§541ΣΩ. πῶς;
ソクラテス:どういうことかね?
οὐδὲν λέγεις διαφέρειν;
何の違いもないと言うのかね?
μίαν λέγεις τέχνην εἶναι τὴν ῥαψῳδικὴν καὶ τὴν στρατηγικὴν ἢ δύο;
君はラプソドスの技術と将軍の技術が、一つの技術だと言うのか、それとも二つだと言うのかね?
ΙΩΝ. μία ἔμοιγε δοκεῖ.
イオン:私には一つだと思われます。
ΣΩ. ὅστις ἄρα ἀγαθὸς ῥαψῳδός ἐστιν, οὗτος καὶ ἀγαθὸς στρατηγὸς τυγχάνει ὤν;
ソクラテス:それなら、優れたラプソドスである者は誰でも、たまたま優れた将軍でもあるということかね?
ΙΩΝ. μάλιστα, ὦ Σώκρατες.
イオン:その通りです、ソクラテス。
ΣΩ. οὐκοῦν καὶ ὅστις ἀγαθὸς στρατηγὸς τυγχάνει ὤν, ἀγαθὸς καὶ ῥαψῳδός ἐστιν.
ソクラテス:では逆に、優れた将軍である者もまた、優れたラプソドスであるということかね?
ΙΩΝ. οὐκ αὖ μοι δοκεῖ τοῦτο.
イオン:今度のは、そうではないように思われます。
ΣΩ. ἀλλʼ ἐκεῖνο μὴν δοκεῖ σοι, ὅστις γε ἀγαθὸς ῥαψῳδός, καὶ στρατηγὸς ἀγαθὸς εἶναι;
ソクラテス:しかし、あちらの方、すなわち優れたラプソドスである者は誰でも、優れた将軍でもあるということは、君の意見なのだね?
ΙΩΝ. πάνυ γε.
イオン:まったくその通りです。
ΣΩ. οὐκοῦν σὺ τῶν Ἑλλήνων ἄριστος ῥαψῳδὸς εἶ;
ソクラテス:それでは、君はギリシア人の中で最も優れたラプソドスなのかね?
ΙΩΝ. πολύ γε, ὦ Σώκρατες.
イオン:ずば抜けてそうです、ソクラテス。
ΣΩ. ἦ καὶ στρατηγός, ὦ Ἴων, τῶν Ἑλλήνων ἄριστος εἶ;
ソクラテス:ではイオンよ、将軍としても君はギリシア人の中で最も優れているのかね?
ΙΩΝ. εὖ ἴσθι, ὦ Σώκρατες·
イオン:よく承知しておいてください、ソクラテス。
καὶ ταῦτά γε ἐκ τῶν Ὁμήρου μαθών.
しかも私は、このことをホメロスの作品から学んだのです。
ΣΩ. τί δή ποτʼ οὖν πρὸς τῶν θεῶν, ὦ Ἴων, ἀμφότερα ἄριστος ὢν τῶν Ἑλλήνων, καὶ στρατηγὸς καὶ ῥαψῳδός, ῥαψῳδεῖς μὲν περιιὼν τοῖς Ἕλλησι, στρατηγεῖς δʼ οὔ;
ソクラテス:それなら、神々にかけて一体なぜ、イオンよ、将軍とラプソドスの両方でギリシア人の中で最も優れていながら、ラプソドスとしてはギリシア中を巡り歩いているのに、将軍としては務めを果たさないのかね?
ἢ ῥαψῳδοῦ μὲν δοκεῖ σοι χρυσῷ στεφάνῳ ἐστεφανωμένου πολλὴ χρεία εἶναι τοῖς Ἕλλησι, στρατηγοῦ δὲ οὐδεμία;
それとも、黄金の冠を戴いたラプソドスは、ギリシア人にとって大いに必要とされるが、将軍などまったく必要とされないとでも、君には思えるのかね?
ΙΩΝ. ἡ μὲν γὰρ ἡμετέρα, ὦ Σώκρατες, πόλις ἄρχεται ὑπὸ ὑμῶν καὶ στρατηγεῖται καὶ οὐδὲν δεῖται στρατηγοῦ, ἡ δὲ ὑμετέρα καὶ ἡ Λακεδαιμονίων οὐκ ἄν με ἕλοιτο στρατηγόν·
イオン:というのも、ソクラテス、私たちのポリスはあなた方に支配され、将軍たちを送られており、将軍を必要としていませんし、あなた方のポリスやラケダイモン人のポリスは、私を将軍に選ばないでしょう。
αὐτοὶ γὰρ οἴεσθε ἱκανοὶ εἶναι.
あなた方自身が、自分たちだけで十分だと思っているからです。
ΣΩ. ὦ βέλτιστε Ἴων, Ἀπολλόδωρον οὐ γιγνώσκεις τὸν Κυζικηνόν;
ソクラテス:親愛なるイオンよ、君はクジコスのアポロドロスを知らないのかね?
ΙΩΝ. ποῖον τοῦτον;
イオン:それはどなたですか?
ΣΩ. ὃν Ἀθηναῖοι πολλάκις ἑαυτῶν στρατηγὸν ᾕρηνται ξένον ὄντα·
ソクラテス:アテナイ人が、外国人であるにもかかわらず、何度も自らの将軍に選んだ人物だよ。
καὶ Φανοσθένη τὸν Ἄνδριον καὶ Ἡρακλείδην τὸν Κλαζομένιον, οὓς ἥδε ἡ πόλις ξένους ὄντας, ἐνδειξαμένους ὅτι ἄξιοι λόγου εἰσί, καὶ εἰς στρατηγίας καὶ εἰς τὰς ἄλλας ἀρχὰς ἄγει·
またアンドロス人のファノステネスや、クラゾメナイ人のヘラクレイデスもそうだ。 このポリスは、彼らが外国人であるにもかかわらず、一考に値する人物であることを示したので、将軍職や他の官職へと就かせているのだ。
Ἴωνα δʼ ἄρα τὸν Ἐφέσιον οὐχ αἱρήσεται στρατηγὸν καὶ τιμήσει, ἐὰν δοκῇ ἄξιος λόγου εἶναι;
それなら、エフェソス人のイオンが、一考に値する人物であると思われるなら、将軍に選んで重用しないなどということがあろうか?
τί δέ;
いや、どうだね?
οὐκ Ἀθηναῖοι μέν ἐστε οἱ Ἐφέσιοι τὸ ἀρχαῖον, καὶ ἡ Ἔφεσος οὐδεμιᾶς ἐλάττων πόλεως;
君たちエフェソス人は、古くはアテナイ人なのであり、エフェソスはいかなるポリスにも劣らないではないか?
ἀλλὰ γὰρ σύ, ὦ Ἴων, εἰ μὲν ἀληθῆ λέγεις ὡς τέχνῃ καὶ ἐπιστήμῃ οἷός τε εἶ Ὅμηρον ἐπαινεῖν, ἀδικεῖς, ὅστις ἐμοὶ ὑποσχόμενος ὡς πολλὰ καὶ καλὰ περὶ Ὁμήρου ἐπίστασαι καὶ φάσκων ἐπιδείξειν, ἐξαπατᾷς με καὶ πολλοῦ δεῖς ἐπιδεῖξαι, ὅς γε οὐδὲ ἅττα ἐστὶ ταῦτα περὶ ὧν δεινὸς εἶ ἐθέλεις εἰπεῖν, πάλαι ἐμοῦ λιπαροῦντος,
だが実のところ、イオンよ、もし君が技術と知識によってホメロスを賞賛できるというのが真実を言っているのだとしたら、君は不当なことをしている。 君は私に、ホメロスについて多くの優れたことを知っていると約束し、それを披瀝して見せると主張しておきながら、私を欺いており、披瀝するどころか、君が得意とするその事柄が一体何なのかさえ、私が前から熱心に頼んでいるのに、語ろうとしないのだから。
§542ΣΩ. ἀλλʼ ἀτεχνῶς ὥσπερ ὁ Πρωτεὺς παντοδαπὸς γίγνῃ στρεφόμενος ἄνω καὶ κάτω, ἕως τελευτῶν διαφυγών με στρατηγὸς ἀνεφάνης, ἵνα μὴ ἐπιδείξῃς ὡς δεινὸς εἶ τὴν περὶ Ὁμήρου σοφίαν.
ソクラテス:そうではなく、まったくあのプロテウスのように、君は上になり下になりして身をよじり、あらゆる姿に変化し、最後には私から逃げ去って将軍として現れたのだ。 君がホメロスに関する知恵に優れていることを披瀝しないようにするためにね。
εἰ μὲν οὖν τεχνικὸς ὤν, ὅπερ νυνδὴ ἔλεγον, περὶ Ὁμήρου ὑποσχόμενος ἐπιδείξειν ἐξαπατᾷς με, ἄδικος εἶ·
だから、もし君が、先ほど私が言ったように、技術を持つ者でありながら、ホメロスについて披瀝すると約束して私を欺いているのだとしたら、君は不当である。
εἰ δὲ μὴ τεχνικὸς εἶ, ἀλλὰ θείᾳ μοίρᾳ κατεχόμενος ἐξ Ὁμήρου μηδὲν εἰδὼς πολλὰ καὶ καλὰ λέγεις περὶ τοῦ ποιητοῦ, ὥσπερ ἐγὼ εἶπον περὶ σοῦ, οὐδὲν ἀδικεῖς.
だが、もし君が技術を持つ者なのではなく、神的な取り分によって取り憑かれ、ホメロスについて何も知らないまま、その詩人について多くの優れたことを語っているのだとしたら、それは私が君について言った通りのことであって、君は何ら不当なことをしていない。
ἑλοῦ οὖν πότερα βούλει νομίζεσθαι ὑπὸ ἡμῶν ἄδικος ἀνὴρ εἶναι ἢ θεῖος.
だから、君は私たちに不当な男だと思われたいのか、それとも神的な男だと思われたいのか、どちらかを選びたまえ。
ΙΩΝ. πολὺ διαφέρει, ὦ Σώκρατες·
イオン:大きな違いがあります、ソクラテス。
πολὺ γὰρ κάλλιον τὸ θεῖον νομίζεσθαι.
神的な者と思われる方が、はるかに素晴らしいですから。
ΣΩ. τοῦτο τοίνυν τὸ κάλλιον ὑπάρχει σοι παρʼ ἡμῖν, ὦ Ἴων, θεῖον εἶναι καὶ μὴ τεχνικὸν περὶ Ὁμήρου ἐπαινέτην.
ソクラテス:それでは、そのより素晴らしい方が、私たちの間で君に属することになるのだね、イオンよ。 すなわち、技術によってではなく、神的なあり方によってホメロスの賞賛者であるということが。