Humanitext Reader

柏拉图 · 伊翁篇 §530-531

结识伊翁与诗艺阐释的范围

第 1 段,共 8 段 · 希腊语

内容简介

苏格拉底遇到了从埃皮达鲁斯归来的朗诵艺人伊翁,在称赞其技艺的同时,询问伊翁的专业学识是仅限于荷马,还是也涵盖了赫西俄德等其他诗人。

§530ΣΩ. τὸν Ἴωνα χαίρειν.
苏格拉底:向伊翁致意。
πόθεν τὰ νῦν ἡμῖν ἐπιδεδήμηκας;
你现在是从哪里到我们这儿来的?
ἢ οἴκοθεν ἐξ Ἐφέσου;
是从你以弗所的家中吗?
ΙΩΝ. οὐδαμῶς, ὦ Σώκρατες, ἀλλʼ ἐξ Ἐπιδαύρου ἐκ τῶν Ἀσκληπιείων.
伊翁:绝非如此,苏格拉底,而是从埃皮达鲁斯,从阿斯克勒庇俄斯神庙来的。
ΣΩ. μῶν καὶ ῥαψῳδῶν ἀγῶνα τιθέασιν τῷ θεῷ οἱ Ἐπιδαύριοι;
苏格拉底:难道埃皮达鲁斯人也为这位神明举办朗诵艺人的比赛吗?
ΙΩΝ. πάνυ γε, καὶ τῆς ἄλλης γε μουσικῆς.
伊翁:正是,而且还有其他音乐方面的比赛。
ΣΩ. τί οὖν;
苏格拉底:那么,你替我们参赛了吗?
ἠγωνίζου τι ἡμῖν; καὶ πῶς τι ἠγωνίσω;
比赛结果如何?
ΙΩΝ. τὰ πρῶτα τῶν ἄθλων ἠνεγκάμεθα, ὦ Σώκρατες.
伊翁:我们赢得了头等奖,苏格拉底。
ΣΩ. εὖ λέγεις·
苏格拉底:说得好!
ἄγε δὴ ὅπως καὶ τὰ Παναθήναια νικήσομεν.
来吧,让我们争取在泛雅典娜节上也获得胜利。
ΙΩΝ. ἀλλʼ ἔσται ταῦτα, ἐὰν θεὸς ἐθέλῃ.
伊翁:如果神明愿意,事情就会如此。
ΣΩ. καὶ μὴν πολλάκις γε ἐζήλωσα ὑμᾶς τοὺς ῥαψῳδούς, ὦ Ἴων, τῆς τέχνης·
苏格拉底:伊翁,我确实经常羡慕你们朗诵艺人的行当。
τὸ γὰρ ἅμα μὲν τὸ σῶμα κεκοσμῆσθαι ἀεὶ πρέπον ὑμῶν εἶναι τῇ τέχνῃ καὶ ὡς καλλίστοις φαίνεσθαι, ἅμα δὲ ἀναγκαῖον εἶναι ἔν τε ἄλλοις ποιηταῖς διατρίβειν πολλοῖς καὶ ἀγαθοῖς καὶ δὴ καὶ μάλιστα ἐν Ὁμήρῳ, τῷ ἀρίστῳ καὶ θειοτάτῳ τῶν ποιητῶν, καὶ τὴν τούτου διάνοιαν ἐκμανθάνειν, μὴ μόνον τὰ ἔπη, ζηλωτόν ἐστιν.
因为令人羡慕的是,一方面你们的身体必须总是装饰得体,以符合你们的行当,并显得尽可能美丽;另一方面,你们必须花时间研究许多优秀的诗人,尤其是最优秀、最神圣的诗人荷马,并且要彻底领悟他的思想,而不单单是他的诗句。
οὐ γὰρ ἂν γένοιτό ποτε ἀγαθὸς ῥαψῳδός, εἰ μὴ συνείη τὰ λεγόμενα ὑπὸ τοῦ ποιητοῦ.
因为,如果不能理解诗人所说的话,就永远无法成为一个优秀的朗诵艺人。
τὸν γὰρ ῥαψῳδὸν ἑρμηνέα δεῖ τοῦ ποιητοῦ τῆς διανοίας γίγνεσθαι τοῖς ἀκούουσι· τοῦτο δὲ καλῶς ποιεῖν μὴ γιγνώσκοντα ὅτι λέγει ὁ ποιητὴς ἀδύνατον.
朗诵艺人必须成为诗人思想对听众的阐释者;而如果在不知道诗人说什么的情况下做好这件事,那是绝对不可能的。
ταῦτα οὖν πάντα ἄξια ζηλοῦσθαι.
因此,所有这些都是值得羡慕的。
ΙΩΝ. ἀληθῆ λέγεις, ὦ Σώκρατες·
伊翁:你说得对,苏格拉底。
ἐμοὶ γοῦν τοῦτο πλεῖστον ἔργον παρέσχεν τῆς τέχνης, καὶ οἶμαι κάλλιστα ἀνθρώπων λέγειν περὶ Ὁμήρου, ὡς οὔτε Μητρόδωρος ὁ Λαμψακηνὸς οὔτε Στησίμβροτος ὁ Θάσιος οὔτε Γλαύκων οὔτε ἄλλος οὐδεὶς τῶν πώποτε γενομένων ἔσχεν εἰπεῖν οὕτω πολλὰς καὶ καλὰς διανοίας περὶ Ὁμήρου ὅσας ἐγώ.
对我来说,这至少是我行当里花费最多心血的部分。 我认为我在评说荷马方面比任何人都更美丽,无论是兰普萨库斯的米特罗多罗、还是萨索斯的斯忒辛布罗托、还是格劳孔,亦或是迄今为止有过的任何其他人,都无法像我这样对荷马说出如此多而美丽的见解。
ΣΩ. εὖ λέγεις, ὦ Ἴων·
苏格拉底:说得好,伊翁!
δῆλον γὰρ ὅτι οὐ φθονήσεις μοι ἐπιδεῖξαι.
因为很明显,你不会吝啬向我展示。
ΙΩΝ. καὶ μὴν ἄξιόν γε ἀκοῦσαι, ὦ Σώκρατες, ὡς εὖ κεκόσμηκα τὸν Ὅμηρον· ὥστε οἶμαι ὑπὸ Ὁμηριδῶν ἄξιος εἶναι χρυσῷ στεφάνῳ στεφανωθῆναι.
伊翁:确实值得一听,苏格拉底,我把荷马修饰得多么美丽;所以我认为我配得上由荷马学派授予一顶金冠。
§531ΣΩ. καὶ μὴν ἐγὼ ἔτι ποιήσομαι σχολὴν ἀκροάσασθαί σου, νῦν δέ μοι τοσόνδε ἀπόκριναι· πότερον περὶ Ὁμήρου μόνον δεινὸς εἶ ἢ καὶ περὶ Ἡσιόδου καὶ Ἀρχιλόχου;
苏格拉底:我一定会再找闲暇来听你朗诵,但现在先回答我这个问题:你是仅精通荷马,还是也精通赫西俄德和阿尔基洛科斯?
ΙΩΝ. οὐδαμῶς, ἀλλὰ περὶ Ὁμήρου μόνον·
伊翁:绝非如此,只精通荷马。
ἱκανὸν γάρ μοι δοκεῖ εἶναι.
因为这对我来说已经足够了。
ΣΩ. ἔστι δὲ περὶ ὅτου Ὅμηρός τε καὶ Ἡσίοδος ταὐτὰ λέγετον;
苏格拉底:那么,有没有什么主题是荷马和赫西俄德都说了相同话的?
ΙΩΝ. οἶμαι ἔγωγε καὶ πολλά.
伊翁:我想有,而且有很多。
ΣΩ. πότερον οὖν περὶ τούτων κάλλιον ἂν ἐξηγήσαιο ἃ Ὅμηρος λέγει ἢ ἃ Ἡσίοδος;
苏格拉底:关于这些主题,你更能美丽地解释荷马所说的话,还是赫西俄德所说的话?
ΙΩΝ. ὁμοίως ἂν περί γε τούτων, ὦ Σώκρατες, περὶ ὧν ταὐτὰ λέγουσιν.
伊翁:关于这些,苏格拉底,只要他们说的是相同的话,解释起来都一样。
ΣΩ. τί δὲ ὧν πέρι μὴ ταὐτὰ λέγουσιν;
苏格拉底:那么关于那些他们说得不同的话呢?
οἷον περὶ μαντικῆς λέγει τι Ὅμηρός τε καὶ Ἡσίοδος.
例如关于预言术,荷马和赫西俄德都有所谈论。
ΙΩΝ. πάνυ γε.
伊翁:确实。
ΣΩ. τί οὖν; ὅσα τε ὁμοίως καὶ ὅσα διαφόρως περὶ μαντικῆς λέγετον τὼ ποιητὰ τούτω, πότερον σὺ κάλλιον ἂν ἐξηγήσαιο ἢ τῶν μάντεών τις τῶν ἀγαθῶν;
苏格拉底:那么,关于这两位诗人就预言术所说的一切,无论是相同的还是不同的,是你更能美丽地解释,还是优秀的预言家之一?
ΙΩΝ. τῶν μάντεων.
伊翁:预言家之一。
ΣΩ. εἰ δὲ σὺ ἦσθα μάντις, οὐκ, εἴπερ περὶ τῶν ὁμοίως λεγομένων οἷός τʼ ἦσθα ἐξηγήσασθαι, καὶ περὶ τῶν διαφόρως λεγομένων ἠπίστω ἂν ἐξηγεῖσθαι; ΙΩΝ. δῆλον ὅτι.
苏格拉底:但如果你是个预言家,既然你能够解释那些相同的话,难道你不同样也知道如何解释那些不同的话吗? 伊翁:显然是这样。
ΣΩ. τί οὖν ποτε περὶ μὲν Ὁμήρου δεινὸς εἶ, περὶ δὲ Ἡσιόδου οὔ, οὐδὲ τῶν ἄλλων ποιητῶν; ἢ Ὅμηρος περὶ ἄλλων τινῶν λέγει ἢ ὧνπερ σύμπαντες οἱ ἄλλοι ποιηταί;
苏格拉底:那么为什么你唯独对荷马精通,对赫西俄德和其他诗人却不精通呢? 难道荷马谈论的是其他所有诗人都不谈论的事情吗?
οὐ περὶ πολέμου τε τὰ πολλὰ διελήλυθεν καὶ περὶ ὁμιλιῶν πρὸς ἀλλήλους ἀνθρώπων ἀγαθῶν τε καὶ κακῶν καὶ ἰδιωτῶν καὶ δημιουργῶν, καὶ περὶ θεῶν πρὸς ἀλλήλους καὶ πρὸς ἀνθρώπους ὁμιλούντων, ὡς ὁμιλοῦσι, καὶ περὶ τῶν οὐρανίων παθημάτων καὶ περὶ τῶν ἐν Ἅιδου, καὶ γενέσεις καὶ θεῶν καὶ ἡρώων;
他大部分不都在讲述战争,以及人们相互之间的往来——无论是好人还是坏人、普通人还是手艺人,还有神明之间以及神明与人类之间的往来,包括他们是如何往来的,还有天上的现象、冥界的事情,以及神明和英雄的谱系吗?
οὐ ταῦτά ἐστι περὶ ὧν Ὅμηρος τὴν ποίησιν πεποίηκεν;
这些难道不就是荷马创作诗歌所围绕的主题吗?
ΙΩΝ. ἀληθῆ λέγεις, ὦ Σώκρατες.
伊翁:你说得对,苏格拉底。
ΣΩ. τί δὲ οἱ ἄλλοι ποιηταί;
苏格拉底:那么其他诗人呢?
οὐ περὶ τῶν αὐτῶν τούτων;
难道不是关于这些相同的事情吗?
ΙΩΝ. ναί, ἀλλʼ, ὦ Σώκρατες, οὐχ ὁμοίως πεποιήκασι καὶ Ὅμηρος.
伊翁:是的,但是苏格拉底,他们创作得不像荷马那样。
ΣΩ. τί μήν;
苏格拉底:那是怎么回事?
κάκιον;
更差吗?
ΙΩΝ. πολύ γε.
伊翁:差得多。
ΣΩ. Ὅμηρος δὲ ἄμεινον;
苏格拉底:而荷马更好?
ΙΩΝ. ἄμεινον μέντοι νὴ Δία.
伊翁:托宙斯之福,确实更好。
ΣΩ. οὐκοῦν, ὦ φίλη κεφαλὴ Ἴων, ὅταν περὶ ἀριθμοῦ πολλῶν λεγόντων εἷς τις ἄριστα λέγῃ, γνώσεται δήπου τις τὸν εὖ λέγοντα;
苏格拉底:那么,我亲爱的伊翁,当许多人谈论数目而有一个人说得最好时,难道人们不会认出那个说得好的人吗?
ΙΩΝ. φημί.
伊翁:会。
ΣΩ. πότερον οὖν ὁ αὐτὸς ὅσπερ καὶ τοὺς κακῶς λέγοντας, ἢ ἄλλος;
苏格拉底:那么认出他的,是那个认出说得差的人的同一个人,还是另外一个人?
ΙΩΝ. ὁ αὐτὸς δήπου.
伊翁:当然是同一个人。
ΣΩ. οὐκοῦν ὁ τὴν ἀριθμητικὴν τέχνην ἔχων οὗτός ἐστιν;
苏格拉底:这不就是掌握算术技术的人吗?
ΙΩΝ. ναί.
伊翁:是的。
ΣΩ. τί δʼ; ὅταν πολλῶν λεγόντων περὶ ὑγιεινῶν σιτίων ὁποῖά ἐστιν, εἷς τις ἄριστα λέγῃ, πότερον ἕτερος μέν τις τὸν ἄριστα λέγοντα γνώσεται ὅτι ἄριστα λέγει, ἕτερος δὲ τὸν κάκιον ὅτι κάκιον, ἢ ὁ αὐτός;
苏格拉底:那么,当许多人谈论什么是健康食品而有一个人说得最好时,是一个人认出那个说得最好的人说得最好,另一个人认出说得较差的人说得较差,还是同一个人?
ΙΩΝ. δῆλον δήπου, ὁ αὐτός.
伊翁:显然是同一个人。
ΣΩ. τίς οὗτος;
苏格拉底:这个人是谁?
τί ὄνομα αὐτῷ;
他叫什么名字?
ΙΩΝ. ἰατρός.
伊翁:医生。

词汇与语法注释

  1. 530aτὸν Ἴωνα χαίρειν — 一种省去了主句动词(如 κελεύει “祝愿、致意”)的惯用问候表达。宾格的 τὸν Ἴωνα 作为不定式 χαίρειν 的逻辑主语。
  2. 530aἡμῖν — 伦理与格(dativus ethicus),在对话语境中用于表达亲昵、关注,或引导谈话对方的注意。
  3. 530bὅπως καὶ τὰ Παναθήναια νικήσομεν — ὅπως 与将来时直陈语气(νικήσομεν)的结合,表示强烈的劝告或命令(“务必……”)。此处省略了表示努力的主句动词(如 σκόπει “你当注意”)。
  4. 530bτὸ γὰρ ἅμα μὲν τὸ σῶμα κεκοσμῆσθαι — 冠词不定式(τὸ... κεκοσμῆσθαι 与 τὸ... εἶναι)构成冗长主语的结构。冠词 τὸ 将由 ἅμα μὲν ... ἅμα δὲ ... 并列的两个不定式从句名词化,作为 ζηλωτόν ἐστιν(“是令人羡慕的”)的框架主语。
  5. 531bεἰ δὲ σὺ ἦσθα μάντις, οὐκ... ἠπίστω ἂν ἐξηγεῖσθαι; — 使用过去时直陈语气(ἦσθα 与 ἠπίστω ἂν)的虚拟条件句。此处表示与现在事实相反的假设,或对现在持续状态的虚拟。

引用这一段

柏拉图, 伊翁篇 §530-531. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg027.humanitext-grc2:530-531

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。