§2.374ἔτι δή, ὦ φίλε, μείζονος τῆς πόλεως δεῖ οὔ τι σμικρῷ, ἀλλʼ ὅλῳ στρατοπέδῳ, ὃ ἐξελθὸν ὑπὲρ τῆς οὐσίας ἁπάσης καὶ ὑπὲρ ὧν νυνδὴ ἐλέγομεν διαμαχεῖται τοῖς ἐπιοῦσιν.
“那么,我的朋友,”我说道,“城邦必须再次扩大,而且不是扩大一点,而是需要一整支军队。 这支军队将挺身而出,为了我们的全部财产以及我们刚才所说的一切,与侵略者拼死决战。
τί δέ;
” 他说:“怎么?
ἦ δʼ ὅς· αὐτοὶ οὐχ ἱκανοί;
难道市民自己不够用吗?
οὔκ, εἰ σύ γε, ἦν δʼ ἐγώ, καὶ ἡμεῖς ἅπαντες ὡμολογήσαμεν καλῶς, ἡνίκα ἐπλάττομεν τὴν πόλιν·
” “不够,”我说道,“如果我们大家和你在我们构建城邦时所达成的共识是正确的话。
ὡμολογοῦμεν δέ που, εἰ μέμνησαι, ἀδύνατον ἕνα πολλὰς καλῶς ἐργάζεσθαι τέχνας.
我想你还记得,我们曾一致认为,一个人不可能同时精通多种技艺。
ἀληθῆ λέγεις, ἔφη.
” “你说得对,”他说。
τί οὖν; ἦν δʼ ἐγώ· ἡ περὶ τὸν πόλεμον ἀγωνία οὐ τεχνικὴ δοκεῖ εἶναι;
“那么,”我说道,“关于战争的斗争,难道不被认为是一门技艺吗?
καὶ μάλα, ἔφη.
” “确实如此,”他说。
ἦ οὖν τι σκυτικῆς δεῖ μᾶλλον κήδεσθαι ἢ πολεμικῆς;
“那么,难道我们应当更多地关注鞋匠的技艺,而不是军事的技艺吗?
οὐδαμῶς.
” “绝非如此。
ἀλλʼ ἄρα τὸν μὲν σκυτοτόμον διεκωλύομεν μήτε γεωργὸν ἐπιχειρεῖν εἶναι ἅμα μήτε ὑφάντην μήτε οἰκοδόμον ἀλλὰ σκυτοτόμον, ἵνα δὴ ἡμῖν τὸ τῆς σκυτικῆς ἔργον καλῶς γίγνοιτο, καὶ τῶν ἄλλων ἑνὶ ἑκάστῳ ὡσαύτως ἓν ἀπεδίδομεν, πρὸς ὃ ἐπεφύκει ἕκαστος καὶ ἐφʼ ᾧ ἔμελλε τῶν ἄλλων σχολὴν ἄγων διὰ βίου αὐτὸ ἐργαζόμενος οὐ παριεὶς τοὺς καιροὺς καλῶς ἀπεργάσεσθαι·
” “但是,我们曾禁止鞋匠在做鞋匠的同时企图又做农夫、或织工、或建筑工,以便我们的制鞋工作能做好;同样,对于其他每个人,我们也分派了一项任务,即各人天生适合的工作。 他应当终生从事这项工作,免受其他事务的干扰,不失时机地将其做好。
τὰ δὲ δὴ περὶ τὸν πόλεμον πότερον οὐ περὶ πλείστου ἐστὶν εὖ ἀπεργασθέντα;
然而,关于战争的事务,难道不是最应当被精益求精地做好的吗?
ἢ οὕτω ῥᾴδιον, ὥστε καὶ γεωργῶν τις ἅμα πολεμικὸς ἔσται καὶ σκυτοτομῶν καὶ ἄλλην τέχνην ἡντινοῦν ἐργαζόμενος, πεττευτικὸς δὲ ἢ κυβευτικὸς ἱκανῶς οὐδʼ ἂν εἷς γένοιτο μὴ αὐτὸ τοῦτο ἐκ παιδὸς ἐπιτηδεύων, ἀλλὰ παρέργῳ χρώμενος;
或者说,军事竟是如此简单,以至于农夫在从事农耕的同时,鞋匠在制鞋的同时,或者任何从事其他技艺的人,都可以同时成为战士? 要知道,即使是下棋或掷色子,如果一个人不从孩提时代起就专门练习,而只是将其作为业余消遣,他都不可能成为一个合格的玩家。
καὶ ἀσπίδα μὲν λαβὼν ἤ τι ἄλλο τῶν πολεμικῶν ὅπλων τε καὶ ὀργάνων αὐθημερὸν ὁπλιτικῆς ἤ τινος ἄλλης μάχης τῶν κατὰ πόλεμον ἱκανὸς ἔσται ἀγωνιστής, τῶν δὲ ἄλλων ὀργάνων οὐδὲν οὐδένα δημιουργὸν οὐδὲ ἀθλητὴν ληφθὲν ποιήσει, οὐδʼ ἔσται χρήσιμον τῷ μήτε τὴν ἐπιστήμην ἑκάστου λαβόντι μήτε τὴν μελέτην ἱκανὴν παρασχομένῳ;
” “难道一个人只要拿起盾牌或其他任何武器和战争工具,在当天就能成为重装步兵战或其他任何战斗的合格战士吗? 要知道,任何其他工具都不会仅仅因为被拿起就让一个人变成工匠或运动员,对于那些既没有掌握其知识又没有进行足够练习的人来说,工具是毫无用处的。
πολλοῦ γὰρ ἄν, ἦ δʼ ὅς, τὰ ὄργανα ἦν ἄξια.
” “如果是这样,”他说,“那么工具也太有价值了。
οὐκοῦν, ἦν δʼ ἐγώ, ὅσῳ μέγιστον τὸ τῶν φυλάκων ἔργον, τοσούτῳ σχολῆς τε τῶν ἄλλων πλείστης ἂν εἴη καὶ αὖ τέχνης τε καὶ ἐπιμελείας μεγίστης δεόμενον.
” “那么,”我说道,“守卫者的工作越是重大,它就越需要从其他事务中获得最充分的闲暇,同时也需要最精湛的技艺和最大的专注。
οἶμαι ἔγωγε, ἦ δʼ ὅς.
” “我想是的,”他说。
ἆρʼ οὖν οὐ καὶ φύσεως ἐπιτηδείας εἰς αὐτὸ τὸ ἐπιτήδευμα;
“那么,难道不需要一种适合于这种职业的天赋吗?
πῶς δʼ οὔ;
” “怎么不需要呢。
ἡμέτερον δὴ ἔργον ἂν εἴη, ὡς ἔοικεν, εἴπερ οἷοί τʼ ἐσμέν, ἐκλέξασθαι τίνες τε καὶ ποῖαι φύσεις ἐπιτήδειαι εἰς πόλεως φυλακήν.
” “那么看来,如果可能的话,挑选哪些人以及何种天赋适合于城邦的守卫,将是我们的工作。
ἡμέτερον μέντοι.
” “确实是我们的工作。
μὰ Δία, ἦν δʼ ἐγώ, οὐκ ἄρα φαῦλον πρᾶγμα ἠράμεθα·
” “凭着宙斯起誓,”我说道,“我们挑起了一个绝非轻而易举的任务!
ὅμως δὲ οὐκ ἀποδειλιατέον, ὅσον γʼ ἂν δύναμις παρείκῃ.
然而,只要力量允许,我们就绝不能退缩。
§2.375οὐ γὰρ οὖν, ἔφη.
” “确实不能,”他说。
οἴει οὖν τι, ἦν δʼ ἐγώ, διαφέρειν φύσιν γενναίου σκύλακος εἰς φυλακὴν νεανίσκου εὐγενοῦς;
“那么,”我说道,“你认为一只优良的猎犬在守卫方面,与一个高贵的青年在天赋上有什么不同吗?
τὸ ποῖον λέγεις;
” “你指的是哪一方面?
οἷον ὀξύν τέ που δεῖ αὐτοῖν ἑκάτερον εἶναι πρὸς αἴσθησιν καὶ ἐλαφρὸν πρὸς τὸ αἰσθανόμενον διωκάθειν, καὶ ἰσχυρὸν αὖ, ἐὰν δέῃ ἑλόντα διαμάχεσθαι.
” “我是说,他们两个人都必须感觉敏锐,能迅速追赶所感知到的东西,而且在必要时,能强有力地与捕获的敌人搏斗。
δεῖ γὰρ οὖν, ἔφη, πάντων τούτων.
” “确实,”他说,“所有这些都是必需的。
καὶ μὴν ἀνδρεῖόν γε, εἴπερ εὖ μαχεῖται.
” “而且,如果要英勇作战,他必须是勇敢的。
πῶς δʼ οὔ;
” “怎么不是呢。
ἀνδρεῖος δὲ εἶναι ἆρα ἐθελήσει ὁ μὴ θυμοειδὴς εἴτε ἵππος εἴτε κύων ἢ ἄλλο ὁτιοῦν ζῷον;
” “但是,一个不具激情的人,无论是马、狗还是其他任何动物,会愿意变得勇敢吗?
ἢ οὐκ ἐννενόηκας ὡς ἄμαχόν τε καὶ ἀνίκητον θυμός, οὗ παρόντος ψυχὴ πᾶσα πρὸς πάντα ἄφοβός τέ ἐστι καὶ ἀήττητος;
难道你没有注意到,激情是多么不可抗拒、不可战胜,只要它存在,整个灵魂对一切都无所畏惧、不可战胜吗?
ἐννενόηκα.
” “我注意到了。
τὰ μὲν τοίνυν τοῦ σώματος οἷον δεῖ τὸν φύλακα εἶναι, δῆλα.
” “那么,关于身体方面,守卫者应当是怎样的,已经很清楚了。
ναί.
” “是的。
καὶ μὴν καὶ τὰ τῆς ψυχῆς, ὅτι γε θυμοειδῆ.
” “关于灵魂方面,他至少必须充满激情,这也很清楚了。
καὶ τοῦτο.
” “这也清楚。
πῶς οὖν, ἦν δʼ ἐγώ, ὦ Γλαύκων, οὐκ ἄγριοι ἀλλήλοις τε ἔσονται καὶ τοῖς ἄλλοις πολίταις, ὄντες τοιοῦτοι τὰς φύσεις;
” “但是,格劳孔,”我说道,“如果他们天生具有这样的性格,他们难道不会对自己人以及其他市民表现得狂暴吗?
μὰ Δία, ἦ δʼ ὅς, οὐ ῥᾳδίως.
” “凭着宙斯起誓,”他说,“这确实不易避免。
ἀλλὰ μέντοι δεῖ γε πρὸς μὲν τοὺς οἰκείους πρᾴους αὐτοὺς εἶναι, πρὸς δὲ τοὺς πολεμίους χαλεπούς·
” “然而,他们对亲人应当温和,对敌人则应当严厉。
εἰ δὲ μή, οὐ περιμενοῦσιν ἄλλους σφᾶς διολέσαι, ἀλλʼ αὐτοὶ φθήσονται αὐτὸ δράσαντες.
否则,他们不用等别人来消灭他们,他们自己就会先动手毁灭自己了。
ἀληθῆ, ἔφη.
” “确实如此,”他说。
τί οὖν, ἦν δʼ ἐγώ, ποιήσομεν;
“那么我们该怎么办?
πόθεν ἅμα πρᾷον καὶ μεγαλόθυμον ἦθος εὑρήσομεν;
”我说道,“我们从哪里能同时找到一种温和而又充满激情的性格呢?
ἐναντία γάρ που θυμοειδεῖ πρᾳεῖα φύσις.
因为温和的天赋与激情的性格显然是相反的。
φαίνεται.
” “看来是这样。
ἀλλὰ μέντοι τούτων γε ὁποτέρου ἂν στέρηται, φύλαξ ἀγαθὸς οὐ μὴ γένηται·
” “然而,如果缺少这两者中的任何一个,他都绝不可能成为一个好的守卫者。
ταῦτα δὲ ἀδυνάτοις ἔοικεν, καὶ οὕτω δὴ συμβαίνει ἀγαθὸν φύλακα ἀδύνατον γενέσθαι.
但这两者的结合似乎是不可能的,因此看来一个好的守卫者是不可能产生的。
κινδυνεύει, ἔφη.
” “大概是这样,”他说。
καὶ ἐγὼ ἀπορήσας τε καὶ ἐπισκεψάμενος τὰ ἔμπροσθεν, δικαίως γε, ἦν δʼ ἐγώ, ὦ φίλε, ἀποροῦμεν·
我感到困惑,回顾了先前讨论的内容,说道:“我的朋友,我们感到困惑是理所当然的。
ἧς γὰρ προυθέμεθα εἰκόνος ἀπελείφθημεν.
因为我们背离了我们之前设定的比喻。
πῶς λέγεις;
” “你指的是什么?
οὐκ ἐννενοήκαμεν ὅτι εἰσὶν ἄρα φύσεις οἵας ἡμεῖς οὐκ ᾠήθημεν, ἔχουσαι τἀναντία ταῦτα.
” “我们没有注意到,其实存在着我们原以为不存在的、兼具这些相反品质的天赋。
ποῦ δή;
” “在哪里呢?
ἴδοι μὲν ἄν τις καὶ ἐν ἄλλοις ζῴοις, οὐ μεντἂν ἥκιστα ἐν ᾧ ἡμεῖς παρεβάλλομεν τῷ φύλακι.
” “在其他动物身上也可以看到,但最明显的莫过于我们拿来与守卫者作比拟的那种动物了。
οἶσθα γάρ που τῶν γενναίων κυνῶν, ὅτι τοῦτο φύσει αὐτῶν τὸ ἦθος, πρὸς μὲν τοὺς συνήθεις τε καὶ γνωρίμους ὡς οἷόν τε πρᾳοτάτους εἶναι, πρὸς δὲ τοὺς ἀγνῶτας τοὐναντίον.
” “怎么说? ” “你大概知道,优良的犬类的性格天生就是对自己熟悉的人和熟人极尽温和,而对陌生人则恰恰相反。
οἶδα μέντοι.
” “我确实知道。
τοῦτο μὲν ἄρα, ἦν δʼ ἐγώ, δυνατόν, καὶ οὐ παρὰ φύσιν ζητοῦμεν τοιοῦτον εἶναι τὸν φύλακα.
” “那么,”我说道,“这说明它是可能的,我们要求守卫者具有这样的性格,并不是违背自然。
οὐκ ἔοικεν.
” “看来不是。
ἆρʼ οὖν σοι δοκεῖ ἔτι τοῦδε προσδεῖσθαι ὁ φυλακικὸς ἐσόμενος, πρὸς τῷ θυμοειδεῖ ἔτι προσγενέσθαι φιλόσοφος τὴν φύσιν;
” “那么,在你看来,一个要成为守卫者的人,除了需要充满激情之外,是否还需要在其天性中加上爱好智慧这一品质? ”