§1#2εἰπεῖν οὖν βούλομαι καὶ περὶ τῶν τοιούτων ἁπάντων, ὅσα τὴν μὲν γνῶσιν οὐκ ἀναγκαίαν ἔχει πρὸς ὑγίειαν σώματος ἢ τὰς τῆς ψυχῆς ἠθικὰς ἀρετὰς, ἐπεκόσμησε δ’ ἂν, εἴπερ ἐγνώσθη βεβαίως, διὰ τῶν γιγνωσκομένων ἀκριβῶς, ἀποτελούμενα κατὰ ἰατρικήν τε καὶ τὴν ἠθικὴν φιλοσοφίαν, ἣν ἐγώ φημι χρησίμην τε ἅμα καὶ δυνατὴν εἶναι πᾶσι τοῖς βουλομένοις ἀσκῆσαι·
したがって、私はこれらすべての事柄についても語りたいと思う。 それらの知識は、身体の健康や魂の倫理的徳にとって不可欠ではないが、もし確実に知られていたならば、医学および倫理哲学に従って成し遂げられる事柄を、正確に知られている事柄を通じて、いっそう美しく洗練したであろうものである。 この倫理哲学について、私は、実践することを望むすべての人にとって有用であり、かつ可能であると主張する。
καὶ γέγραπταί μοι περὶ τούτου δύο βιβλία.
これについて、私は二巻の書物を著した。
νυνὶ δὲ ὅπερ ὑπεσχόμην προσάξω, τὴν ἀρχὴν ἐνθένδε ποιησάμενος.
しかし今は、私が約束したことを提示しよう、ここから議論を始めながら。
ὅτι μὲν ἐκ τῆς τῶν δ’ στοιχείων κράσεως ἅπαντα τὰ παρ’ ἡμῖν σώματα γίγνεται, βεβαίως γιγνώσκειν φημί·
私たちは四つの元素の混合から私たちのすべての身体が生じるということを、確実に知っていると私は主張する。
καὶ προσέτι δι’ ὅλων αὐτῶν κεραννυμένων, οὐχ, ὡς Ἐμπεδοκλῆς ἡγεῖτο, κατὰ σμικρὰ μόρια καταθραυομένων.
さらに、それらが全体として混じり合うのであって、エンペドクレスが考えたように微小な微粒子に砕かれて混じるのではない。
εἴτε δὲ τῶν σωματικῶν οὐσιῶν ὅλων δι’ ἀλλήλων ἰουσῶν, εἴτε τῶν ποιοτήτων μόνων, οὔτ’ ἀναγκαῖον εἶναί φημι γινώσκειν, οὔτε ἀποφαίνομαι.
しかし、身体的な本体全体が互いに浸透し合うのか、あるいは品質だけが混じるのかについては、知る必要はないと私は主張し、また断定もしない。
πιθανώτερον δὲ εἶναι νομίζω, κατὰ τὰς ποιότητας γίγνεσθαι τὰς κράσεις.
しかし、品質に従って混合が生じるという方がより説得力があると私は考える。
τήν γε μὴν ψυχὴν, εἰ μὲν ἀθάνατος οὖσα ταῖς σωματικαῖς οὐσίαις κεραννυμένη τὰ ζῶα διοικεῖ, γινώσκειν βεβαίως οὐκ ἀπαγγέλλομαι, καθάπερ οὐδὲ εἰ μηδεμία καθ’ ἑαυτήν ἐστιν ἡ οὐσία ψυχῆς.
一方で魂については、それが不死であって身体的な本体と混じり合いながら動物を統治しているのかどうかは、確実に知っているとは言明しない。 それはちょうど、魂の本体がそれ自体として全く存在しないのかどうかも言明しないのと同様である。
ἐκεῖνο μέντοι φαίνεταί μοι σαφῶς, ὅτι, κᾂν εἰσοικίζηται τοῖς σώμασι, δουλεύει ταῖς φύσεσιν αὐτῶν, αἵπερ εἰσὶν, ὡς ἔφην, ἐκ τῆς τῶν στοιχείων ποιᾶς κράσεως γιγνόμεναι.
しかし、次のことは私に明らかに見える。 すなわち、たとえ魂が身体の中に入り込むとしても、身体の自然に従属するのであり、それらの自然は、私が言ったように、元素の何らかの混合から生じるものである。
καὶ κατὰ γε τοῦτο πρὸς τὴν ἰατρικὴν τέχνην οὐδὲν ἡγοῦμαι βλαβήσεσθαι διὰ τὴν ἄγνοιαν τῆς καλουμένης ἐμψυχώσεώς τε καὶ μετεμψυχώσεως.
そして、この点に関しては、いわゆる魂の参入や魂の転移についての無知によって、医学の技術が何ら損なわれることはないと私は考える。
ἐπιτήδειόν τε γὰρ εἶναι τὸ σῶμα χρὴ τὸ δεξόμενον τὴν ψυχὴν, ἀλλοιωθέντος τε αὐτοῦ μεγάλην ἀλλοίωσιν ἐν τῇ κράσει παραχρῆμα τὴν ψυχὴν ἐξιέναι, ψυχομένου μέντοι σφοδρῶς ἐν ταῖς κενώσεσι τοῦ αἵματος, καὶ ἐν ταῖς πόσεσι τῶν ψυχόντων φαρμάκων, ὅταν τε σφοδρῶς ᾖ τὸ περιέχον ψυχρὸν, ἀμέτρως τε θερμαινομένου κατά τε τοὺς πυρετοὺς καὶ τὰς εἰσπνοὰς τῆς φλογὸς, ἢ τῶν ὑπερθερμαινόντων φαρμάκων πόσεις.
なぜなら、魂を受け入れる身体はそれに適したものであるべきであり、身体の混合に大きな変化が生じると、直ちに魂は去っていくからである。 すなわち、出血の際や冷却する薬の服用の際、あるいは周囲の環境が激しく冷たいときに激しく冷却される場合、また熱病の際や炎の吸入、あるいは過度に加熱する薬の服用の際に無秩序に加熱される場合である。
οὐ μόνον δὲ οὕτως ἀλλοιωθείσης τῆς κράσεως τοῦ σώματος τὴν ψυχὴν ὁρῶμεν αὐτοῦ χωριζομένην, ἀλλὰ κᾀπειδὰν τῆς ἀναπνοῆς στερηθείη πάντως, κᾀνταῦθά τινος γινομένης ἀλλοιώσεως κατὰ τὸ σῶμα.
身体の混合がこのように変化したときだけでなく、呼吸を完全に奪われたときにも、魂が身体から分離するのを私たちは見る。 そしてそこでも身体に何らかの変化が生じているのである。
τηρουμένης οὖν τῆς φυσικῆς εὐκρασίας ἐν τῷ σώματι, τὴν ψυχὴν αὐτοῦ χωρισθῆναι δοκῶ μοι γινώσκειν ἀδύνατον εἶναι.
したがって、身体の中に自然な良い混合が保たれている限り、魂が身体から分離することは不可能であると、私は知っているように思われる。
καὶ διὰ τοῦτο τὴν οὐσίαν αὐτῆς, ἥτις ἐστὶν, οὐκ ἀναγκαῖον οὔτε εἰς τὰς ἰάσεις τῶν νοσημάτων οὔτε εἰς φυλακὴν τῆς ὑγιείας ἐπίστασθαι, καθάπερ οὐδὲ εἰς τὴν ἠθικὴν φιλοσοφίαν, πρακτικήν τε καὶ πολιτικήν.
そしてこのために、魂の本体が何であるかを知ることは、病気の治療にとっても健康の維持にとっても必要不可欠ではない。 それはちょうど、実践的・政治的な倫理哲学にとっても同様である。
ὀνομαζέτω γὰρ αὐτὴν ἕκαστος, ὡς ἂν ἐθέλῃ, χωρίζων τῆς θεωρητικῆς.
というのも、理論的哲学からそれを区別して、各人が望むようにそれを呼べばよいからである。
ἐπιπλέον δὲ περὶ τούτων ἐν ἑτέροις ὑπομνήμασι γέγραπταί μοι.
これらについては、他の備忘録においてより詳しく著した。
τῶν δὲ φυσικῶν δυνάμεων ἔτι δεδειγμένων, ὁπόσαι τε καὶ ὁποῖαί εἰσι, ζήτησίς τις γίνεται κατὰ ἀκολουθίαν, ὅπως φαμὲν αὐτὰς ἕλκειν μὲν τὸ οἰκεῖον, ἀποκρίνειν δὲ τὸ ἀλλότριον.
自然の諸力については、それらがどれほどであり、どのようなものであるかが既に示されたが、それに続いて、私たちがそれらの力が固有なものを引き寄せ、異質なものを排出するとどのように言うのか、というある探究が生じる。
ἀδύνατον γὰρ εἶναι φαίνεται προγνωρίσαι σαφῶς, ὁποῖον μέν τι τὸ οἰκεῖόν ἐστιν, ὁποῖον δέ τι τὸ ἀλλότριον, ἢ τὴν ὁλκὴν τῶν οἰκείων, ἢ τὴν ἀπόκρισιν τῶν ἀλλοτρίων ποιεῖσθαι.
なぜなら、固有なものがどのようなものであり、異質なものがどのようなものであるかを、あらかじめ明確に認識することなしには、固有なものの引き寄せや異質なものの排出を行うことは不可能であるように思われるからである。
τὸ δὲ γνωρίζειν αἰσθητικῆς δυνάμεως ἔργον εἶναι φαίνεται.
そして、認識することは感覚の力の働きであるように思われる。
διὰ τοῦτο οὖν ἐν τῷ λόγῳ τούτῳ παρακοή τίς ἐστι, καίτοι σαφῶς εἰρηκότος τοῦ Πλάτωνος·
したがってこのために、この議論においては、プラトンが「植物には別の種類の感覚がある」と明言しているにもかかわらず、ある種の誤解が存在する。
Ἕτερόν ἐστι γένος αἰσθήσεως ἐν τοῖς φυτοῖς· οἰομένων τῶν ἀκουόντων εἶναί τινα γνωριστικὴν δύναμιν ἐν αὐτοῖς τῶν οἰκείων τε καὶ ἀλλοτρίων.
聴衆は、植物の中に固有なものや異質なものを認識する何らかの力があると考える。
τούτων γὰρ μόνων ἐστὶν ἡ διάγνωσις αὐτοῖς, ἥ τε καθ’ ἡδονὴν, ἥ τε κατ’ ἀνίαν, ἥ τε κατά τινα παραπλησίαν τούτοις ἢ ἀνάλογα τὰ παθήματα γιγνομένη, τῶν ἄλλων αἰσθητικῶν διαγνώσεων οὐ μετεχούσης τῆς φυτικῆς ψυχῆς.
なぜなら、植物にとって区別はこれらだけに限り、それは快楽に従って、あるいは苦痛に従って、あるいはこれらに類似した、または対応する受動に従って生じるからであり、植物の魂は他の感覚的区別にはあずかっていないからである。
οὔτε γὰρ τῶν ὁρατῶν, οὔτε τῶν ἀκουστικῶν, οὔτε τῶν ὀσφραντῶν, οὔτε τῶν γευστῶν, οὔτε τῶν ἁπτῶν ποιοτήτων ἔχει διάγνωσιν, ἀλλὰ μόνον τῶν τρέφειν ἢ μὴ τρέφειν δυναμένων.
実際、植物は、視覚的、聴覚的、嗅覚的、味覚的、あるいは触覚的な品質の区別は持たず、ただ栄養となることができるものとできないものの区別だけを持つ。
τὰ μὲν γὰρ τρέφειν δυνάμενα πρὸς ἑαυτὴν ἕλκουσα, καὶ κατέχουσα, καὶ πέπτουσα, καὶ μεταβάλλουσα πρὸς τὸ οἰκεῖον τῆς τρεφομένης οὐσίας, τὰ δὲ μὴ δυνάμενα τρέφειν οὐ προσίεται.
なぜなら、栄養となることができるものは、自分の方へと引き寄せ、保持し、消化し、養われる本体の固有のものへと変化させるが、栄養となることができないものは受け入れないからである。
ὥστε μοι Πλάτων ὀρθῶς δοκεῖ λέγειν, αἴσθησιν ἔχειν τὰ φυτὰ, τῶν οἰκείων τε καὶ ἀλλοτρίων δηλονότι, καὶ κατὰ τοῦτο ζῶα προσηκόντως ἂν λεχθῆναι, μετὰ τοῦ μηδὲ τῆς ἐξ αὑτῶν κινήσεως ἐστερῆσθαι.
したがって、プラトンが、植物は感覚を(言うまでもなく、固有なものと異質なものの感覚を)持っていると言い、それゆえに植物もまた、自己からの運動を奪われていないことと相まって、当然ながら動物と呼ばれるべきであると言うのは、私には正しく思われる。
ἀλλὰ μηδὲ τῆς τοιαύτης γνώσεως ἀναγκαίας οὔσης εἰς τὴν ἰατρικὴν φιλοσοφίαν, ἀρκοῦμαι διὰ τὴν ἀκολουθίαν μόνην ἄχρι τοῦ πιθανοῦ προερχόμενος ἐπαινεῖν τὸν Πλάτωνα, καὶ ζῶα καλοῦντα τὰ φυτὰ, καὶ μετέχειν αἰσθήσεως μόνης φάσκοντα, τῆς τῶν οἰκείων τε καὶ ἀλλοτρίων διαγνωστικῆς, ἥτις ἂν ἀκριβὴς σκοπὸς τοῦ γένους τῶν ἡδέων τε καὶ οὐχ ἡδέων οὖσα φανεῖται.
しかし、このような知識もまた医学的哲学には不可欠ではないので、私はただ一貫性のためにのみ、説得力のあることの段階にまで進んで、プラトンが植物を動物と呼び、それらが固有なものと異質なものの区別的な、ただ一種類の感覚にのみあずかると主張していることを称賛することで満足する。 その感覚は、心地よいものと心地よくないものの類の正確な目標となっていることが明らかになるであろう。
δι’ οὐδὲν γὰρ ἄλλο δυνατὸν εἰπεῖν, ἕλκειν αὐτὰ τὸ οἰκεῖον, ἢ ἐξομοιοῦν ἑαυτοῖς, ἢ διὰ τὴν ἀπόλαυσίν τε καὶ τὴν ἐγγινομένην αὐτοῖς ἡδονήν.
なぜなら、植物が固有なものを引き寄せる、あるいは自分自身に同化させるのは、それを享受するためであり、その中に生じる快楽のためである、という以外に言うことは不可能だからである。
ἀλλ’, ὡς ἔφην, ἀρκεῖ πρὸς ἰατρικὴν ἐπίστασθαι τοῦτο μόνον, ὡς ἕλκει μὲν τὸ οἰκεῖον, ᾧπερ καὶ τρέφεται, ἀποκρίνει δὲ τὸ ἀλλότριον.
しかし、私が言ったように、医学にとっては、ただ次のこと、すなわち植物は自らが栄養とする固有なものを引き寄せ、異質なものを排出することを知るだけで十分である。
ἔτι δὲ μᾶλλον εἰς φιλοσοφίαν ἠθικὴν ἄχρηστος ἡ τῶν τοιούτων ἀκριβὴς γνῶσις, ὅθεν οὐδὲ ὁ Πλάτων αὐτῆς ἐμνημόνευσεν.
さらに、倫理哲学にとっては、このような事柄の正確な知識はなおさら無用であり、それゆえにプラトン自身もそれについて言及しなかったのである。