- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:510-511
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
ソクラテスとカリクレスは、不正を被らずかつ大きな力を得るためには、支配者となるか既存の体制に似る必要があるが、それは魂の堕落という最大の悪を招くことを論じる。また、命を救う様々な技術のうち、航海術が極めて有用かつ安価でありながらも威張ることがない理由を語る。
ΚΑΛ. ἔστω σοι τοῦτο,1 ὦ Σώκρατες, οὕτως, ἵνα διαπεράνῃς τὸν λόγον. ΣΩ. καὶ ἐπὶ τοῦτο ἄρα, ὡς ἔοικεν, παρασκευαστέον ἐστὶ δύναμίν τινα καὶ τέχνην, ὅπως μὴ ἀδικήσωμεν. ΚΑΛ. πάνυ γε. ΣΩ. τίς οὖν ποτʼ ἐστὶν τέχνη τῆς παρασκευῆς τοῦ μηδὲν ἀδικεῖσθαι ἢ ὡς ὀλίγιστα; σκέψαι εἰ σοὶ δοκεῖ ἥπερ ἐμοί. ἐμοὶ μὲν γὰρ δοκεῖ ἥδε· ἢ αὐτὸν ἄρχειν δεῖν ἐν τῇ πόλει ἢ καὶ τυραννεῖν, ἢ τῆς ὑπαρχούσης πολιτείας ἑταῖρον εἶναι. ΚΑΛ. ὁρᾷς, ὦ Σώκρατες, ὡς ἐγὼ ἕτοιμός εἰμι ἐπαινεῖν, ἄν τι καλῶς λέγῃς; τοῦτό μοι δοκεῖς πάνυ καλῶς εἰρηκέναι. ΣΩ. σκόπει δὴ καὶ τόδε ἐάν σοι δοκῶ εὖ λέγειν. φίλος μοι δοκεῖ ἕκαστος ἑκάστῳ εἶναι ὡς οἷόν τε μάλιστα, ὅνπερ οἱ παλαιοί τε καὶ σοφοὶ λέγουσιν,2 ὁ ὅμοιος τῷ ὁμοίῳ. οὐ καὶ σοί; ΚΑΛ. ἔμοιγε. ΣΩ. οὐκοῦν ὅπου τύραννός ἐστιν ἄρχων ἄγριος καὶ ἀπαίδευτος, εἴ τις τούτου ἐν τῇ πόλει πολὺ βελτίων εἴη, φοβοῖτο δήπου ἂν αὐτὸν ὁ τύραννος καὶ τούτῳ ἐξ ἅπαντος τοῦ νοῦ οὐκ ἄν ποτε δύναιτο φίλος γενέσθαι; ΚΑΛ. ἔστι ταῦτα. ΣΩ. οὐδέ γε εἴ τις πολὺ φαυλότερος εἴη, οὐδʼ ἂν οὗτος· καταφρονοῖ γὰρ ἂν αὐτοῦ ὁ τύραννος καὶ οὐκ ἄν ποτε ὡς πρὸς φίλον σπουδάσειεν. ΚΑΛ. καὶ ταῦτʼ ἀληθῆ. ΣΩ. λείπεται δὴ ἐκεῖνος μόνος ἄξιος λόγου φίλος τῷ τοιούτῳ, ὃς ἂν ὁμοήθης ὤν, ταὐτὰ ψέγων καὶ ἐπαινῶν, ἐθέλῃ ἄρχεσθαι καὶ ὑποκεῖσθαι τῷ ἄρχοντι. οὗτος μέγα ἐν ταύτῃ τῇ πόλει δυνήσεται, τοῦτον οὐδεὶς χαίρων ἀδικήσει.3 οὐχ οὕτως ἔχει; ΚΑΛ. ναί. ΣΩ. εἰ ἄρα τις ἐννοήσειεν ἐν ταύτῃ τῇ πόλει τῶν νέων, τίνα ἂν τρόπον ἐγὼ μέγα δυναίμην καὶ μηδείς με ἀδικοῖ; αὕτη, ὡς ἔοικεν, αὐτῷ ὁδός ἐστιν, εὐθὺς ἐκ νέου ἐθίζειν αὑτὸν τοῖς αὐτοῖς χαίρειν καὶ ἄχθεσθαι τῷ δεσπότῃ, καὶ παρασκευάζειν ὅπως ὅτι μάλιστα ὅμοιος ἔσται ἐκείνῳ. οὐχ οὕτως; ΚΑΛ. ναί. ΣΩ. οὐκοῦν τούτῳ τὸ μὲν μὴ ἀδικεῖσθαι καὶ μέγα δύνασθαι, ὡς ὁ ὑμέτερος λόγος, ἐν τῇ πόλει διαπεπράξεται. ΚΑΛ. πάνυ γε. ΣΩ. ἆρʼ οὖν καὶ τὸ μὴ ἀδικεῖν; ἢ πολλοῦ δεῖ, εἴπερ ὅμοιος ἔσται τῷ ἄρχοντι ὄντι ἀδίκῳ καὶ παρὰ τούτῳ μέγα δυνήσεται; ἀλλʼ οἶμαι ἔγωγε, πᾶν τοὐναντίον οὑτωσὶ ἡ παρασκευὴ ἔσται αὐτῷ ἐπὶ τὸ οἵῳ τε εἶναι ὡς πλεῖστα ἀδικεῖν καὶ ἀδικοῦντα μὴ διδόναι δίκην. ἦ γάρ; ΚΑΛ. φαίνεται.
カリクレス:ソクラテスよ、議論を最後まで終わらせるために、その点は君のためにその通りとしておこう。 ソクラテス:それなら、どうやらこれに対しても、我々が不正を行わないように、何らかの能力や技術を備えなければならないようだね。 カリクレス:全くその通りだ。 ソクラテス:では、いかなる不正も被らない、あるいはできる限り少なく被るための、その準備のための技術とは一体何だろうか。私が思うのと同じように君も思うか考えてみてくれ。私には次のように思えるのだ。すなわち、自ら国を支配するか、さらには僭主となるか、あるいは既存の体制の仲間になる必要があるのだと。 カリクレス:ソクラテスよ、もし君が何か見事に語るなら、私がいつでも褒める用意があるのが分かるだろう?君はこのことを極めて見事に語ったように私には思える。 ソクラテス:では、次のことについても、私がうまく語っていると思うかどうか考えてみてくれ。古の賢者たちが言っている「類は友を呼ぶ」というあの人物こそが、各人にとって最大限の友であると私には思えるのだ。君にとってもそうではないかね。 カリクレス:私にとってもそうだ。 ソクラテス:それなら、荒々しく無教養な支配者である僭主がいるところでは、もしその国に彼よりはるかに優れた者がいるなら、僭主は当然その者を恐れるだろうし、心底その者と友になることは決してできないのではないかね。 カリクレス:その通りだ。 ソクラテス:また逆に、もしはるかに劣る者がいるとしても、この者とも(友にはならない)。というのも、僭主はその者を軽蔑し、決して友に対するような真剣さを持たないだろうからね。 カリクレス:それも本当だ。 ソクラテス:とすれば、そのような者にとって、言及に値する唯一の友として残されるのは、同じ気質を持ち、同じものを非難し、同じものを称賛し、支配者に従い服従することを望む者だけだ。この者こそが、この国において強大な力を持ち、この者に対しては誰も無事で不正を働くことはないだろう。そうではないかね。 カリクレス:そうだ。 ソクラテス:それなら、もしこの国の若者の誰かが、「どうすれば私は強大な力を持ち、誰も私に不正を働かないようにできるだろうか」と考えたなら、どうやら彼にとっての道はこれ、すなわち、若い頃からすぐに、主人が喜ぶのと同じものを喜び、主人が嫌がるのと同じものを嫌がるように自分を慣らし、できる限り彼に似るように自分を整えることだ。そうではないかね。 カリクレス:そうだ。 ソクラテス:それなら、この者にとって、不正を被らないこと、そして国において強大な力を持つことは、君たちの議論によれば、成し遂げられることになるわけだ。 カリクレス:全くその通りだ。 ソクラテス:では、不正を行わないこともだろうか。それとも、もし彼が不正な支配者に似て、そのもとで強大な力を持つとするなら、それからは程遠いのだろうか。むしろ、私が思うに、これとは全く逆に、彼の準備は、できる限り多くの不正を行い、かつ不正を行いながらも罰を受けないでいられるようになるためのものとなるだろう。そうではないかね。 カリクレス:そう見える。
ΣΩ. οὐκοῦν τὸ μέγιστον αὐτῷ κακὸν ὑπάρξει μοχθηρῷ ὄντι τὴν ψυχὴν καὶ λελωβημένῳ διὰ τὴν μίμησιν τοῦ δεσπότου καὶ δύναμιν. ΚΑΛ. οὐκ οἶδʼ ὅπῃ στρέφεις ἑκάστοτε τοὺς λόγους ἄνω καὶ κάτω, ὦ Σώκρατες· ἢ οὐκ οἶσθα ὅτι οὗτος ὁ μιμούμενος τὸν μὴ μιμούμενον ἐκεῖνον ἀποκτενεῖ, ἐὰν βούληται, καὶ ἀφαιρήσεται τὰ ὄντα. ΣΩ. οἶδα, ὠγαθὲ Καλλίκλεις, εἰ μὴ κωφός γʼ εἰμί, καὶ σοῦ ἀκούων καὶ Πώλου ἄρτι πολλάκις καὶ τῶν ἄλλων ὀλίγου πάντων τῶν ἐν τῇ πόλει· ἀλλὰ καὶ σὺ ἐμοῦ ἄκουε, ὅτι ἀποκτενεῖ μέν, ἂν βούληται, ἀλλὰ πονηρὸς ὢν καλὸν κἀγαθὸν ὄντα. ΚΑΛ. οὐκοῦν τοῦτο δὴ καὶ τὸ ἀγανακτητόν; ΣΩ. οὐ νοῦν γε ἔχοντι, ὡς ὁ λόγος σημαίνει. ἢ οἴει δεῖν τοῦτο παρασκευάζεσθαι ἄνθρωπον, ὡς πλεῖστον χρόνον ζῆν, καὶ μελετᾶν τὰς τέχνας ταύτας αἳ ἡμᾶς ἀεὶ ἐκ τῶν κινδύνων σῴζουσιν, ὥσπερ καὶ ἣν σὺ κελεύεις ἐμὲ μελετᾶν τὴν ῥητορικὴν τὴν ἐν τοῖς δικαστηρίοις διασῴζουσαν; ΚΑΛ. ναὶ μὰ Δία ὀρθῶς γέ σοι συμβουλεύων. ΣΩ. τί δέ, ὦ βέλτιστε; ἦ καὶ ἡ τοῦ νεῖν ἐπιστήμη σεμνή τίς σοι δοκεῖ εἶναι; ΚΑΛ. μὰ Δίʼ οὐκ ἔμοιγε. ΣΩ. καὶ μὴν σῴζει γε καὶ αὕτη ἐκ θανάτου τοὺς ἀνθρώπους, ὅταν εἴς τι τοιοῦτον ἐμπέσωσιν οὗ δεῖ ταύτης τῆς ἐπιστήμης. εἰ δʼ αὕτη σοι δοκεῖ σμικρὰ εἶναι, ἐγώ σοι μείζω ταύτης ἐρῶ, τὴν κυβερνητικήν, ἣ οὐ μόνον τὰς ψυχὰς σῴζει ἀλλὰ καὶ τὰ σώματα καὶ τὰ χρήματα ἐκ τῶν ἐσχάτων κινδύνων, ὥσπερ ἡ ῥητορική. καὶ αὕτη μὲν προσεσταλμένη ἐστὶν καὶ κοσμία, καὶ οὐ σεμνύνεται ἐσχηματισμένη ὡς ὑπερήφανόν τι διαπραττομένη, ἀλλὰ ταὐτὰ διαπραξαμένη τῇ δικανικῇ,4 ἐὰν μὲν ἐξ Αἰγίνης δεῦρο σώσῃ, οἶμαι δύʼ ὀβολοὺς ἐπράξατο, ἐὰν δὲ ἐξ Αἰγύπτου ἢ ἐκ τοῦ Πόντου, ἐὰν πάμπολυ, ταύτης τῆς μεγάλης εὐεργεσίας, σώσασα ἃ νυνδὴ ἔλεγον, καὶ αὐτὸν καὶ παῖδας καὶ χρήματα καὶ γυναῖκας, ἀποβιβάσασʼ εἰς τὸν λιμένα δύο δραχμὰς ἐπράξατο, καὶ αὐτὸς ὁ ἔχων τὴν τέχνην καὶ ταῦτα διαπραξάμενος ἐκβὰς παρὰ τὴν θάλατταν καὶ τὴν ναῦν περιπατεῖ ἐν μετρίῳ σχήματι· λογίζεσθαι γὰρ οἶμαι ἐπίσταται ὅτι ἄδηλόν ἐστιν οὕστινάς τε ὠφέληκεν τῶν συμπλεόντων οὐκ ἐάσας καταποντωθῆναι καὶ οὕστινας ἔβλαψεν, εἰδὼς ὅτι οὐδὲν αὐτοὺς βελτίους ἐξεβίβασεν ἢ οἷοι ἐνέβησαν, οὔτε τὰ σώματα οὔτε τὰς ψυχάς.
ソクラテス:それなら、彼が魂において邪悪となり、主人を模倣することと力を得ることによって損なわれることで、彼には最大の悪が存在することになるのだね。 カリクレス:ソクラテスよ、君が毎回どのように議論をあちこちねじ曲げているのか、私には分からない。それとも、君は、この模倣する者が、もしそう望むなら、模倣しないあの者を殺し、その財産を奪うことができるということを知らないのか。 ソクラテス:親愛なるカリクレスよ、私が耳を塞がれてでもいない限り知っているとも。君からも、先ほどのポロスからも何度も、そして国中のほとんどすべての人からもそれを聞いているからね。だが、君も私の言うことを聞いてくれ。彼は望めば殺すだろう。しかし、悪人である彼が、善美なる人を殺すのだ。 カリクレス:それゆえにこそ、それこそが憤るべきことではないのか。 ソクラテス:理性を備えた者にとってはそうではない、と議論は示している。それとも君は、人間はできるだけ長く生きるように自らを整え、我々を常に危険から救ってくれるこうした技術、例えば、君が私に学ぶよう勧めている、法廷で身を救ってくれるあの弁論術のようなものを学ぶべきだと思うかね。 カリクレス:そうだ、ゼウスにかけて。私は君に実にもっともな助言をしているのだ。 ソクラテス:では、親愛なる友よ、泳ぎの知識も君にとって何かしら崇高なものだと思えるかね。 カリクレス:いいや、ゼウスにかけて、私には思えない。 ソクラテス:しかし、これだって、この知識が必要となるような事態に陥ったときには、人々を死から救ってくれるのだ。もしこれが君にとって些細なものに思えるなら、私は君にこれよりも大きなもの、すなわち航海術を挙げよう。これは魂だけでなく、身体も財産も極限の危険から救ってくれるのだ、ちょうど弁論術のように。しかも、この技術は控えめで秩序立っており、高慢なことを成し遂げたかのように気取って威張ることもない。むしろ、法廷の技術と同じだけのことを成し遂げながらも、もしアイギナからここまで無事に運んでくれたなら、おそらく2オボロスを請求するだけだし、もしエジプトやポントスからだとしても、たとえ非常に遠くからであっても、今しがた私が言ったもの、すなわちその人自身、子供たち、財産、妻たちを救って港へと上陸させるという、この多大なる恩恵に対して、わずか2ドラクマを請求するだけなのだ。そして、この技術を持ち、これらのことを成し遂げた張本人は、船を降りると海辺や自分の船の周りを謙虚な様子で歩き回るのだ。というのも、彼は、海に溺れさせないことによって、一緒に航海した人々のうち誰に益をもたらし、誰に害を与えたのかは定かではないと考えることができるからなのだ。彼は、自分が上陸させた人々が、船に乗り込んだときよりも肉体においても魂においてもいささかも良くなってはいないということを知っているからだ。
- 510aἔστω σοι τοῦτο
代名詞 σοι は利害の与格、または倫理与格として機能しており、「君のためにこのことを認めよう」あるいは「君の言う通りにこれを認めよう」という意味になる。カリクレスが議論を進めさせるために、ソクラテスの前提を便宜的に承認している文脈を示している。
- 510bὅνπερ οἱ παλαιοί τε καὶ σοφοὶ λέγουσιν
関係代名詞 ὅνπερ の先行詞は、直前の φίλος であるとも解釈しうるが、後続の同格要素である諺的表現 ὁ ὅμοιος τῷ ὁμοίῳ(類は友を呼ぶ)を先取りして修飾している。構文的には、先行詞が関係節内に引き込まれたか、あるいは同格の表現に適合するように男性単数形 ὅνπερ が選択されている。
- 510dτοῦτον οὐδεὶς χαίρων ἀδικήσει
現在分詞 χαίρων(「喜びつつ」)は、動詞 ἀδικήσει と組み合わさることで「罰せられずに」「無事で」「何のお咎めもなく」という免罰・無傷を意味するギリシア語の定番の慣用表現である。したがって「誰も彼に対して無事で不正を働くことはできない」と訳される。
- 511dταὐτὰ διαπραξαμένη τῇ δικανικῇ
指示代名詞 ταὐτά(同一のこと)に、比較の基準を表す与格 τῇ δικανικῇ(「法廷の技術」すなわち弁論術)が結合している。これは「弁論術と同じことを成し遂げながら」という比較と同等の関係を示す構文である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-27)
- 2026-09-27 読者の報告(AIが修正) — 訳文 1 件
