§1#1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΟΥΣΙΑΣ ΤΩΝ ΦΥΣΙΚΩΝ ΔΥΝΑΜΕΩΝ.
Καί τις ἴσως δόξει διαφωνίας ἀξιόλογον εἶναι τῶν λεγόντων, θερμὰ μὲν εἶναι τὰ ζῶα, ψυχρὰ δὲ τὰ φυτὰ, μὴ γινώσκων, ὡς, ὅταν μὲν ἀκριβέστερόν τις ἐπεξέρχηται, πᾶν τὸ ἀκόλουθον ζητουμένῳ ἄχρι τῆς ἐσχάτης ἐπιστήμης, ὅταν δὲ περί τινος ἄλλου πράγματος σκοπούμενος ἐν παρέργῳ, περὶ τούτων τὸ πρὸς τὴν πρόχειρον αἴσθησιν θερμὸν ἢ ψυχρὸν λέγων ἀρκεῖται.
## 盖伦《论自然力量的实体》也许有人会认为,在那些说动物是温热的而植物是寒冷的人之间存在着显著的分歧,却不知道,当有人更精确地探讨时,他会追踪与所研究事物相关的一切,直到科学的极限;而当他在顺便考虑其他事物时,他只需根据手头的感知说它是温热的或寒冷的就满足了。
Πλάτων γοῦν αὐτὸς ἔμψυχα μὲν ἀεὶ λέγει τὰ ζῶα, τοὺς λίθους δὲ καὶ τὰς πόας καὶ τὰ ξύλα, καὶ καθόλου φάναι τὰ φυτὰ πάντα τῶν ἀψύχων σωμάτων εἶναί φησιν.
柏拉图自己总是说动物是有灵魂的(生物),而石头、草和木头,以及总的来说所有的植物,他说都属于无灵魂的物体。
ἀλλ’ ὅταν ἐν Τιμαίῳ τὴν φυσικὴν θεωρίαν ὀλιγίστοις ἀκροαταῖς, κατακολουθεῖν ἐπιστημονικοῖς λόγοις δυναμένοις, ἀποχωρήσας τῶν τοῖς πολλοῖς δοκούντων, εἰς ὅλον τὸν κόσμον ἐκτετάσθαι λέγῃ τὴν ψυχὴν αὐτοῦ, διαφωνίαν οὐ χρὴ τοῦτο νομίζειν εἶναι, τἀνδρὸς ἑαυτῷ τἀναντία λέγοντος, ὥσπερ οὐδ’ Ἀριστοτέλους ἢ Θεοφράστου, τὰ μὲν τοῖς πολλοῖς γεγραφότων, τὰς δὲ ἀκροάσεις τοῖς ἑταίροις.
但是在《蒂迈欧篇》中,当他向极少数能够跟随科学论证的听众阐述自然理论,脱离了大众的看法,说宇宙的灵魂延伸至整个宇宙时,我们不应该认为这是一种分歧,好像这个人说了与自己相反的话,正如我们不这样认为亚里士多德或泰奥弗拉斯托斯一样,他们有些著作是写给大众的,而有些讲义则是留给同伴的。
ὅταν γάρ τι τῶν ἐκφευγόντων ἅπασαν αἴσθησιν δόγμα πολλῶν λόγων δεόμενον εἰς ἀπόδειξιν ἀκαίρως λέγηται, προσκρούει τοῖς ἀκούουσιν.
因为,当任何避开一切感知的、需要大量论证来证明的学说被不合时宜地宣讲时,就会冒犯听众。
οὔκουν χρὴ περὶ τῶν τοιούτων ἀποφαίνεσθαι πρὶν τοῦ κατὰ βραχὺ διὰ μακρᾶς ἀποδείξεως ἐπὶ τὸ συμπέρασμα τοῦ λόγου παντὸς ἀφικέσθαι, οὐδὲ διὰ τῶν λίθων, καὶ τῶν ὀστράκων, καὶ τῆς ψάμμου, καὶ τῶν κατακαιομένων ἢ σηπομένων νεκρῶν ζώων τὴν τοῦ κόσμου διήκειν ψυχήν.
因此,在通过漫长的证明逐渐达到整个论证的结论之前,不应该对这类事情做出断定,也不应该断言宇宙的灵魂贯穿于石头、瓦砾、沙子以及被焚烧或腐烂的死动物之中。
εἰ γὰρ ἀπλῶς οὕτως ἀναφανδὸν ἀκουόντων τῶν πολλῶν ὁ Πλάτων εἶπέ τι τοιοῦτον, κατεγίνωσκον ἂν οἱ παρόντες αὐτοῦ πάντες.
因为如果柏拉图在大众听得见的地方如此公开地说了这样的话,所有在场的人都会谴责他。
ἐγὼ δ’ οὖν, ἀφ’ ὧν μὲν κινούμενος ἐπὶ τὴν δόξαν ταύτην ἀφίκετο, δι’ ἑτέρων ὑπομνημάτων ἐδήλωσα, μὴ συναποφηνάμενος αὐτῷ ἢ διατεινόμενος.
至于他由于什么动机而得出这个观点,我已在其他备忘录中作了说明,但我并没有与他一同下断言或极力主张。
οὐδὲ γὰρ αὐτὸς ἐκεῖνος οὕτως ἀποφαίνεται τὰ τῆς φυσικῆς θεωρίας, ἀλλ’ ἄχρι τοῦ πιθανοῦ καὶ εἰκότος αὐτὴν προέρχεσθαί φησιν.
因为即使是他自己,也并不以这种方式断言自然理论的事情,而是说它最多只能推进到可信和似真的程度。
ὅτι μέντοι τὰ φυτὰ κινήσεως ἀρχὴν ἐν αὑτοῖς ἔχει καὶ τὴν τῶν οἰκείων τε καὶ ἀλλοτρίων αἴσθησιν, ἀληθὲς εἶναι νομίζω, λέγειν δὲ ἀκαίρως τὰ τοιαῦτα φυλάττομαι μᾶλλον ἢ αὐτὸς ἐκεῖνος, ἀλλ’ ἐὰν ἔρηταί μέ τις, τί πλεονεκτεῖ τῶν φυτῶν τὰ ζῶα, τήν τε αἴσθησιν λέγω καὶ τὴν καθ’ ὁρμὴν κίνησιν καὶ τάς τε δυνάμεις, ἃς εἶπον ἄρτι, τήν τε ἑλκτικὴν, καὶ τὴν ἀποκριτικὴν, καὶ τὴν καθεκτικήν τε καὶ ἀλλοιωτικὴν, οὐ ψυχικὰς, ἀλλὰ φυσικὰς ὀνομάζων, μηδὲν ἐκ τούτου μήτε τὴν ἰατρικὴν τέχνην μήτε τὴν ἠθικὴν φιλοσοφίαν βλαπτομένην ὁρῶν.
然而,植物在自身中具有运动的起点,以及对适宜和异己事物的感知,我认为这是真实的;但我比他自己更谨慎地防止不合时宜地谈论这些事情。 如果有人问我,动物在什么地方优于植物,我说那是感知和根据冲动的运动,至于我刚才提到的那些力量——吸引力、排泄力、保持力和转化力——我称之为自然的而非灵魂的力量,因为我看到医学技术和伦理哲学都不会因此受到损害。
ὅταν δὲ τῆς ἠθικῆς φιλοσοφίας τὸ φυσικὸν μέρος, ὁποῖόν τι Πλάτων ἡγεῖται, λέγειν ἀναγκαῖόν μοι γένηται, τινὰ μὲν ἄντικρυς ἐπαινῶ, καὶ συναποφαίνομαι τἀνδρί· περί τινων δὲ ἄχρι τοῦ πιθανοῦ προσέρχομαι, καθάπερ ἐπ’ ἐνίων ἀπορῶ παντάπασιν, οὐδεμίαν ἔχων ῥοπὴν ἐπὶ τῶν διαφωνουμένων, ὡς εἴη τὸ ἕτερον αὐτῶν πιθανώτερον.
但是,当我必须谈论伦理哲学的自然部分,即柏拉图所认为的那种部分时,对某些事情我完全赞同并与他一同断言;对某些事情我则仅推进到可信的程度;就像在某些事情上我完全感到困惑一样,对于有争议的事物没有任何倾斜,好像其中一个比另一个更可信。
ὥσπερ, ὅτι ψυχὴν ἔχομεν, ἐπίστανται πάντες ἄνθρωποι, θεώμενοι μὲν ἐναργῶς καὶ τὰ διὰ τοῦ σώματος ἐνεργούμενα, βαδιζόντων καὶ τρεχόντων, καὶ παλαιόντων, αἰσθανομένων τε πολυειδῶς, ἐννοοῦντες δὲ καὶ τῶν ἔργων τούτων αἰτίαν τινὰ ὑπάρχειν ἔκ τινος ἀξιώματος πιστοῦ φύσει πᾶσιν ἡμῖν, καθ’ ὃ μηδὲν ἀναιτίως γίνεσθαι νοοῦμεν, ἀλλὰ διὰ τὸ μὴ γινώσκειν, ἥτις ἐστὶν ἡ αἰτία τῶν ἔργων τούτων, ὄνομα θεμένων ἀπὸ τοῦ δύνασθαι ποιεῖν ἃ ποιεῖ, δύναμιν εἶναι τῶν γινομένων ἑκάστου ποιητικήν.
就像所有人都知道我们有灵魂一样,他们清晰地看到通过身体进行的活动,如走、跑、摔跤,以及多种方式的感知,并根据我们所有人天生信任的某种公理,认为这些活动存在某种原因,根据这一公理,我们认为没有任何事情是无因发生的;但由于不知道这些活动的原因是什么,他们便根据它能够做其所做之事的能力来命名,称存在一种产生每一个发生之事的“力量”。
οὕτω γοῦν καὶ τὴν σκαμμωνίαν ἅπαντές φασι δύναμιν ἔχειν καθαρτικὴν, ὥσπερ τὸ μέσπιλον ἐφεκτικὴν γαστρός.
例如,每个人都说泻根具有排泄的力量,正如欧楂具有止泻的力量一样。
οἱ δὲ τὴν φυσικὴν ὀνομαζομένην ἐκπονήσαντες θεωρίαν, ἄλλως ἄλλοι πείσαντες ἑαυτοὺς, οἱ μὲν ἀσωμάτους τινὰς ἀπεφήναντο δυνάμεις ἐνοικεῖν ταῖς αἰσθηταῖς οὐσίαις, οἱ δὲ αὐτὰς ἐνεργεῖν τὰς οὐσίας κατ’ ἰδίαν ἑκάστην φύσιν, ἤτοι γε ἐκ τῆς τῶν τεττάρων στοιχείων κράσεως γενομένην, ἢ ποιᾶς συνθέσεως τῶν πρώτων σωμάτων, ἅ τινες μὲν ἄτομα, τινὲς δὲ ἀμερῆ, τινὲς δὲ ὁμοιομερῆ φασιν εἶναι.
然而,那些辛勤研究所谓自然理论的人,各自以不同的方式说服了自己,有些人断言某些无形的力量居住在可感知的实体中,另一些人则断言实体本身根据各自独特的自然而活动,或由四种元素的混合产生,或由第一物体的某种结合产生,有些人称这些第一物体为原子,有些人称为不可分者,有些人称为同质部分。
καὶ γάρτοι καὶ τὴν ψυχὴν ἡμῶν αὐτὴν οἱ μὲν ἀσώματόν τινα νομίζουσιν οὐσίαν εἶναι, τινὲς δὲ πνεῦμα, καθάπερ ἄλλοι μηδὲ εἶναί τινα ὕπαρξιν αὐτῆς ἰδίαν, ἀλλὰ τὴν ἰδιότητα τῆς τοῦ σώματος οὐσίας, ὧν ποιεῖν πέφυκε, τούτων ἔχειν λέγεσθαι δυνάμεις, οὐκ οὐσῶν τινων ἐκείνων ἰδίαν φύσιν ἐχουσῶν, ἀλλὰ τῆς ἐνεργούσης οὐσίας κατ’ αὐτὴν πρὸς τὰ γινόμενα, δι’ αὐτῆς τε καὶ ὑπ’ αὐτῆς δυνάμεις ἔχειν λεγομένης, ὧν πέφυκε δρᾷν.
事实上,对于我们自己的灵魂本身,有些人认为它是一种无形的实体,有些人认为是精气(普内乌马),而其他人则说它根本没有自己独立的存在,而只是身体实体的特有性质,说它具有它天生能做之事的“力量”,那些力量并不是具有自己独特自然的实体,而是进行活动的实体本身在关系到发生的事物时,被说成是通过自身且由于自身而具有其天生所能做之事的“力量”。
ἐγὼ τοίνυν ἐν τούτοις μέσην τινὰ τάξιν ἐμαυτὸν ἔταξα.
因此,我在这些观点之间为自己选择了一个中庸的立场。
περὶ γὰρ ἄλλων δογμάτων ἀποφαινόμενος ἁπλῶς, τῶν μὲν, ὡς εἰδείην τὴν ἐν αὐτοῖς ἀλήθειαν, τῶν δὲ, ὡς οὐδὲν αὐτῆς εἰδείην, ἐν οἷς ἄρτι διῆλθον, ἄχρι τοῦ πιθανοῦ προσέρχομαι, βέλτιον μὲν εἶναι νομίζων, εἴπερ ἐγνώκειν οὕτω περὶ αὐτῶν, ὡς ἀποφαίνεσθαι, καθάπερ ἐπ’ ἄλλων, οὐ μὴν ἀναπείθων ἐμαυτὸν, ὥσπερ ἕτεροι, βεβαίαν ἔχειν γνῶσιν, ὧν οὐκ ἔσχον ἀπόδειξιν βεβαίαν.
因为在简单地对其他教义下断言时,对某些教义我好像知道其中的真理,对另一些教义则好像完全不知道,在刚才谈到的事情中,我仅推进到可信的程度,虽然我认为如果我对它们了解得足以做出断定(正如在其他事情上那样)会更好,但我不会像其他人那样,说服自己对自己没有获得确凿证明的事物拥有确凿的知识。