§532ΣΩ. οὐκοῦν ἐν κεφαλαίῳ λέγομεν ὡς ὁ αὐτὸς γνώσεται ἀεί, περὶ τῶν αὐτῶν πολλῶν λεγόντων, ὅστις τε εὖ λέγει καὶ ὅστις κακῶς· ἢ εἰ μὴ γνώσεται τὸν κακῶς λέγοντα, δῆλον ὅτι οὐδὲ τὸν εὖ, περί γε τοῦ αὐτοῦ.
苏格拉底:那么,概括地说,我们是说当许多人谈论相同的事物时,总是由同一个人来辨别谁说得好,谁说得差;或者,如果他辨别不出谁说得差,显然也就辨别不出谁说得好,至少在同一事物上是如此?
ΙΩΝ. οὕτως.
伊翁:正是如此。
ΣΩ. οὐκοῦν ὁ αὐτὸς γίγνεται δεινὸς περὶ ἀμφοτέρων;
苏格拉底:那么,同一个人对这两者都精通,对吗?
ΙΩΝ. ναί.
伊翁:是的。
ΣΩ. οὐκοῦν σὺ φῂς καὶ Ὅμηρον καὶ τοὺς ἄλλους ποιητάς, ἐν οἷς καὶ Ἡσίοδος καὶ Ἀρχίλοχός ἐστιν, περί γε τῶν αὐτῶν λέγειν, ἀλλʼ οὐχ ὁμοίως, ἀλλὰ τὸν μὲν εὖ γε, τοὺς δὲ χεῖρον;
苏格拉底:而你不是说,荷马和其他诗人(其中也包括赫西俄德和阿尔基洛科斯)谈论的确实是相同的事物,但写得并不一样,而是荷马写得好,其他人写得较差吗?
ΙΩΝ. καὶ ἀληθῆ λέγω.
伊翁:是的,我说的是实话。
ΣΩ. οὐκοῦν, εἴπερ τὸν εὖ λέγοντα γιγνώσκεις, καὶ τοὺς χεῖρον λέγοντας γιγνώσκοις ἂν ὅτι χεῖρον λέγουσιν.
苏格拉底:那么,既然你能辨别出谁说得好,你应该也能辨别出那些说得较差的人,知道他们说得较差。
ΙΩΝ. ἔοικέν γε.
伊翁:看来是这样。
ΣΩ. οὐκοῦν, ὦ βέλτιστε, ὁμοίως τὸν Ἴωνα λέγοντες περὶ Ὁμήρου τε δεινὸν εἶναι καὶ περὶ τῶν ἄλλων ποιητῶν οὐχ ἁμαρτησόμεθα, ἐπειδή γε αὐτὸς ὁμολογῇ τὸν αὐτὸν ἔσεσθαι κριτὴν ἱκανὸν πάντων ὅσοι ἂν περὶ τῶν αὐτῶν λέγωσι, τοὺς δὲ ποιητὰς σχεδὸν ἅπαντας τὰ αὐτὰ ποιεῖν.
苏格拉底:因此,我最优秀的朋友,如果我们说伊翁同样精通荷马和其他诗人,那我们就不会犯错。 因为你既然自己承认,对于所有谈论相同事物的人,同一个人都是合格的裁判,而诗人们几乎所有人创作的也都是相同的主题。
ΙΩΝ. τί οὖν ποτε τὸ αἴτιον, ὦ Σώκρατες, ὅτι ἐγώ, ὅταν μέν τις περὶ ἄλλου του ποιητοῦ διαλέγηται, οὔτε προσέχω τὸν νοῦν ἀδυνατῶ τε καὶ ὁτιοῦν συμβαλέσθαι λόγου ἄξιον, ἀλλʼ ἀτεχνῶς νυστάζω, ἐπειδὰν δέ τις περὶ Ὁμήρου μνησθῇ, εὐθύς τε ἐγρήγορα καὶ προσέχω τὸν νοῦν καὶ εὐπορῶ ὅτι λέγω;
伊翁:那么,苏格拉底,究竟是什么原因,以至于当有人谈论其他某位诗人时,我既不注意,也无法贡献任何有价值的话,而是简直在打瞌睡;但一旦有人提到荷马,我立刻就醒了,能够集中注意力,并且滔滔不绝?
ΣΩ. οὐ χαλεπὸν τοῦτό γε εἰκάσαι, ὦ ἑταῖρε, ἀλλὰ παντὶ δῆλον ὅτι τέχνῃ καὶ ἐπιστήμῃ περὶ Ὁμήρου λέγειν ἀδύνατος εἶ·
苏格拉底:我的朋友,这并不难推测。
εἰ γὰρ τέχνῃ οἷός τε ἦσθα, καὶ περὶ τῶν ἄλλων ποιητῶν ἁπάντων λέγειν οἷός τʼ ἂν ἦσθα·
相反,每个人都很清楚,你之所以能谈论荷马,并非凭着技术和知识;因为如果你是凭着技术,你也就能够谈论所有其他诗人了。
ποιητικὴ γάρ πού ἐστιν τὸ ὅλον.
因为诗艺,我想,整体上是一个统一体。
ἢ οὔ;
难道不是吗?
ΙΩΝ. ναί.
伊翁:是的。
ΣΩ. οὐκοῦν ἐπειδὰν λάβῃ τις καὶ ἄλλην τέχνην ἡντινοῦν ὅλην, ὁ αὐτὸς τρόπος τῆς σκέψεως ἔσται περὶ ἁπασῶν τῶν τεχνῶν;
苏格拉底:那么,当有人掌握了任何其他一门完整的技术时,对于所有这些技术的考察方式难道不都是一样的吗?
πῶς τοῦτο λέγω, δέῃ τί μου ἀκοῦσαι, ὦ Ἴων;
伊翁,你需要听我解释我这是什么意思吗?
ΙΩΝ. ναὶ μὰ τὸν Δία, ὦ Σώκρατες, ἔγωγε· χαίρω γὰρ ἀκούων ὑμῶν τῶν σοφῶν.
伊翁:托宙斯之福,苏格拉底,我当然想听;因为我喜欢听你们这些智者说话。
ΣΩ. βουλοίμην ἄν σε ἀληθῆ λέγειν, ὦ Ἴων·
苏格拉底:我希望你说的是真话,伊翁。
ἀλλὰ σοφοὶ μέν πού ἐστε ὑμεῖς οἱ ῥαψῳδοὶ καὶ ὑποκριταὶ καὶ ὧν ὑμεῖς ᾁδετε τὰ ποιήματα, ἐγὼ δὲ οὐδὲν ἄλλο ἢ τἀληθῆ λέγω, οἷον εἰκὸς ἰδιώτην ἄνθρωπον.
但你们这些朗诵艺人、演员,以及你们所演唱其诗作的诗人们,才是聪明的;而我除了说出真话外,什么也不会,就像一个普通人该有的那样。
ἐπεὶ καὶ περὶ τούτου οὗ νῦν ἠρόμην σε, θέασαι ὡς φαῦλον καὶ ἰδιωτικόν ἐστι καὶ παντὸς ἀνδρὸς γνῶναι ὃ ἔλεγον, τὴν αὐτὴν εἶναι σκέψιν, ἐπειδάν τις ὅλην τέχνην λάβῃ.
就拿我刚才问你的这个问题来说,你看它是多么平凡、通俗,而且任何人都明白我所说的意思——即当有人掌握了一门完整的技术时,考察方式都是相同的。
λάβωμεν γὰρ τῷ λόγῳ· γραφικὴ γάρ τίς ἐστι τέχνη τὸ ὅλον;
让我们在讨论中假设一下:绘画整体上算是一门技术吗?
ΙΩΝ. ναί.
伊翁:是的。
ΣΩ. οὐκοῦν καὶ γραφῆς πολλοὶ καὶ εἰσὶ καὶ γεγόνασιν ἀγαθοὶ καὶ φαῦλοι;
苏格拉底:那么,画家难道不也是既有许多优秀的,也有许多平庸的,并且过去也是如此吗?
ΙΩΝ. πάνυ γε.
伊翁:确实如此。