§1#2εἰπεῖν οὖν βούλομαι καὶ περὶ τῶν τοιούτων ἁπάντων, ὅσα τὴν μὲν γνῶσιν οὐκ ἀναγκαίαν ἔχει πρὸς ὑγίειαν σώματος ἢ τὰς τῆς ψυχῆς ἠθικὰς ἀρετὰς, ἐπεκόσμησε δ’ ἂν, εἴπερ ἐγνώσθη βεβαίως, διὰ τῶν γιγνωσκομένων ἀκριβῶς, ἀποτελούμενα κατὰ ἰατρικήν τε καὶ τὴν ἠθικὴν φιλοσοφίαν, ἣν ἐγώ φημι χρησίμην τε ἅμα καὶ δυνατὴν εἶναι πᾶσι τοῖς βουλομένοις ἀσκῆσαι· καὶ γέγραπταί μοι περὶ τούτου δύο βιβλία.
因此,我也想谈谈所有这些事情。 虽然这些知识对于身体的健康或灵魂的伦理德行并非必不可少,但如果能被确切地知道,它们本可以通过那些被精确知道的事物,使医学和伦理哲学所完成的工作更加臻于完美——我主张这一伦理哲学对于所有渴望实践它的人来说既有用又是可能的;关于这一点,我写了两本书。
νυνὶ δὲ ὅπερ ὑπεσχόμην προσάξω, τὴν ἀρχὴν ἐνθένδε ποιησάμενος.
不过,现在我将提出我所承诺的内容,并从这里开始。
ὅτι μὲν ἐκ τῆς τῶν δ’ στοιχείων κράσεως ἅπαντα τὰ παρ’ ἡμῖν σώματα γίγνεται, βεβαίως γιγνώσκειν φημί· καὶ προσέτι δι’ ὅλων αὐτῶν κεραννυμένων, οὐχ, ὡς Ἐμπεδοκλῆς ἡγεῖτο, κατὰ σμικρὰ μόρια καταθραυομένων.
我主张,我们确切地知道,我们所有的身体都是由四种元素的混合产生的;而且它们是整体相互融合的,而不是像恩培多克勒所认为的那样,被粉碎成微小的碎片。
εἴτε δὲ τῶν σωματικῶν οὐσιῶν ὅλων δι’ ἀλλήλων ἰουσῶν, εἴτε τῶν ποιοτήτων μόνων, οὔτ’ ἀναγκαῖον εἶναί φημι γινώσκειν, οὔτε ἀποφαίνομαι.
但至于到底是整个身体实体相互渗透,还是仅仅是品质相互渗透,我主张这并非必须知道,也不做断言。
πιθανώτερον δὲ εἶναι νομίζω, κατὰ τὰς ποιότητας γίγνεσθαι τὰς κράσεις.
但我认为,混合根据品质发生是更为可信的。
τήν γε μὴν ψυχὴν, εἰ μὲν ἀθάνατος οὖσα ταῖς σωματικαῖς οὐσίαις κεραννυμένη τὰ ζῶα διοικεῖ, γινώσκειν βεβαίως οὐκ ἀπαγγέλλομαι, καθάπερ οὐδὲ εἰ μηδεμία καθ’ ἑαυτήν ἐστιν ἡ οὐσία ψυχῆς.
另一方面,至于灵魂,它如果是不死的,是否通过与身体实体混合来统治动物,我不宣布我确切地知道,正如我不宣布灵魂自身是否根本没有实体一样。
ἐκεῖνο μέντοι φαίνεταί μοι σαφῶς, ὅτι, κᾂν εἰσοικίζηται τοῖς σώμασι, δουλεύει ταῖς φύσεσιν αὐτῶν, αἵπερ εἰσὶν, ὡς ἔφην, ἐκ τῆς τῶν στοιχείων ποιᾶς κράσεως γιγνόμεναι.
然而,以下这一点对我来说是显而易见的:即使它居住在身体中,它也顺从于身体的自然,正如我所说,这些自然是由元素的某种混合产生的。
καὶ κατὰ γε τοῦτο πρὸς τὴν ἰατρικὴν τέχνην οὐδὲν ἡγοῦμαι βλαβήσεσθαι διὰ τὴν ἄγνοιαν τῆς καλουμένης ἐμψυχώσεώς τε καὶ μετεμψυχώσεως.
在这方面,我认为医学技术不会因为对所谓灵魂的注入和转世的无知而受到任何损害。
ἐπιτήδειόν τε γὰρ εἶναι τὸ σῶμα χρὴ τὸ δεξόμενον τὴν ψυχὴν, ἀλλοιωθέντος τε αὐτοῦ μεγάλην ἀλλοίωσιν ἐν τῇ κράσει παραχρῆμα τὴν ψυχὴν ἐξιέναι, ψυχομένου μέντοι σφοδρῶς ἐν ταῖς κενώσεσι τοῦ αἵματος, καὶ ἐν ταῖς πόσεσι τῶν ψυχόντων φαρμάκων, ὅταν τε σφοδρῶς ᾖ τὸ περιέχον ψυχρὸν, ἀμέτρως τε θερμαινομένου κατά τε τοὺς πυρετοὺς καὶ τὰς εἰσπνοὰς τῆς φλογὸς, ἢ τῶν ὑπερθερμαινόντων φαρμάκων πόσεις.
因为接受灵魂的身体应当是适合它的,而当身体的混合发生巨大的改变时,灵魂会立刻离去——也就是说,在失血和饮用寒凉药物时身体被严重冷却,以及周围环境剧烈寒冷时,或者在发烧和吸入火焰、或饮用过热药物时身体被无节制地加热。
οὐ μόνον δὲ οὕτως ἀλλοιωθείσης τῆς κράσεως τοῦ σώματος τὴν ψυχὴν ὁρῶμεν αὐτοῦ χωριζομένην, ἀλλὰ κᾀπειδὰν τῆς ἀναπνοῆς στερηθείη πάντως, κᾀνταῦθά τινος γινομένης ἀλλοιώσεως κατὰ τὸ σῶμα.
我们看到,灵魂从身体中分离,不仅是在身体的混合这样改变的时候,而且在呼吸被完全夺走的时候也是如此,因为那时身体也发生了一些改变。
τηρουμένης οὖν τῆς φυσικῆς εὐκρασίας ἐν τῷ σώματι, τὴν ψυχὴν αὐτοῦ χωρισθῆναι δοκῶ μοι γινώσκειν ἀδύνατον εἶναι.
因此,只要身体内保持着自然良好的混合,我认为它的灵魂是不可能分离的。
καὶ διὰ τοῦτο τὴν οὐσίαν αὐτῆς, ἥτις ἐστὶν, οὐκ ἀναγκαῖον οὔτε εἰς τὰς ἰάσεις τῶν νοσημάτων οὔτε εἰς φυλακὴν τῆς ὑγιείας ἐπίστασθαι, καθάπερ οὐδὲ εἰς τὴν ἠθικὴν φιλοσοφίαν, πρακτικήν τε καὶ πολιτικήν.
由于这个原因,无论灵魂的实体是什么,都无需为了疾病的治疗或健康 adjudication 的维护而理解它,正如对于实践和政治的伦理哲学也同样无需理解它一样。
ὀνομαζέτω γὰρ αὐτὴν ἕκαστος, ὡς ἂν ἐθέλῃ, χωρίζων τῆς θεωρητικῆς.
因为只要将其与理论哲学区分开来,每个人都可以按照自己的意愿来称呼它。
ἐπιπλέον δὲ περὶ τούτων ἐν ἑτέροις ὑπομνήμασι γέγραπταί μοι.
关于这些事情,我在其他备忘录中已经写得更详细了。
τῶν δὲ φυσικῶν δυνάμεων ἔτι δεδειγμένων, ὁπόσαι τε καὶ ὁποῖαί εἰσι, ζήτησίς τις γίνεται κατὰ ἀκολουθίαν, ὅπως φαμὲν αὐτὰς ἕλκειν μὲν τὸ οἰκεῖον, ἀποκρίνειν δὲ τὸ ἀλλότριον.
既然自然的力量已经被展示了,无论是多少还是何种力量,接下来就会产生一个顺理成章的探究:我们如何说它们吸引适宜的事物并排斥异己的事物。
ἀδύνατον γὰρ εἶναι φαίνεται προγνωρίσαι σαφῶς, ὁποῖον μέν τι τὸ οἰκεῖόν ἐστιν, ὁποῖον δέ τι τὸ ἀλλότριον, ἢ τὴν ὁλκὴν τῶν οἰκείων, ἢ τὴν ἀπόκρισιν τῶν ἀλλοτρίων ποιεῖσθαι.
因为,如果事先没有清楚地认识到什么是适宜的,什么是异己的,似乎就不可能进行适宜事物的吸引或异己事物的排斥。
τὸ δὲ γνωρίζειν αἰσθητικῆς δυνάμεως ἔργον εἶναι φαίνεται.
而认识似乎是感觉力量的作用。
διὰ τοῦτο οὖν ἐν τῷ λόγῳ τούτῳ παρακοή τίς ἐστι, καίτοι σαφῶς εἰρηκότος τοῦ Πλάτωνος· Ἕτερόν ἐστι γένος αἰσθήσεως ἐν τοῖς φυτοῖς· οἰομένων τῶν ἀκουόντων εἶναί τινα γνωριστικὴν δύναμιν ἐν αὐτοῖς τῶν οἰκείων τε καὶ ἀλλοτρίων.
因此,正因为这个原因,在这一论证中存在某种误解,尽管柏拉图清楚地写道:“植物中存在另一种感觉”;听众却认为植物中存在某种认识适宜和异己事物的力量。
τούτων γὰρ μόνων ἐστὶν ἡ διάγνωσις αὐτοῖς, ἥ τε καθ’ ἡδονὴν, ἥ τε κατ’ ἀνίαν, ἥ τε κατά τινα παραπλησίαν τούτοις ἢ ἀνάλογα τὰ παθήματα γιγνομένη, τῶν ἄλλων αἰσθητικῶν διαγνώσεων οὐ μετεχούσης τῆς φυτικῆς ψυχῆς.
因为对它们来说,唯有这种辨别是存在的,它根据快乐、痛苦或与这些类似或对应的受动而产生,因为植物的灵魂并不参与其他感觉辨别。
οὔτε γὰρ τῶν ὁρατῶν, οὔτε τῶν ἀκουστικῶν, οὔτε τῶν ὀσφραντῶν, οὔτε τῶν γευστῶν, οὔτε τῶν ἁπτῶν ποιοτήτων ἔχει διάγνωσιν, ἀλλὰ μόνον τῶν τρέφειν ἢ μὴ τρέφειν δυναμένων.
因为它对于视觉、听觉、嗅觉、味觉或触觉的品质没有任何辨别力,而仅对能够提供营养或不能提供营养的事物有辨别力。
τὰ μὲν γὰρ τρέφειν δυνάμενα πρὸς ἑαυτὴν ἕλκουσα, καὶ κατέχουσα, καὶ πέπτουσα, καὶ μεταβάλλουσα πρὸς τὸ οἰκεῖον τῆς τρεφομένης οὐσίας, τὰ δὲ μὴ δυνάμενα τρέφειν οὐ προσίεται.
因为吸引、保持、消化并使能够提供营养的事物转化为被滋养实体的适宜物,而不接纳不能提供营养的事物。
ὥστε μοι Πλάτων ὀρθῶς δοκεῖ λέγειν, αἴσθησιν ἔχειν τὰ φυτὰ, τῶν οἰκείων τε καὶ ἀλλοτρίων δηλονότι, καὶ κατὰ τοῦτο ζῶα προσηκόντως ἂν λεχθῆναι, μετὰ τοῦ μηδὲ τῆς ἐξ αὑτῶν κινήσεως ἐστερῆσθαι.
因此,柏拉图在我看来是正确的,他说植物具有感觉(显然是对适宜和异己事物的辨别),且因此它们应当被恰当地称为动物,伴随着它们甚至没有被剥夺自发的运动。
ἀλλὰ μηδὲ τῆς τοιαύτης γνώσεως ἀναγκαίας οὔσης εἰς τὴν ἰατρικὴν φιλοσοφίαν, ἀρκοῦμαι διὰ τὴν ἀκολουθίαν μόνην ἄχρι τοῦ πιθανοῦ προερχόμενος ἐπαινεῖν τὸν Πλάτωνα, καὶ ζῶα καλοῦντα τὰ φυτὰ, καὶ μετέχειν αἰσθήσεως μόνης φάσκοντα, τῆς τῶν οἰκείων τε καὶ ἀλλοτρίων διαγνωστικῆς, ἥτις ἂν ἀκριβὴς σκοπὸς τοῦ γένους τῶν ἡδέων τε καὶ οὐχ ἡδέων οὖσα φανεῖται.
但是,由于这种知识对于医学哲学也非必不可少,我仅为了逻辑的严密,推进到可信的程度,赞赏柏拉图既将植物称为动物,又说它们仅参与一种感觉,即对适宜和异己事物的辨别,这显然是快乐与不快乐事物的精确目标。
δι’ οὐδὲν γὰρ ἄλλο δυνατὸν εἰπεῖν, ἕλκειν αὐτὰ τὸ οἰκεῖον, ἢ ἐξομοιοῦν ἑαυτοῖς, ἢ διὰ τὴν ἀπόλαυσίν τε καὶ τὴν ἐγγινομένην αὐτοῖς ἡδονήν.
因为除了为了享受和在其中产生的快乐之外,不可能说由于任何其他原因,它们吸引适宜的事物并使其同化于自身。
ἀλλ’, ὡς ἔφην, ἀρκεῖ πρὸς ἰατρικὴν ἐπίστασθαι τοῦτο μόνον, ὡς ἕλκει μὲν τὸ οἰκεῖον, ᾧπερ καὶ τρέφεται, ἀποκρίνει δὲ τὸ ἀλλότριον.
但是,正如我所说,对于医学而言,仅知道这一点就足够了:它吸引用以滋养自身的适宜物,并排斥异己物。
ἔτι δὲ μᾶλλον εἰς φιλοσοφίαν ἠθικὴν ἄχρηστος ἡ τῶν τοιούτων ἀκριβὴς γνῶσις, ὅθεν οὐδὲ ὁ Πλάτων αὐτῆς ἐμνημόνευσεν.
而对于伦理哲学来说,这类事情的精确知识更是无用,这就是为什么柏拉图自己也没有提及它的原因。