§227ΣΩ. ὦ φίλε Φαῖδρε, ποῖ δὴ καὶ πόθεν;
苏格拉底:我亲爱的斐德若,你这是去哪里,又是从哪里来?
ΦΑΙ. παρὰ Λυσίου, ὦ Σώκρατες, τοῦ Κεφάλου, πορεύομαι δὲ πρὸς περίπατον ἔξω τείχους·
斐德若:苏格拉底,我是从凯法洛斯之子吕西亚斯那里来,正要到城墙外去散步。
συχνὸν γὰρ ἐκεῖ διέτριψα χρόνον καθήμενος ἐξ ἑωθινοῦ.
因为我从清晨起就坐在那里,坐了很长时间。
τῷ δὲ σῷ καὶ ἐμῷ ἑταίρῳ πειθόμενος Ἀκουμενῷ κατὰ τὰς ὁδοὺς ποιοῦμαι τοὺς περιπάτους· φησὶ γὰρ ἀκοπωτέρους εἶναι τῶν ἐν τοῖς δρόμοις.
我听从了你我的共同朋友阿库美诺斯的劝告,在公路上散步;因为他说这比在跑道上散步更不容易令人疲劳。
ΣΩ. καλῶς γάρ, ὦ ἑταῖρε, λέγει.
苏格拉底:他说得对,我的朋友。
ἀτὰρ Λυσίας ἦν, ὡς ἔοικεν, ἐν ἄστει.
不过,吕西亚斯看来是在城里了。
ΦΑΙ. ναί, παρʼ Ἐπικράτει, ἐν τῇδε τῇ πλησίον τοῦ Ὀλυμπίου οἰκίᾳ τῇ Μορυχίᾳ.
斐德若:是的,住在埃皮克拉特斯家里,就是奥林匹亚神庙附近那所莫里科斯的房子。
ΣΩ. τίς οὖν δὴ ἦν ἡ διατριβή;
苏格拉底:那么,你们是用什么来消磨时间的?
ἢ δῆλον ὅτι τῶν λόγων ὑμᾶς Λυσίας εἱστία;
很显然,吕西亚斯用他的辞章招待了你们吧?
ΦΑΙ. πεύσῃ, εἴ σοι σχολὴ προϊόντι ἀκούειν.
斐德若:如果你有闲暇边走边听,你就会知道了。
ΣΩ. τί δέ;
苏格拉底:怎么?
οὐκ ἂν οἴει με κατὰ Πίνδαρον
"καὶ ἀσχολίας ὑπέρτερον πρᾶγμα"
ποιήσασθαι τὸ τεήν τε καὶ Λυσίου διατριβὴν ἀκοῦσαι;
难道你以为我不会把倾听你和吕西亚斯的消遣,当作像品达所说的那样,“一件甚至高于无暇之事的事”吗?
ΦΑΙ. πρόαγε δή.
斐德若:那就请前行吧。
ΣΩ. λέγοις ἄν.
苏格拉底:那你就说吧。
ΦΑΙ. καὶ μήν, ὦ Σώκρατες, προσήκουσα γέ σοι ἡ ἀκοή·
斐德若:确实,苏格拉底,这个话题对你来说再合适不过了。
ὁ γάρ τοι λόγος ἦν, περὶ ὃν διετρίβομεν, οὐκ οἶδʼ ὅντινα τρόπον ἐρωτικός.
因为我们刚才消磨时间所谈论的话题,不知怎的,正是关于爱情的。
γέγραφε γὰρ δὴ ὁ Λυσίας πειρώμενόν τινα τῶν καλῶν, οὐχ ὑπʼ ἐραστοῦ δέ, ἀλλʼ αὐτὸ δὴ τοῦτο καὶ κεκόμψευται· λέγει γὰρ ὡς χαριστέον μὴ ἐρῶντι μᾶλλον ἢ ἐρῶντι.
因为吕西亚斯写到了一个美少年受到诱惑,但诱惑他的并非情人,这正是巧妙之处;因为他说,应该向不爱自己的人让步,而不是向爱自己的人让步。
ΣΩ. ὢ γενναῖος.
苏格拉底:噢,真是高尚!
εἴθε γράψειεν ὡς χρὴ πένητι μᾶλλον ἢ πλουσίῳ, καὶ πρεσβυτέρῳ ἢ νεωτέρῳ, καὶ ὅσα ἄλλα ἐμοί τε πρόσεστι καὶ τοῖς πολλοῖς ἡμῶν· ἦ γὰρ ἂν ἀστεῖοι καὶ δημωφελεῖς εἶεν οἱ λόγοι.
但愿他写的是应该向穷人让步而不是向富人,应该向年长者让步而不是向年少者,以及其他所有我和我们大多数人所具备的特征;如果是这样的话,这些言论就既雅致又有益于公众了。
ἔγωγʼ οὖν οὕτως ἐπιτεθύμηκα ἀκοῦσαι, ὥστʼ ἐὰν βαδίζων ποιῇ τὸν περίπατον Μέγαράδε καὶ κατὰ Ἡρόδικον προσβὰς τῷ τείχει πάλιν ἀπίῃς, οὐ μή σου ἀπολειφθῶ.
无论如何,我是如此渴望倾听,以至于即使你走到麦加拉,并且按照希罗迪科斯的建议,走到城墙处再折返回来,我也绝不会落后于你。
§228ΦΑΙ. πῶς λέγεις, ὦ βέλτιστε Σώκρατες;
斐德若:你在说什么呢,我优秀的苏格拉底?
οἴει με, ἃ Λυσίας ἐν πολλῷ χρόνῳ κατὰ σχολὴν συνέθηκε, δεινότατος ὢν τῶν νῦν γράφειν, ταῦτα ἰδιώτην ὄντα ἀπομνημονεύσειν ἀξίως ἐκείνου;
你以为,像我这样一介外行,能配得上吕西亚斯的名声,把他这位当代最擅长写作的人花了很多时间、在闲暇时构思出来的东西,凭记忆背诵出来吗?
πολλοῦ γε δέω· καίτοι ἐβουλόμην γʼ ἂν μᾶλλον ἤ μοι πολὺ χρυσίον γενέσθαι.
我差得远呢;不过,我宁愿拥有这种本领,也不愿得到许多黄金。
ΣΩ. ὦ Φαῖδρε, εἰ ἐγὼ Φαῖδρον ἀγνοῶ, καὶ ἐμαυτοῦ ἐπιλέλησμαι.
苏格拉底:斐德若啊,如果我不认识斐德若,那我也就忘记了自己。
ἀλλὰ γὰρ οὐδέτερά ἐστι τούτων·
但这两点都不是事实。
εὖ οἶδα ὅτι Λυσίου λόγον ἀκούων ἐκεῖνος οὐ μόνον ἅπαξ ἤκουσεν, ἀλλὰ πολλάκις ἐπαναλαμβάνων ἐκέλευέν οἱ λέγειν, ὁ δὲ ἐπείθετο προθύμως.
我很清楚,当他听吕西亚斯的演讲时,他不仅听了一遍,而且多次让对方重复,而对方也乐意照办。
τῷ δὲ οὐδὲ ταῦτα ἦν ἱκανά, ἀλλὰ τελευτῶν παραλαβὼν τὸ βιβλίον ἃ μάλιστα ἐπεθύμει ἐπεσκόπει, καὶ τοῦτο δρῶν ἐξ ἑωθινοῦ καθήμενος ἀπειπὼν εἰς περίπατον ᾔει, ὡς μὲν ἐγὼ οἶμαι, νὴ τὸν κύνα, ἐξεπιστάμενος τὸν λόγον, εἰ μὴ πάνυ τι ἦν μακρός.
但即便如此他仍不满足,最后他拿过书来,仔细阅读了他最感兴趣的部分;他从清晨起就坐着做这件事,感到疲倦后便出去散步,正如我所认为的——凭犬起誓——他已经把这篇演讲烂熟于心了,除非它实在太长。
ἐπορεύετο δʼ ἐκτὸς τείχους ἵνα μελετῴη.
他走到城墙外,就是为了练习背诵。
ἀπαντήσας δὲ τῷ νοσοῦντι περὶ λόγων ἀκοήν, ἰδὼν μέν, ἰδών, ἥσθη ὅτι ἕξοι τὸν συγκορυβαντιῶντα, καὶ προάγειν ἐκέλευε.
而当他遇见那个对倾听辞章近乎病态痴迷的人时,他一看到他——是的,看到他——便喜出望外,因为他找到了一个可以共同狂欢的同伴,于是便催促对方前行。
δεομένου δὲ λέγειν τοῦ τῶν λόγων ἐραστοῦ, ἐθρύπτετο ὡς δὴ οὐκ ἐπιθυμῶν λέγειν· τελευτῶν δὲ ἔμελλε καὶ εἰ μή τις ἑκὼν ἀκούοι βίᾳ ἐρεῖν.
可当这位辞章爱好者请求他讲述时,他却拿腔作势,假装不想讲;但到头来,哪怕没人愿意听,他也会强迫别人听。
σὺ οὖν, ὦ Φαῖδρε, αὐτοῦ δεήθητι ὅπερ τάχα πάντως ποιήσει νῦν ἤδη ποιεῖν.
所以,斐德若啊,求他现在就做他迟早无论如何都会做的事吧。
ΦΑΙ. ἐμοὶ ὡς ἀληθῶς πολὺ κράτιστόν ἐστιν οὕτως ὅπως δύναμαι λέγειν, ὥς μοι δοκεῖς σὺ οὐδαμῶς με ἀφήσειν πρὶν ἂν εἴπω ἁμῶς γέ πως.
斐德若:对我来说,说实在的,尽我所能讲出来确实是最好的选择,因为我看你无论如何也不会放过我,直到我以某种方式讲出来为止。
ΣΩ. πάνυ γάρ σοι ἀληθῆ δοκῶ.
苏格拉底:因为你对我的看法完全真实。
ΦΑΙ. οὑτωσὶ τοίνυν ποιήσω.
斐德若:那我就照办。
τῷ ὄντι γάρ, ὦ Σώκρατες, παντὸς μᾶλλον τά γε ῥήματα οὐκ ἐξέμαθον· τὴν μέντοι διάνοιαν σχεδὸν ἁπάντων, οἷς ἔφη διαφέρειν τὰ τοῦ ἐρῶντος ἢ τὰ τοῦ μή, ἐν κεφαλαίοις ἕκαστον ἐφεξῆς δίειμι, ἀρξάμενος ἀπὸ τοῦ πρώτου.
因为说实在的,苏格拉底,我并没有一字不落地把词句背下来;不过,至于他所说的爱者与非爱者的区别几乎所有的核心思想,我都将从第一个要点开始,依次逐一作概要的说明。
ΣΩ. δείξας γε πρῶτον, ὦ φιλότης, τί ἄρα ἐν τῇ ἀριστερᾷ ἔχεις ὑπὸ τῷ ἱματίῳ·
苏格拉底:那得先让我看看,我亲爱的朋友,你披风下的左手里究竟藏着什么。
τοπάζω γάρ σε ἔχειν τὸν λόγον αὐτόν.
我猜你带了那篇演讲的文本。
εἰ δὲ τοῦτό ἐστιν, οὑτωσὶ διανοοῦ περὶ ἐμοῦ, ὡς ἐγώ σε πάνυ μὲν φιλῶ, παρόντος δὲ καὶ Λυσίου, ἐμαυτόν σοι ἐμμελετᾶν παρέχειν οὐ πάνυ δέδοκται.
如果真是这样,关于我,你可得这么想:虽然我非常喜欢你,但既然吕西亚斯本人就在场,我可决不打算把我自己交给你当练习的对象。
ἀλλʼ ἴθι, δείκνυε.
好啦,拿出来让我看看吧。
ΦΑΙ. παῦε.
斐德若:罢手吧。
ἐκκέκρουκάς με ἐλπίδος, ὦ Σώκρατες, ἣν εἶχον ἐν σοὶ ὡς ἐγγυμνασόμενος.
苏格拉底,你打碎了我的希望,我本来还指望拿你当练习对象的。
ἀλλὰ ποῦ δὴ βούλει καθιζόμενοι ἀναγνῶμεν;
那么,你希望我们坐在哪里阅读呢?