- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:282-283
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
ソクラテスは知恵の重要性と哲学の必要性を説き、クレイニアスから同意を得る。その後、ディオニュソドロスが対話を再開し、「無知なクレイニアスが知恵ある者になることを望むのは、彼が死ぬことを望むことだ」という詭弁を弄してクテシッポスを激怒させる。
ΣΩ. ἔτι τοίνυν, ἔφην, τὸ λοιπὸν ἐπισκεψώμεθα. ἐπειδὴ εὐδαίμονες μὲν εἶναι προθυμούμεθα πάντες, ἐφάνημεν δὲ τοιοῦτοι γιγνόμενοι ἐκ τοῦ χρῆσθαί τε τοῖς πράγμασιν καὶ ὀρθῶς χρῆσθαι, τὴν δὲ ὀρθότητα καὶ εὐτυχίαν ἐπιστήμη ἦν ἡ παρέχουσα, δεῖ δή, ὡς ἔοικεν, ἐκ παντὸς τρόπου ἅπαντα ἄνδρα τοῦτο παρασκευάζεσθαι, ὅπως ὡς σοφώτατος ἔσται· ἢ οὔ;— ναί, ἔφη.—καὶ παρὰ πατρός γε δήπου τοῦτο οἰόμενον δεῖν1 παραλαμβάνειν πολὺ μᾶλλον ἢ χρήματα, καὶ παρʼ ἐπιτρόπων καὶ φίλων τῶν τε ἄλλων καὶ τῶν φασκόντων ἐραστῶν εἶναι, καὶ ξένων καὶ πολιτῶν, δεόμενον καὶ ἱκετεύοντα σοφίας μεταδιδόναι, οὐδὲν αἰσχρόν, ὦ Κλεινία, οὐδὲ νεμεσητὸν ἕνεκα τούτου ὑπηρετεῖν καὶ δουλεύειν καὶ ἐραστῇ καὶ παντὶ ἀνθρώπῳ, ὁτιοῦν ἐθέλοντα ὑπηρετεῖν τῶν καλῶν ὑπηρετημάτων, προθυμούμενον σοφὸν γενέσθαι· ἢ οὐ δοκεῖ σοι, ἔφην ἐγώ, οὕτως;— πάνυ μὲν οὖν εὖ μοι δοκεῖς λέγειν, ἦ δʼ ὅς.—εἰ ἔστι γε, ὦ Κλεινία, ἦν δʼ ἐγώ, ἡ σοφία διδακτόν, ἀλλὰ μὴ ἀπὸ ταὐτομάτου παραγίγνεται τοῖς ἀνθρώποις· τοῦτο γὰρ ἡμῖν ἔτι ἄσκεπτον καὶ οὔπω διωμολογημένον ἐμοί τε καὶ σοί.— ἀλλʼ ἔμοιγε, ἔφη, ὦ Σώκρατες, διδακτὸν εἶναι δοκεῖ. —καὶ ἐγὼ ἡσθεὶς εἶπον· ἦ καλῶς λέγεις, ὦ ἄριστε ἀνδρῶν, καὶ εὖ ἐποίησας ἀπαλλάξας με σκέψεως πολλῆς περὶ τούτου αὐτοῦ, πότερον διδακτὸν ἢ οὐ διδακτὸν ἡ σοφία. νῦν οὖν ἐπειδή σοι καὶ διδακτὸν δοκεῖ καὶ μόνον τῶν ὄντων εὐδαίμονα καὶ εὐτυχῆ ποιεῖν τὸν ἄνθρωπον, ἄλλο τι ἢ φαίης ἂν ἀναγκαῖον εἶναι φιλοσοφεῖν καὶ αὐτὸς ἐν νῷ ἔχεις αὐτὸ ποιεῖν;— πάνυ μὲν οὖν, ἔφη, ὦ Σώκρατες, ὡς οἷόν τε μάλιστα. κἀγὼ ταῦτα ἅσμενος ἀκούσας, τὸ μὲν ἐμόν, ἔφην, παράδειγμα, ὦ Διονυσόδωρέ τε καὶ Εὐθύδημε, οἵων ἐπιθυμῶ τῶν προτρεπτικῶν λόγων εἶναι, τοιοῦτον, ἰδιωτικὸν ἴσως καὶ μόλις διὰ μακρῶν λεγόμενον· σφῷν δὲ ὁπότερος βούλεται, ταὐτὸν τοῦτο τέχνῃ πράττων ἐπιδειξάτω ἡμῖν. εἰ δὲ μὴ τοῦτο βούλεσθον, ὅθεν ἐγὼ ἀπέλιπον, τὸ ἑξῆς ἐπιδείξατον τῷ μειρακίῳ, πότερον πᾶσαν ἐπιστήμην δεῖ αὐτὸν κτᾶσθαι, ἢ ἔστι τις μία ἣν δεῖ λαβόντα εὐδαιμονεῖν τε καὶ ἀγαθὸν ἄνδρα εἶναι, καὶ τίς αὕτη. ὡς γὰρ ἔλεγον ἀρχόμενος, περὶ πολλοῦ ἡμῖν τυγχάνει ὂν τόνδε τὸν νεανίσκον σοφόν τε καὶ ἀγαθὸν γενέσθαι.
ソクラテス:「さらにそれなら」と私は言った。「残りのことを検討してみよう。私たちは皆幸福であることを望んでおり、事物を用いて、しかも正しく用いることによってそうなることが明らかになり、そして正しさと幸福を提供するものは知識であったのだから、どうやらあらゆる方法であらゆる人が、自分が可能な限り知恵ある者となるよう準備しなければならない。そうではないかね?」―― 「はい」 と彼は言った。――「そして、父親からも、財産よりもはるかにこれを受け取るべきだと考えるべきだし、また後見人や友人たち、その他の人々、そして自分を愛していると称する人々、さらには異邦人や市民からも、知恵を分け与えてくれるよう求め、懇願すべきであって、クレイニアスよ、そのために仕えたり、愛する人やあらゆる人に奴隷のように仕えたり、美しい奉仕であればどんなことでも喜んで引き受け、知恵ある者になろうと熱望することは、決して恥ずべきことでも、非難されるべきことでもない。それとも、君にはそのように思われないかね?」と私は言った。―― 「全くその通り、おっしゃる通りだと思います」 と彼は言った。――「もし、クレイニアスよ」と私は言った。「知恵が教えられうるものであって、人々に偶然に生じるものではないとすればね。というのも、このことは私たちにとって、私と君にとって、まだ検討されておらず、まだ合意されていないことなのだから」―― 「しかし、ソクラテスよ、私には教えられうるものであると思われます」 と彼は言った。――そこで私は喜んで言った。「素晴らしい、最も優れた人よ。君は私を、知恵が教えられうるものであるか否かという、まさにそのことに関する多くの検討から解放してくれて、実によいことをしてくれた。それでは、今や君にとって知恵が教えられうるものであり、存在するもののうちで唯一、人間を幸福にし、幸運にするものであると思われる以上、哲学することが必要であると君は言うのではないか。そして、君自身もそれを行うつもりがあるのかね?」―― 「全くその通りです、ソクラテスよ、できる限りそうするつもりです」 と彼は言った。私もこれを楽しそうに聞いて言った。「ディオニュソドロスよ、エウテュデモスよ。私の側のお手本、つまり私がどのような勧告的議論であってほしいと望むかということは、このようなものであり、おそらく素人っぽく、長々と語られたにすぎません。しかし、あなた方のうちのどちらでも、望む方が、この同じことを技術をもって行って、私たちに示してください。あるいは、もしこれを望まないなら、私がやめたところから引き続いて、この若者に対して、すべての知識を獲得すべきなのか、それとも、それを獲得すれば幸福になり、善い人間になれるような、何か一つの知識があるのか、そしてそれは何であるかを示してください。というのも、最初に言いましたように、この若者が知恵があり、善い人間になることは、私たちにとって非常に重要なことなのですから」
ΣΩ. ἐγὼ μὲν οὖν ταῦτα εἶπον, ὦ Κρίτων· τῷ δὲ μετὰ τοῦτο ἐσομένῳ πάνυ σφόδρα προσεῖχον τὸν νοῦν, καὶ ἐπεσκόπουν τίνα ποτὲ τρόπον ἅψοιντο τοῦ λόγου καὶ ὁπόθεν ἄρξοιντο παρακελευόμενοι τῷ νεανίσκῳ σοφίαν τε καὶ ἀρετὴν ἀσκεῖν. ὁ οὖν πρεσβύτερος αὐτῶν, ὁ Διονυσόδωρος, πρότερος ἤρχετο τοῦ λόγου, καὶ ἡμεῖς πάντες ἐβλέπομεν πρὸς αὐτὸν ὡς αὐτίκα μάλα ἀκουσόμενοι θαυμασίους τινὰς λόγους. ὅπερ οὖν καὶ συνέβη ἡμῖν· θαυμαστὸν γάρ τινα, ὦ Κρίτων, ἁνὴρ κατῆρχεν λόγον, οὗ σοὶ ἄξιον ἀκοῦσαι, ὡς παρακελευστικὸς ὁ λόγος ἦν ἐπʼ ἀρετήν. εἰπέ μοι, ἔφη, ὦ Σώκρατές τε καὶ ὑμεῖς οἱ ἄλλοι, ὅσοι φατὲ ἐπιθυμεῖν τόνδε τὸν νεανίσκον σοφὸν γενέσθαι, πότερον παίζετε ταῦτα λέγοντες ἢ ὡς ἀληθῶς ἐπιθυμεῖτε καὶ σπουδάζετε; κἀγὼ διενοήθην ὅτι ᾠηθήτην ἄρα ἡμᾶς τὸ πρότερον παίζειν, ἡνίκα ἐκελεύομεν διαλεχθῆναι τῷ νεανίσκῳ αὐτώ, καὶ διὰ ταῦτα προσεπαισάτην τε καὶ οὐκ ἐσπουδασάτην· ταῦτα οὖν διανοηθεὶς ἔτι μᾶλλον εἶπον ὅτι θαυμαστῶς σπουδάζοιμεν. καὶ ὁ Διονυσόδωρος, σκόπει μήν, ἔφη, ὦ Σώκρατες, ὅπως μὴ ἔξαρνος ἔσῃ ἃ νῦν λέγεις. —ἔσκεμμαι, ἦν δʼ ἐγώ· οὐ γὰρ μή ποτʼ ἔξαρνος γένωμαι.— τί οὖν; ἔφη· φατὲ βούλεσθαι αὐτὸν σοφὸν γενέσθαι; —πάνυ μὲν οὖν.— νῦν δέ, ἦ δʼ ὅς, Κλεινίας πότερον σοφός ἐστιν ἢ οὔ; —οὔκουν φησί γέ πω· ἔστιν δέ, ἦν δʼ ἐγώ, οὐκ ἀλαζών.— ὑμεῖς δέ, ἔφη, βούλεσθε γενέσθαι αὐτὸν σοφόν, ἀμαθῆ δὲ μὴ εἶναι; —ὡμολογοῦμεν.— οὐκοῦν ὃς μὲν οὐκ ἔστιν, βούλεσθε αὐτὸν γενέσθαι, ὃς δʼ ἔστι νῦν, μηκέτι εἶναι. —καὶ ἐγὼ ἀκούσας ἐθορυβήθην· ὁ δέ μου θορυβουμένου ὑπολαβών, ἄλλο τι οὖν,2 ἔφη, ἐπεὶ βούλεσθε αὐτὸν ὃς νῦν ἐστὶν μηκέτι εἶναι, βούλεσθε αὐτόν, ὡς ἔοικεν, ἀπολωλέναι; καίτοι πολλοῦ ἂν ἄξιοι οἱ τοιοῦτοι εἶεν φίλοι τε καὶ ἐρασταί, οἵτινες τὰ παιδικὰ περὶ παντὸς ἂν ποιήσαιντο ἐξολωλέναι. καὶ ὁ Κτήσιππος ἀκούσας ἠγανάκτησέν τε ὑπὲρ τῶν παιδικῶν καὶ εἶπεν· ὦ ξένε Θούριε, εἰ μὴ ἀγροικότερον, ἔφη, ἦν εἰπεῖν, εἶπον ἄν· σοὶ εἰς κεφαλήν,3 ὅτι μαθών4 μου καὶ τῶν ἄλλων καταψεύδῃ τοιοῦτον πρᾶγμα, ὃ ἐγὼ οἶμαι οὐδʼ ὅσιον εἶναι λέγειν, ὡς ἐγὼ τόνδε βουλοίμην ἂν ἐξολωλέναι.
「クリトンよ、私はこのように言った。そして、この後起こることに非常に強く注意を向け、彼らがどのように議論に取り組み、どこから始めて若者に知恵と徳を修めるよう勧めるのかを見守っていた。すると、彼らのうち年長のディオニュソドロスが先に議論を始め、私たちは皆、すぐにでも何か驚くべき議論を聞くことになるだろうと彼を見つめていた。そして、まさにそれが私たちに起こった。クリトンよ、その男は、徳への勧告となるような、君が聞くに値する、驚くべき議論を始めたのだ。 『ソクラテス、そしてこの若者が知恵ある者になることを望んでいると言う他の皆さん』と彼は言った。『あなた方は冗談でそう言っているのですか、それとも本当にそれを望み、真剣なのですか?』 私は、彼らが先ほど、私たちがその若者と対話するよう頼んだときに、私たちが冗談を言っていると思ったのだと気づいた。だから彼らもふざけて、真剣にならなかったのだ。このように考えて、私はなおさら、私たちは驚くほど真剣なのだと言った。すると、ディオニュソドロスは、 『それなら、ソクラテスよ』と彼は言った。『今言っていることを否認することにならないよう、よく注意しなさい』。 『私はよく考えました』と私は言った。『否認することなど決してありません』。 『ではどうですか』と彼は言った。『あなた方は彼が知恵ある者になることを望むと言うのですね?』 『全くその通りです』 『しかし現在』と彼は言った。『クレイニアスは知恵があるのですか、それともないのですか?』 『本人はまだそうだとは言っていません。しかし』と私は言った。『彼は大言壮語する者ではありません』。 『ではあなた方は』と彼は言った。『彼が知恵ある者になり、無知でなくなることを望むのですね?』 『私たちはそう認めました』 『それなら、彼が現在そうでないものに彼がなることを望み、現在彼があるものに彼がもはやないことを望むのですね』 これを聞いて私はうろたえた。彼がうろたえる私を遮って、 『ということは』と彼は言った。『あなた方は、彼が現在あるものでもはやないことを望むのだから、彼が滅びてしまうことを望むのではないですか。それにしても、愛する者が滅びてしまうことを何よりも望むような友人や愛人とは、大層価値のあるものですね』。 これを耳にしたクテシッポスは、愛する者のために憤慨して言った。 『トゥリオイの異邦人よ、もし無礼なことでなければ言っただろうが、こう言ってやろう。『お前の頭に災いあれ!』と。君はどういうつもりで、私や他の人々について、私がこの子が滅びてしまうことを望むなどという、言うことさえ不敬であると私が思うような、そのような嘘をでっち上げるのか』
- 282aοἰόμενον δεῖν
対格分詞 οἰόμενον は、非人称動詞 δεῖ の意味上の主語である一般の「人」(対格、文脈上省略されている)を修飾する。全体として「(人は)〜を相続すべきだと考えるべきだ」という意味になる。
- 283dἄλλο τι οὖν
慣用表現 ἄλλο τι ἤ から ἤ が省略されたもので、相手に同意を強く求める疑問文(「〜ではないか」「ということは〜なのですね」)を導く。
- 283eσοὶ εἰς κεφαλήν
災いが相手の頭に降りかかることを願う呪いの慣用句。文脈上、τρέποιτο(向けられよ)などの動詞が省略されている。
- 283eὅτι μαθών
非難や驚きを伴って理由を問う表現 τί μαθών が、間接話法または従属節において ὅτι を伴って用いられた形。「どういうつもりで」「何を考えて」の意味になり、不当な行動を難詰する。
