§449ΣΩ. καὶ μάλα.
苏格拉底:确实如此。
ἀλλʼ οὐδεὶς ἐρωτᾷ ποία τις ἡ Γοργίου τέχνη, ἀλλὰ τίς, καὶ ὅντινα δέοι καλεῖν τὸν Γοργίαν·
但是没有人问高尔吉亚的技艺是哪一种,而是问它是什么,以及应该如何称呼高尔吉亚。
ὥσπερ τὰ ἔμπροσθέν σοι ὑπετείνατο Χαιρεφῶν καὶ αὐτῷ καλῶς καὶ διὰ βραχέων ἀπεκρίνω, καὶ νῦν οὕτως εἰπὲ τίς ἡ τέχνη καὶ τίνα Γοργίαν καλεῖν χρὴ ἡμᾶς.
正如刚才凯勒丰向你提出问题,而你对他也作了漂亮且简短的回答一样,现在你也同样告诉我们这门技艺是什么,以及我们应该称高尔吉亚为什么。
μᾶλλον δέ, ὦ Γοργία, αὐτὸς ἡμῖν εἰπὲ τίνα σε χρὴ καλεῖν ὡς τίνος ἐπιστήμονα τέχνης.
或者更确切地说,高尔吉亚,请你亲自告诉我们,应该把你称作精通什么技艺的人。
ΓΟΡ. τῆς ῥητορικῆς, ὦ Σώκρατες.
高尔吉亚:修辞学,苏格拉底。
ΣΩ. ῥήτορα ἄρα χρή σε καλεῖν;
苏格拉底:那么应该称你为修辞家吗?
ΓΟΡ. ἀγαθόν γε, ὦ Σώκρατες, εἰ δὴ ὅ γε εὔχομαι εἶναι, ὡς ἔφη Ὅμηρος, βούλει με καλεῖν.
高尔吉亚:如果你真的想照荷马所说,称我为我所自诩的“优秀的人”的话,苏格拉底。
ΣΩ. ἀλλὰ βούλομαι.
苏格拉底:我确实想这么称呼。
ΓΟΡ. κάλει δή.
高尔吉亚:那就这样称呼吧。
ΣΩ. οὐκοῦν καὶ ἄλλους σε φῶμεν δυνατὸν εἶναι ποιεῖν;
苏格拉底:那么,我们是否可以说你也能使别人成为这样的人呢?
ΓΟΡ. ἐπαγγέλλομαί γε δὴ ταῦτα οὐ μόνον ἐνθάδε ἀλλὰ καὶ ἄλλοθι.
高尔吉亚:我确实宣告了这一点,不仅在这里,在其他地方也是如此。
ΣΩ. ἆρʼ οὖν ἐθελήσαις ἄν, ὦ Γοργία, ὥσπερ νῦν διαλεγόμεθα, διατελέσαι τὸ μὲν ἐρωτῶν, τὸ δʼ ἀποκρινόμενος, τὸ δὲ μῆκος τῶν λόγων τοῦτο, οἷον καὶ πῶλος ἤρξατο, εἰς αὖθις ἀποθέσθαι;
苏格拉底:那么,高尔吉亚,你是否愿意像我们现在这样继续交谈下去,一人提问,一人回答,而把波鲁斯刚才开始的那种冗长的发言留到改天呢?
ἀλλʼ ὅπερ ὑπισχνῇ, μὴ ψεύσῃ, ἀλλὰ ἐθέλησον κατὰ βραχὺ τὸ ἐρωτώμενον ἀποκρίνεσθαι.
但不要违背你的诺言,要愿意简短地回答所问的问题。
ΓΟΡ. εἰσὶ μέν, ὦ Σώκρατες, ἔνιαι τῶν ἀποκρίσεων ἀναγκαῖαι διὰ μακρῶν τοὺς λόγους ποιεῖσθαι· οὐ μὴν ἀλλὰ πειράσομαί γε ὡς διὰ βραχυτάτων.
高尔吉亚:苏格拉底,有些回答确实不可避免地需要进行长篇大论;然而,我会尽力做到最简短。
καὶ γὰρ αὖ καὶ τοῦτο ἕν ἐστιν ὧν φημι, μηδένα ἂν ἐν βραχυτέροις ἐμοῦ τὰ αὐτὰ εἰπεῖν.
因为这也是我所声称的一点:没有人能用比我更简短的话来表达同样的意思。
ΣΩ. τούτου μὴν δεῖ, ὦ Γοργία·
苏格拉底:这确实是需要的,高尔吉亚。
καί μοι ἐπίδειξιν αὐτοῦ τούτου ποίησαι, τῆς βραχυλογίας, μακρολογίας δὲ εἰς αὖθις.
请为我展示这门本领,也就是简明扼要,而长篇大论就留到改天吧。
ΓΟΡ. ἀλλὰ ποιήσω, καὶ οὐδενὸς φήσεις βραχυλογωτέρου ἀκοῦσαι.
高尔吉亚:好的,我会展示的,而且你会说从未听过比这更简短的人说话。
ΣΩ. φέρε δή·
苏格拉底:来吧。
ῥητορικῆς γὰρ φῂς ἐπιστήμων τέχνης εἶναι καὶ ποιῆσαι ἂν καὶ ἄλλον ῥήτορα·
因为你说你精通修辞学的技艺,并且也能使别人成为修辞家。
ἡ ῥητορικὴ περὶ τί τῶν ὄντων τυγχάνει οὖσα;
那么修辞学究竟是关于存在之物中的什么呢?
ὥσπερ ἡ ὑφαντικὴ περὶ τὴν τῶν ἱματίων ἐργασίαν· ἦ γάρ;
就像织布术是关于衣服的制作一样,不是吗?
ΓΟΡ. ναί.
高尔吉亚:是的。
ΣΩ. οὐκοῦν καὶ ἡ μουσικὴ περὶ τὴν τῶν μελῶν ποίησιν;
苏格拉底:那么,音乐也是关于歌曲的创作吗?
ΓΟΡ. ναί.
高尔吉亚:是的。
ΣΩ. νὴ τὴν Ἥραν, ὦ Γοργία, ἄγαμαί γε τὰς ἀποκρίσεις, ὅτι ἀποκρίνῃ ὡς οἷόν τε διὰ βραχυτάτων.
苏格拉底:凭赫拉发誓,高尔吉亚,我真的很佩服你的回答,因为你回答得尽可能简短。
ΓΟΡ. πάνυ γὰρ οἶμαι, ὦ Σώκρατες, ἐπιεικῶς τοῦτο ποιεῖν.
高尔吉亚:苏格拉底,因为我确实认为自己在这方面做得相当得体。
ΣΩ. εὖ λέγεις.
苏格拉底:说得好。
ἴθι δή μοι ἀπόκριναι οὕτως καὶ περὶ τῆς ῥητορικῆς, περὶ τί τῶν ὄντων ἐστὶν ἐπιστήμη;
来吧,请以同样的方式回答我关于修辞学的问题:它是关于存在之物中的什么知识?
ΓΟΡ. περὶ λόγους.
高尔吉亚:关于言辞。
ΣΩ. ποίους τούτους, ὦ Γοργία;
苏格拉底:是哪种言辞,高尔吉亚?
ἆρα οἳ δηλοῦσι τοὺς κάμνοντας, ὡς ἂν διαιτώμενοι ὑγιαίνοιεν;
难道是指向病人表明如何通过调理膳食来恢复健康的言辞吗?
ΓΟΡ. οὔ.
高尔吉亚:不是。
ΣΩ. οὐκ ἄρα περὶ πάντας γε τοὺς λόγους ἡ ῥητορική ἐστιν.
苏格拉底:那么,修辞学并不是关于所有言辞的。
ΓΟΡ. οὐ δῆτα.
高尔吉亚:确实不是。
ΣΩ. ἀλλὰ μὴν λέγειν γε ποιεῖ δυνατούς.
苏格拉底:但它确实能使人具有说话的能力。
ΓΟΡ. ναί.
高尔吉亚:是的。
ΣΩ. οὐκοῦν περὶ ὧνπερ λέγειν, καὶ φρονεῖν;
苏格拉底:那么,它也使人能对自己所说的内容进行思考吗?
ΓΟΡ. πῶς γὰρ οὔ;
高尔吉亚:怎么会不呢?