Humanitext Reader

盖伦 · 论水蛭、引流、拔罐、切开与划痕 §1-2

水蛭的使用方法与体液反引疗法原则

第 1 段,共 2 段 · 希腊语

内容简介

第一章说明了药用水蛭的饲养、准备、敷贴方法以及脱落后的处理,第二章论述了防止体液异常偏流的反引治疗原则。

§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΒΔΕΛΛΩΝ, ΑΝΤΙΣΠΑΣΕΩΣ, ΣΙΚΥΑΣ ΚΑΙ ΕΓΧΑΡΑΞΕΩΣ ΚΑΙ ΚΑΤΑΣΧΑΣΜΟΥ. Θηρῶντές τινες τὰς βδέλλας κατακλείουσι καὶ ἐπὶ πολλοῖς αὐταῖς χρῶνται.
盖伦论水蛭、反引、吸角、切开与乱刺。 有些人捕获水蛭并将其关起来,在许多情况下使用它们。
αὗται γὰρ ἐκμειλίττουσαι ῥᾳδίως ἅπτονται τῶν σαρκῶν.
因为它们通过抚慰,很容易附着在肉体上。
τὰς δὲ νέον εἰλημμένας φυλάττειν χρὴ ἡμέραν μίαν, αἷμα ὀλίγον εἰς διατροφὴν ἐμβάλλοντας.
对于新捕获的水蛭,应当保存一天,并放入少量的血作为营养。
οὕτως γὰρ διαπιεσθήσεται τὸ ἰῶδες αὐτῶν.
因为这样可以挤出它们的毒液。
ἐπὶ δὲ τῆς χρείας τὸ βδελλισθησόμενον μέρος προεκνιτρούσθω καὶ καταχριέσθω ἢ κνάσθω τοῖς ὄνυξι, ἑτοιμότερον γὰρ ἅψονται.
使用时,应预先用碱清洗要敷贴水蛭的部位,并用指甲揉搓或抓挠,因为这样它们会更容易附着。
δεῖ δὲ ἐμβαλεῖν αὐτὰ εἰς ὕδωρ χλιαρὸν καὶ καθαρὸν ἀγγεῖον εὐρὺ, ἔπειτα σπόγγῳ περιλαβόντες αὐτὰς καὶ τὸ γλοιῶδες ἀποκαθάραντες διὰ τῶν χειρῶν προσέξομεν.
必须将它们放入温水和干净且宽敞的容器中,然后用海绵包裹它们,用手彻底清洗掉粘液,接着我们进行敷贴。
μετὰ δὲ τὸ ἐμφῦναι ἔλαιον χλιαρὸν ἐπιχέομεν τῷ μορίῳ, ὥστε μὴ ψυγῆναι.
在它们附着之后,我们将温热的油倒在该部位,以免其变冷。
ἐπὶ δὲ χειρῶν ἢ ποδῶν αὐτὸ τὸ μέρος ἐμβαλεῖν χρὴ τῷ ὕδατι, ἔνθα εἰσὶν αἱ βδέλλαι.
如果是手或脚,应当将该部位本身浸入有水蛭的水中。
εἰ δὲ ὀλίγον ἅψοιντο, ψαλίζειν χρὴ τὰς οὐρὰς αὐτῶν.
但如果它们附着得不够紧,就必须剪掉它们的尾巴。
ἐκχεομένου γὰρ τοῦ αἵματος, ἕλκουσαι οὐ παύονται, μέχρις ἂν ἡμεῖς ἅλας ἢ σποδὸν προσπάσσωμεν αὐτῶν τοῖς στόμασι.
因为随着血液流出,它们不会停止吸吮,直到我们在它们的口部撒上盐或灰。
μετὰ δὲ τὸ ἀποπεσεῖν σικύᾳ χρὴ τὸ ἰῶδες ἐξέλκειν· εἰ δὲ μὴ, πυριατέον σπόγγοις.
在它们脱落之后,必须用吸角吸出毒液;否则,必须用海绵进行温敷。
τὰ δὲ σώματα, εἰ μὲν ὑποδακρύει, κύμινον ἢ ἄλευρον προσπαστέον, ἔπειτα ἐρίῳ ἔλαιον βραχὺ κατειλικτέον.
至于伤口,如果有些许渗血,应当撒上孜然或面粉,然后用沾有少许油的羊毛包裹。
εἰ δὲ αἱμοῤῥαγείη, ὀθόνια ἐπιβλητέον ἐξ ὄξους ἢ κηκίδα κεκαυμένην, ἢ σπόγγον δεύσας ὑγροπίσσῃ καὶ καύσας ἐπιθετέον.
如果大出血,应当贴上浸了醋的亚麻布,或烧过的五倍子,或者贴上用湿沥青浸泡并烧过的海绵。
γινώσκειν δὲ χρὴ ὡς αἱ βδέλλαι οὐ τὸ ἐν τῷ βάθει ἕλκουσιν αἷμα, ἀλλ’ αὐτὸ τὸ παρακείμενον τῇ σαρκὶ εἰσμύζουσιν.
必须知道,水蛭并不吸取深处的血液,而是吸吮紧贴肉体表面的血液。
χρώμεθα δὲ αὐταῖς ἀντὶ σικυῶν, ἀποσπῶμεν δὲ αὐτὰς, ὁπόταν εἰκάσωμεν τὸ ἥμισυ μέρος εἱλκύσθαι τοῦ αἵματος.
我们用它们代替吸角,并且当我们估计已经吸出了一半的血液时,就将它们取下。
ἐκκωλύομεν δὲ καὶ οὐκ ἐῶμεν ἀποῤῥεῖν ἕως ἂν αὔταρκες ἀποκριθῇ, ἐπειδὴ τὸ μόριον ψύχεται ὑπό τε τῶν βδελλῶν φύσει ψυχρῶν οὐσῶν καὶ ὑπὸ τοῦ περιέχοντος.
我们阻碍并不准许血液继续流出,直到分离出足够的量,因为该部位由于水蛭天性寒冷以及周围环境的影响而变冷。
§2Περὶ ἀντισπάσεως.
论反引。
Τὰς σφοδροτάτας ἐπιῤῥοὰς τῶν χυμῶν ἀντισπαστικοῖς βοηθήμασι κωλύομεν ἀθρόως κατασκήπτειν.
我们通过反引的辅助手段,防止体液最剧烈的涌入一举侵袭。
ἀντισπαστικὰ δέ ἐστι βοηθήματα ἐπὶ τῆς εἰς θώρακα καὶ γαστέρα ῥοπῆς εἰς χεῖρας· ἔμετοι δὲ ἐπὶ τῆς εἰς τὰ κάτω, καθάπερ καὶ ἡ διὰ τῶν δριμυτέρων κλυσμῶν τῆς ἐπὶ τοὺς ἐμέτους.
反引的手段是:对于向胸部和胃部的偏流,施于双手;对于向下的偏流,则采用催吐,正如通过较辛辣的灌肠来针对向呕吐的偏流一样。
ἄμφω δὲ ταύτας τὰς ῥοπὰς, λέγω δὲ τὰς διὰ τῆς ἄνω καὶ κάτω γαστρὸς, εἰς οὖρα καὶ ἱδρῶτας ἀντισπάσεις· καὶ μέντοι γε καὶ τὰ οὖρα πρὸς ἱδρῶτάς τε καὶ διαχωρήσεις γαστρὸς.
而这两种偏流,我指的是通过上胃和下胃的偏流,是向尿液和汗液的反引;而且,尿液也确实向汗液和通便反引。
ἀντισπαστικὸν δὲ βοήθημα καὶ ἡ παρὰ τοὺς τιτθοὺς προβαλλομένη σικύα.
敷在乳房附近的吸角也是一种反引手段。
ταῖς δὲ καθ’ ὑποχόνδριον ἐρειδομέναις ἀντισπάσεις τὴν ἐπὶ τοὺς μυκτῆρας ὁρμὴν τοῦ αἵματος, ὥσπερ γε καὶ τὴν διὰ μήτρας ἄμετρον φοράν.
强压在胁下的吸角能反引流向鼻腔的血液势头,正如它们也反引通过子宫的过度流量一样。
ἀντισπᾷ δὲ καὶ τὰ δριμέα φάρμακα τοῖς κόλποις ἐπιτιθέμενα τὰς ἐπὶ κεφαλὴν καὶ σπλάγχνα ῥοπὰς τῶν χυμῶν.
敷在腋下的辛辣药物也反引体液向头部和内脏的偏流。
καὶ ἁπλῶς τὴν ἀντίσπασιν ποιητέον ἐπὶ μὲν τοῖς ἄνω ῥέουσι χυμοῖς εἰς τὰ κάτω, ἐπὶ δὲ τοῖς εἰς τὰ κάτω τοὐναντίον, καὶ ἐπὶ μὲν ταῖς ἔσω ῥοπαῖς ἔξω, καὶ πάλιν ἐπὶ ταῖς ἐκτὸς εἴσω, κᾂν πρὸς τὰ δεξιὰ ῥέπῃ, ἐπὶ τὰ ἀριστερὰ, καὶ εἰ πρὸς τὰ εὐώνυμα, πρὸς τὰ ἐναντία.
简单来说,对于向上流动的体液,应当向下进行反引;对于向下流动的,则相反;对于向内的偏流,向外;反之,对于向外的偏流,向内;如果偏向右侧,则向左;如果偏向左侧,则向相反方向。
οὕτω δὲ καὶ τὰς μὲν ὀπίσω ῥοπὰς πρόσω, τὰς δ’ εἰς πρόσω ὄπισθεν.
同样,向后的偏流,向前;向前的偏流,向后。

词汇与语法注释

  1. 1ἐκμειλίττουσαι — 分词 ἐκμειλίττουσαι(源自 ἐκμειλίσσω,“抚慰、使温和、使柔软”)描述了水蛭如何通过使皮肤变软(或使自身温和)从而更容易附着在肉体上。
  2. 1τὰς δὲ νέον εἰλημμένας — 该阴性宾格复数短语作为由无人称动词 χρὴ 所支配的不定式 φυλάττειν 的直接宾语。
  3. 2ἀντισπάσεις — 名词 ἀντίσπασις 的复数主格或宾格形式。在列举治疗作用的省略句中,它表示“产生向(某处的)反引”或“应当进行反引”。
  4. 2ταῖς δὲ καθ’ ὑποχόνδριον — 省略了阴性复数与格名词 σικύαις(“吸角”)的短语,意为“通过强压在季肋部的(吸角)”。
  5. 2τοῖς κόλποις — 虽然 κόλπος 通常指“海湾、胸怀、衣褶”,但在医学语境中,它指解剖学上的凹陷部位,如腋窝或腹股沟。

引用这一段

盖伦, 论水蛭、引流、拔罐、切开与划痕 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg071.humanitext-grc1:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。