§149ΣΩ. εἶτα, ὦ καταγέλαστε, οὐκ ἀκήκοας ὡς ἐγώ εἰμι ὑὸς μαίας μάλα γενναίας τε καὶ βλοσυρᾶς, Φαιναρέτης;
苏格拉底:那么,你这个可笑的孩子,你难道没有听说过我是一个非常高贵而严厉的助产士菲纳雷特的儿子吗?
ΘΕΑΙ. ἤδη τοῦτό γε ἤκουσα.
泰阿泰德:这我倒是听说过。
ΣΩ. ἆρα καὶ ὅτι ἐπιτηδεύω τὴν αὐτὴν τέχνην ἀκήκοας;
苏格拉底:那你有没有听说我也从事同样的行业呢?
ΘΕΑΙ. οὐδαμῶς.
泰阿泰德:绝没有。
ΣΩ. ἀλλʼ εὖ ἴσθʼ ὅτι·
苏格拉底:但你要确信我是从事这行的。
μὴ μέντοι μου κατείπῃς πρὸς τοὺς ἄλλους.
不过,可不要把我的事泄露给别人。
λέληθα γάρ, ὦ ἑταῖρε, ταύτην ἔχων τὴν τέχνην·
因为,我的朋友,我一直隐瞒着自己拥有这种技术。
οἱ δέ, ἅτε οὐκ εἰδότες, τοῦτο μὲν οὐ λέγουσι περὶ ἐμοῦ, ὅτι δὲ ἀτοπώτατός εἰμι καὶ ποιῶ τοὺς ἀνθρώπους ἀπορεῖν.
而别人因为不知道,所以并不这样说我,只说我是一个极度古怪的人,并让人陷入困境。
ἦ καὶ τοῦτο ἀκήκοας;
你也听说过这个吗?
ΘΕΑΙ. ἔγωγε.
泰阿泰德:我听说过。
ΣΩ. εἴπω οὖν σοι τὸ αἴτιον;
苏格拉底:那么,我把原因告诉你吧?
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:务必请讲。
ΣΩ. ἐννόησον δὴ τὸ περὶ τὰς μαίας ἅπαν ὡς ἔχει, καὶ ῥᾷον μαθήσῃ ὃ βούλομαι.
苏格拉底:想一想关于助产士的整个事情是怎样的,你就会更容易理解我的意思。
οἶσθα γάρ που ὡς οὐδεμία αὐτῶν ἔτι αὐτὴ κυϊσκομένη τε καὶ τίκτουσα ἄλλας μαιεύεται, ἀλλʼ αἱ ἤδη ἀδύνατοι τίκτειν.
因为你大概知道,她们中没有人在自己还能怀孕生育的时候去为别人接生,而只有那些已经不能生育的妇女才去接生。
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:确实如此。
ΣΩ. αἰτίαν δέ γε τούτου φασὶν εἶναι τὴν Ἄρτεμιν, ὅτι ἄλοχος οὖσα τὴν λοχείαν εἴληχε.
苏格拉底:人们说其中的原因是阿耳忒弥斯,因为她自己没有配偶,却执掌着生育之事。
στερίφαις μὲν οὖν ἄρα οὐκ ἔδωκε μαιεύεσθαι, ὅτι ἡ ἀνθρωπίνη φύσις ἀσθενεστέρα ἢ λαβεῖν τέχνην ὧν ἂν ᾖ ἄπειρος· ταῖς δὲ διʼ ἡλικίαν ἀτόκοις προσέταξε τιμῶσα τὴν αὑτῆς ὁμοιότητα.
因此,她不允许不育的妇女去接生,因为人性太软弱,无法掌握自己没有经历过的事物的技术;但她把这任务交给了那些因年龄而不再生育的妇女,以此来尊崇与她自己的相似性。
ΘΕΑΙ. εἰκός.
泰阿泰德:这很合理。
ΣΩ. οὐκοῦν καὶ τόδε εἰκός τε καὶ ἀναγκαῖον, τὰς κυούσας καὶ μὴ γιγνώσκεσθαι μᾶλλον ὑπὸ τῶν μαιῶν ἢ τῶν ἄλλων;
苏格拉底:那么,下面这一点不也同样合理且必然吗:怀孕的妇女和没怀孕的妇女,助产士比其他人更容易看出来?
ΘΕΑΙ. πάνυ γε.
泰阿泰德:确实如此。
ΣΩ. καὶ μὴν καὶ διδοῦσαί γε αἱ μαῖαι φαρμάκια καὶ ἐπᾴδουσαι δύνανται ἐγείρειν τε τὰς ὠδῖνας καὶ μαλθακωτέρας ἂν βούλωνται ποιεῖν, καὶ τίκτειν τε δὴ τὰς δυστοκούσας, καὶ ἐὰν νέον ὂν δόξῃ ἀμβλίσκειν, ἀμβλίσκουσιν;
苏格拉底:而且,助产士通过配药和念咒,能够唤起阵痛,或者在需要时使其减轻,她们也能让难产的妇女生产,如果觉得胎儿还太小需要流产,她们也能使其流产,不是吗?
ΘΕΑΙ. ἔστι ταῦτα.
泰阿泰德:确实是这样。
ΣΩ. ἆρʼ οὖν ἔτι καὶ τόδε αὐτῶν ᾔσθησαι, ὅτι καὶ προμνήστριαί εἰσι δεινόταται, ὡς πάσσοφοι οὖσαι περὶ τοῦ γνῶναι ποίαν χρὴ ποίῳ ἀνδρὶ συνοῦσαν ὡς ἀρίστους παῖδας τίκτειν;
苏格拉底:那你有没有注意到她们的这一点:她们还是极高明的媒人,在懂得什么样的女子应该和什么样的男子结合以生育最优秀的后代方面无所不知?
ΘΕΑΙ. οὐ πάνυ τοῦτο οἶδα.
泰阿泰德:这我倒不太清楚。
ΣΩ. ἀλλʼ ἴσθʼ ὅτι ἐπὶ τούτῳ μεῖζον φρονοῦσιν ἢ ἐπὶ τῇ ὀμφαλητομίᾳ.
苏格拉底:但你要知道,她们在这件事上比在剪脐带上更为自豪。
ἐννόει γάρ· τῆς αὐτῆς ἢ ἄλλης οἴει τέχνης εἶναι θεραπείαν τε καὶ συγκομιδὴν τῶν ἐκ γῆς καρπῶν καὶ αὖ τὸ γιγνώσκειν εἰς ποίαν γῆν ποῖον φυτόν τε καὶ σπέρμα καταβλητέον;
因为想一想:你认为大地上作物的照料和收获,与懂得在什么样的土地上播种什么样的植物和种子,是属于同一种技术,还是不同的技术?
ΘΕΑΙ. οὔκ, ἀλλὰ τῆς αὐτῆς.
泰阿泰德:不,是同一种。
ΣΩ. εἰς γυναῖκα δέ, ὦ φίλε, ἄλλην μὲν οἴει τοῦ τοιούτου, ἄλλην δὲ συγκομιδῆς;
苏格拉底:至于女人,我的朋友,你认为这种播种是一门技术,而收获又是另一门技术吗?
ΘΕΑΙ. οὔκουν εἰκός γε.
泰阿泰德:这不合情理。
§150ΣΩ. οὐ γάρ.
苏格拉底:确实不合情理。
ἀλλὰ διὰ τὴν ἄδικόν τε καὶ ἄτεχνον συναγωγὴν ἀνδρὸς καὶ γυναικός, ᾗ δὴ προαγωγία ὄνομα, φεύγουσι καὶ τὴν προμνηστικὴν ἅτε σεμναὶ οὖσαι αἱ μαῖαι, φοβούμεναι μὴ εἰς ἐκείνην τὴν αἰτίαν διὰ ταύτην ἐμπέσωσιν·
但是,由于男女之间不正当且无技巧的结合(这被称为拉皮条),作为端庄妇女的助产士们甚至避开媒妁之事,害怕因此而落入拉皮条的指责中。
ἐπεὶ ταῖς γε ὄντως μαίαις μόναις που προσήκει καὶ προμνήσασθαι ὀρθῶς.
然而实际上,只有真正的助产士才最适合正确地进行媒妁。
ΘΕΑΙ. φαίνεται.
泰阿泰德:看来是这样。
ΣΩ. τὸ μὲν τοίνυν τῶν μαιῶν τοσοῦτον, ἔλαττον δὲ τοῦ ἐμοῦ δράματος.
苏格拉底:因此,助产士的角色固然如此重要,但与我的戏剧相比却显得微不足道。
οὐ γὰρ πρόσεστι γυναιξὶν ἐνίοτε μὲν εἴδωλα τίκτειν, ἔστι δʼ ὅτε ἀληθινά, τοῦτο δὲ μὴ ῥᾴδιον εἶναι διαγνῶναι.
因为女子并不至于有时产下幻影,有时产下真身,以至于这并不容易辨别。
εἰ γὰρ προσῆν, μέγιστόν τε καὶ κάλλιστον ἔργον ἦν ἂν ταῖς μαίαις τὸ κρίνειν τὸ ἀληθές τε καὶ μή·
因为如果也是这样的话,那么对助产士来说,判定真伪不就成了最大、最美好的工作了吗?
ἢ οὐκ οἴει;
你不这样认为吗?
ΘΕΑΙ. ἔγωγε.
泰阿泰德:我赞同。
ΣΩ. τῇ δέ γʼ ἐμῇ τέχνῃ τῆς μαιεύσεως τὰ μὲν ἄλλα ὑπάρχει ὅσα ἐκείναις, διαφέρει δὲ τῷ τε ἄνδρας ἀλλὰ μὴ γυναῖκας μαιεύεσθαι καὶ τῷ τὰς ψυχὰς αὐτῶν τικτούσας ἐπισκοπεῖν ἀλλὰ μὴ τὰ σώματα.
苏格拉底:而我的助产术在其他方面与她们完全相同,不同之处在于它接生的是男人而不是女人,并且监视的是他们正在生育的灵魂而不是身体。
μέγιστον δὲ τοῦτʼ ἔνι τῇ ἡμετέρᾳ τέχνῃ, βασανίζειν δυνατὸν εἶναι παντὶ τρόπῳ πότερον εἴδωλον καὶ ψεῦδος ἀποτίκτει τοῦ νέου ἡ διάνοια ἢ γόνιμόν τε καὶ ἀληθές.
在我们的技术中,最伟大的一点在于,能够用尽一切方法去检验年轻人的理智所产下的究竟是幻影和虚假,还是充满生命力的真理。
ἐπεὶ τόδε γε καὶ ἐμοὶ ὑπάρχει ὅπερ ταῖς μαίαις· ἄγονός εἰμι σοφίας, καὶ ὅπερ ἤδη πολλοί μοι ὠνείδισαν, ὡς τοὺς μὲν ἄλλους ἐρωτῶ, αὐτὸς δὲ οὐδὲν ἀποφαίνομαι περὶ οὐδενὸς διὰ τὸ μηδὲν ἔχειν σοφόν, ἀληθὲς ὀνειδίζουσιν.
因为助产士所具有的特点我也同样具有:我在智慧上是不育的,而许多人已经以此来责备我,说我总是向别人提问,而自己却因为没有任何智慧而在任何事情上都不发表意见,他们的责备是真的。
τὸ δὲ αἴτιον τούτου τόδε· μαιεύεσθαί με ὁ θεὸς ἀναγκάζει, γεννᾶν δὲ ἀπεκώλυσεν.
其中的原因就在于:神强迫我为别人接生,却禁止我生育。
εἰμὶ δὴ οὖν αὐτὸς μὲν οὐ πάνυ τι σοφός, οὐδέ τί μοι ἔστιν εὕρημα τοιοῦτον γεγονὸς τῆς ἐμῆς ψυχῆς ἔκγονον·
所以我自己绝称不上聪明,在我的灵魂中也未曾诞生过任何这样的智慧发明。
οἱ δʼ ἐμοὶ συγγιγνόμενοι τὸ μὲν πρῶτον φαίνονται ἔνιοι μὲν καὶ πάνυ ἀμαθεῖς, πάντες δὲ προϊούσης τῆς συνουσίας, οἷσπερ ἂν ὁ θεὸς παρείκῃ, θαυμαστὸν ὅσον ἐπιδιδόντες, ὡς αὑτοῖς τε καὶ τοῖς ἄλλοις δοκοῦσι·
然而与我交往的人,起初他们中有些人显得完全无知,但随着交往的深入,只要神允许,他们的进步是令人惊叹的,这在他们自己和别人看来都是显而易见的。
καὶ τοῦτο ἐναργὲς ὅτι παρʼ ἐμοῦ οὐδὲν πώποτε μαθόντες, ἀλλʼ αὐτοὶ παρʼ αὑτῶν πολλὰ καὶ καλὰ εὑρόντες τε καὶ τεκόντες.
而且显而易见的是,他们从未从我这里学到过任何东西,而是他们自己从自身中发现并产下了许多美好的东西。
τῆς μέντοι μαιείας ὁ θεός τε καὶ ἐγὼ αἴτιος.
不过,对于这种接生,神和我是其原因。
ὧδε δὲ δῆλον·
这可以从以下事实中看得很清楚:已经有许多人因为不知道这一点,把原因归结于自己而轻视我,他们要么自己离开,要么听信别人的劝说而过早地离去。
πολλοὶ ἤδη τοῦτο ἀγνοήσαντες καὶ ἑαυτοὺς αἰτιασάμενοι, ἐμοῦ δὲ καταφρονήσαντες, ἢ αὐτοὶ ἢ ὑπʼ ἄλλων πεισθέντες ἀπῆλθον πρῳαίτερον τοῦ δέοντος, ἀπελθόντες δὲ τά τε λοιπὰ ἐξήμβλωσαν διὰ πονηρὰν συνουσίαν καὶ τὰ ὑπʼ ἐμοῦ μαιευθέντα κακῶς τρέφοντες ἀπώλεσαν, ψευδῆ καὶ εἴδωλα περὶ πλείονος ποιησάμενοι τοῦ ἀληθοῦς, τελευτῶντες δʼ αὑτοῖς τε καὶ τοῖς ἄλλοις ἔδοξαν ἀμαθεῖς εἶναι.
离去之后,他们因为恶劣的交往而流产了其余的胎儿,并且因为抚养不当而毁掉了由我接生的孩子,他们把虚假和幻影看得比真理更为重要;最后,在他们自己和别人眼中,他们都显得是一无所知的。