς δὲ κατὰ τὴν ψυχὴν κακοφυεῖς καὶ ἀνιάτους αὐτοὶ ἀποκτενοῦσιν;
“那么,你是否将在城邦中立法确立我们所说的那种医术,以及这样一种司法制度,它们将为你照料公民中那些身体和灵魂都具有优良天赋的人,而对于其余的人,它们将任由那些身体不合格的人死去,并亲自处死那些灵魂天生邪恶且无可救药的人?
τὸ γοῦν ἄριστον, ἔφη, αὐτοῖς τε τοῖς πάσχουσιν καὶ τῇ πόλει οὕτω πέφανται. οἱ δὲ δὴ νέοι, ἦν δʼ ἐγώ, δῆλον ὅτι εὐλαβήσονταί σοι δικαστικῆς εἰς χρείαν ἰέναι, τῇ ἁπλῇ ἐκείνῃ μουσικῇ χρώμενοι ἣν δὴ ἔφαμεν σωφροσύνην ἐντίκτειν. τί μήν;
”“至少,这对患者自身和城邦而言都是最好的办法,事情已经很清楚了。
ἔφη.
”他说。 “至于年轻人,”我说,“显然,他们会通过使用我们曾说过能孕育节制的、那种简单的音乐,从而小心地避免需要诉诸司法制度。 ”“那还用说吗? ”他说。
ἆρʼ οὖν οὐ κατὰ ταὐτὰ ἴχνη ταῦτα ὁ μουσικὸς γυμναστικὴν διώκων, ἐὰν ἐθέλῃ, αἱρήσει, ὥστε μηδὲν ἰατρικῆς δεῖσθαι ὅτι μὴ ἀνάγκη;
“那么,爱乐之人如果沿着这些相同的足迹去追求体育,如果他愿意,是不是就能达到完全不需要医术、除非迫不得已的境地?
ἔμοιγε δοκεῖ.
”“在我看来确实如此。
αὐτά γε μὴν τὰ γυμνάσια καὶ τοὺς πόνους πρὸς τὸ θυμοειδὲς τῆς φύσεως βλέπων κἀκεῖνο ἐγείρων πονήσει μᾶλλον ἢ πρὸς ἰσχύν, οὐχ ὥσπερ οἱ ἄλλοι ἀθληταὶ ῥώμης ἕνεκα σιτία καὶ πόνους μεταχειριεῖται.
”“确实,他进行那些体育训练和劳苦,是着眼于天性中具有激情的部分并去唤醒它,而不是为了力量;他不会像其他运动员那样,为了体魄而控制饮食和训练。
ὀρθότατα, ἦ δʼ ὅς.
”“非常正确。 ”他说。
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ὦ Γλαύκων, καὶ οἱ καθιστάντες μουσικῇ καὶ γυμναστικῇ παιδεύειν οὐχ οὗ ἕνεκά τινες οἴονται καθιστᾶσιν, ἵνα τῇ μὲν τὸ σῶμα θεραπεύοιντο, τῇ δὲ τὴν ψυχήν;
“那么,格劳孔,”我说,“那些设立音乐和体育教育的人,难道不是为了某些人所想的目的——即用一者治疗身体,用另一者治疗灵魂——而设立的吗?
ἀλλὰ τί μήν;
”“那又是为了什么呢?
ἔφη.
”他说。
κινδυνεύουσιν, ἦν δʼ ἐγώ, ἀμφότερα τῆς ψυχῆς ἕνεκα τὸ μέγιστον καθιστάναι.
“他们似乎,”我说,“设立这两者最主要是为了灵魂。
πῶς δή;
”“怎么说呢?
οὐκ ἐννοεῖς, εἶπον, ὡς διατίθενται αὐτὴν τὴν διάνοιαν οἳ ἂν γυμναστικῇ μὲν διὰ βίου ὁμιλήσωσιν, μουσικῆς δὲ μὴ ἅψωνται;
”“你难道没注意到,”我说,“那些终生只从事体育锻炼而不接触音乐的人,其理智本身处于何种状态?
ἢ αὖ ὅσοι ἂν τοὐναντίον διατεθῶσιν;
或者相反,那些处于完全相反状态的人又是如何?
τίνος δέ, ἦ δʼ ὅς, πέρι λέγεις;
”“你指的是关于什么? ”他说。
ἀγριότητός τε καὶ σκληρότητος, καὶ αὖ μαλακίας τε καὶ ἡμερότητος, ἦν δʼ ἐγώ— ἔγωγε, ἔφη·
“粗暴与顽固,以及温和与软弱。 ”我说。
ὅτι οἱ μὲν γυμναστικῇ ἀκράτῳ χρησάμενοι ἀγριώτεροι τοῦ δέοντος ἀποβαίνουσιν, οἱ δὲ μουσικῇ μαλακώτεροι αὖ γίγνονται ἢ ὡς κάλλιον αὐτοῖς.
——“我明白,”他说,“那些只接受纯粹体育训练的人变得比应当的更为粗暴,而那些只接触音乐的人则变得比对他们而言更好的状态更为软弱。
καὶ μήν, ἦν δʼ ἐγώ, τό γε ἄγριον τὸ θυμοειδὲς ἂν τῆς φύσεως παρέχοιτο, καὶ ὀρθῶς μὲν τραφὲν ἀνδρεῖον ἂν εἴη, μᾶλλον δʼ ἐπιταθὲν τοῦ δέοντος σκληρόν τε καὶ χαλεπὸν γίγνοιτʼ ἄν, ὡς τὸ εἰκός.
”“确实,”我说,“粗暴是由天性中的激情部分提供的,若能得到正确抚育,就会成为勇敢;但若过度拉紧,自然就会变得顽固而刻薄。
δοκεῖ μοι, ἔφη.
”“我觉得是这样。 ”他说。
τί δέ;
“那么温和呢?
τὸ ἥμερον οὐχ ἡ φιλόσοφος ἂν ἔχοι φύσις, καὶ μᾶλλον μὲν ἀνεθέντος αὐτοῦ μαλακώτερον εἴη τοῦ δέοντος, καλῶς δὲ τραφέντος ἥμερόν τε καὶ κόσμιον;
难道不是爱智的天性所拥有的吗? 如果它被过度放松,就会比应当的更为软弱,但若抚育得当,就会变得温和而有规矩?
ἔστι ταῦτα.
”“正是如此。
δεῖν δέ γέ φαμεν τοὺς φύλακας ἀμφοτέρα ἔχειν τούτω τὼ φύσει.
”“但我们说过,守卫者必须同时具备这两种天性。
δεῖ γάρ.
”“确实必须。
οὐκοῦν ἡρμόσθαι δεῖ αὐτὰς πρὸς ἀλλήλας;
”“那么,它们难道不应当相互协调吗?
πῶς δʼ οὔ;
”“怎么不应当呢?
§3.411καὶ τοῦ μὲν ἡρμοσμένου σώφρων τε καὶ ἀνδρεία ἡ ψυχή;
” “而相互协调的人,其灵魂既是节制的又是勇敢的吗?
πάνυ γε.
”“完全如此。
τοῦ δὲ ἀναρμόστου δειλὴ καὶ ἄγροικος;
”“而不协调的人,其灵魂则是懦弱和粗野的吗?
καὶ μάλα.
”“确实如此。
οὐκοῦν ὅταν μέν τις μουσικῇ παρέχῃ καταυλεῖν καὶ καταχεῖν τῆς ψυχῆς διὰ τῶν ὤτων ὥσπερ διὰ χώνης ἃς νυνδὴ ἡμεῖς ἐλέγομεν τὰς γλυκείας τε καὶ μαλακὰς καὶ θρηνώδεις ἁρμονίας, καὶ μινυρίζων τε καὶ γεγανωμένος ὑπὸ τῆς ᾠδῆς διατελῇ τὸν βίον ὅλον, οὗτος τὸ μὲν πρῶτον, εἴ τι θυμοειδὲς εἶχεν, ὥσπερ σίδηρον ἐμάλαξεν καὶ χρήσιμον ἐξ ἀχρήστου καὶ σκληροῦ ἐποίησεν· ὅταν δʼ ἐπέχων μὴ ἀνιῇ ἀλλὰ κηλῇ, τὸ δὴ μετὰ τοῦτο ἤδη τήκει καὶ λείβει, ἕως ἂν ἐκτήξῃ τὸν θυμὸν καὶ ἐκτέμῃ ὥσπερ νεῦρα ἐκ τῆς ψυχῆς καὶ ποιήσῃ μαλθακὸν αἰχμητήν.
”“因此,当有人允许音乐用笛声吹奏,并通过耳朵像通过漏斗一样将我们刚才所说的那种甜美、柔和、哀怨的调子注入他的灵魂,并且在一生中都因歌唱而低吟和陶醉时,起初,如果他体内有任何激情的部分,他就会像锻铁般使其变软,使其从无用而坚硬变得有用;但当他不放手而是继续沉迷时,此后它就已经熔化并流失,直到熔尽他的激情,并斩断灵魂中的神经,使其成为 ‘软弱的战士’。
πάνυ μὲν οὖν, ἔφη.
”“完全如此,”他说。
καὶ ἐὰν μέν γε, ἦν δʼ ἐγώ, ἐξ ἀρχῆς φύσει ἄθυμον λάβῃ, ταχὺ τοῦτο διεπράξατο· ἐὰν δὲ θυμοειδῆ, ἀσθενῆ ποιήσας τὸν θυμὸν ὀξύρροπον ἀπηργάσατο, ἀπὸ σμικρῶν ταχὺ ἐρεθιζόμενόν τε καὶ κατασβεννύμενον.
“而且,”我说,“如果他起初天生就缺乏激情,他会很快达到这一步;但如果是具有激情的人,通过使激情变弱,他会使其变得易于波动,因小事而迅速激怒又迅速平息。
ἀκράχολοι οὖν καὶ ὀργίλοι ἀντὶ θυμοειδοῦς γεγένηνται, δυσκολίας ἔμπλεῳ.
因此,他们变得脾气暴躁和易怒,而不是具有激情,充满了不顺从。
κομιδῇ μὲν οὖν.
”“确实如此。
τί δὲ ἂν αὖ γυμναστικῇ πολλὰ πονῇ καὶ εὐωχῆται εὖ μάλα, μουσικῆς δὲ καὶ φιλοσοφίας μὴ ἅπτηται;
”“而相反,如果一个人在体育中承受许多劳苦并大饱口福,却不接触音乐和哲学,情况会如何?
οὐ πρῶτον μὲν εὖ ἴσχων τὸ σῶμα φρονήματός τε καὶ θυμοῦ ἐμπίμπλαται καὶ ἀνδρειότερος γίγνεται αὐτὸς αὑτοῦ;
起初,他的身体处于良好状态,难道不会充满自负和激情,并变得比以前更勇敢吗?
καὶ μάλα γε.
”“确实非常勇敢。
τί δὲ ἐπειδὰν ἄλλο μηδὲν πράττῃ μηδὲ κοινωνῇ Μούσης μηδαμῇ;
”“但当他不再做别的事,也不与任何缪斯交往时,情况又会如何?
οὐκ εἴ τι καὶ ἐνῆν αὐτοῦ φιλομαθὲς ἐν τῇ ψυχῇ, ἅτε οὔτε μαθήματος γευόμενον οὐδενὸς οὔτε ζητήματος, οὔτε λόγου μετίσχον οὔτε τῆς ἄλλης μουσικῆς, ἀσθενές τε καὶ κωφὸν καὶ τυφλὸν γίγνεται, ἅτε οὐκ ἐγειρόμενον οὐδὲ τρεφόμενον οὐδὲ διακαθαιρομένων τῶν αἰσθήσεων αὐτοῦ;
如果他的灵魂中曾有任何好学的心,由于尝不到任何学习或探究,也无法分享言论或其他的音乐,难道它不会变得虚弱、耳聋和眼瞎,因为它没有被唤醒或抚育,其感官也没有被彻底净化吗?
οὕτως, ἔφη.
”“确实如此,”他说。
μισόλογος δὴ οἶμαι ὁ τοιοῦτος γίγνεται καὶ ἄμουσος, καὶ πειθοῖ μὲν διὰ λόγων οὐδὲν ἔτι χρῆται, βίᾳ δὲ καὶ ἀγριότητι ὥσπερ θηρίον πρὸς πάντα διαπράττεται, καὶ ἐν ἀμαθίᾳ καὶ σκαιότητι μετὰ ἀρρυθμίας τε καὶ ἀχαριστίας ζῇ.
“我想,这样的人会变得讨厌言论且毫无文化,不再使用通过言论的说服,而是通过暴力和野蛮,像野兽一样处理一切事情,并在无知、笨拙以及不和谐和无礼中生活。
παντάπασιν, ἦ δʼ ὅς, οὕτως ἔχει.
”“完全如此,”他说。

词汇与语法注释

  1. 410aνομοθετήσεις — 动词 νομοθετέω(立法)的将来时第二人称单数形式,或名词 νομοθέτησις(立法)的复数宾格。此处解释为将来时动词形式(指“你将在城邦中立法”确立这些制度),其后的关系代词 αἳ 指代这两门技术或立法行为本身。
  2. 410bὅτι μὴ ἀνάγκη — 希腊语中表示“除了……之外”的常见限定惯用表达。此处意为“除非迫不得已”,说明通过体育进行身体的自我管理可以最大程度地减少对医术的需求。
  3. 411aπαρέχῃ καταυλεῖν — 动词 παρέχω(提供、允许)与不定式(此处为 καταυλεῖν“吹笛”与 καταχεῖν“注入”)连用的构文,意为“听任/允许做某事”。它描述了人将自己放任于音乐之中,使其软化灵魂的过程。

引用这一段

柏拉图, 理想国 §3.410-3.411. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:3.410-3.411

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。