Humanitext Reader

盖伦 · 驳论病型作者 §7#2

基于公约数的热型计算与结论

第 11 段,共 11 段 · 希腊语

内容简介

作者在不使用任何图表的情况下,利用最大公约数和公倍数的概念(欧几里得《几何原本》第七卷),解释了从给出的各种小时周期计算热型数量和天数的数学原理,并引用德尔斐关于珍惜时间的箴言结束了讨论。

§7#2οὕτω δὲ καὶ εἰ ἕνδεκα ὡρῶν ᾖ προβεβλημένη περίοδος, κδ΄ εἶναι τοὺς τύπους ἑνδεκαημέρους ἐρεῖς, ὅπερ ἐστι δωδεκαταίους.
同样地,如果给出的周期是十一小时,你会说有二十四个十一日周期的、即“十二日热”的热型。
οὕτω δὲ καὶ εἰ τρισκαίδεκα ὡρῶν ἡ περίοδος ᾖ, τέσσαρας ἐπὶ τοῖς εἴκοσι τεσσαρεσκαιδεκαταίους.
同样地,如果周期是十三小时,则是二十四个“十四日热”。
ὡσαύτως δὲ κᾂν μείζων ᾖ προβεβλημένη περίοδος τῶν κδ΄ ὡρῶν, εἰ μὲν μηδὲν ἔχοι μέτρον κοινὸν πρὸς τὸν τῶν κδ΄, ὥσπερ ἐπὶ τοῦ τῶν ε΄ καὶ κ΄ συμβέβηκε, τέτταρας καὶ κ΄ ἐρεῖς εἶναι εἰκοστοεκταίους τύπους. (ὥσπέρ γε καὶ κ΄.
同样,即使给出的周期大于二十四小时,如果它与二十四没有公约数——正如在二十五的情况下所发生的那样——你会说有二十四个“二十六日热”的热型(正如二十那样)。
) εἰ δ’ εἴη τι κοινὸν μέτρον ἀμφοῖν, ὥσπερ ἐπὶ τῶν ζ΄ καὶ κ΄ τὸ τρίτον ἐστὶν, ὀκτὼ φήσεις εἶναι δεκαταίους, ἐπειδὴ τῶν μὲν κ΄ καὶ δ΄ τὸ τρίτον ἐστὶν η΄, τῶν δὲκζ΄, θ΄.
但如果两者有某种公约数,正如在二十七的情况下,三分之一是共同的,你会说有八个“十日热”,因为二十四的三分之一是八,而二十七的是九。
δῆλον γὰρ ὅτι τοῦ δεκαταίου τύπου περίοδός ἐστιν ἡμερῶν ἐννέα συμπληρουμένων, αἵτινες ὡρῶν ἀριθμὸν ἐργάζονται ἑκκαίδεκα καὶ διακοσίων, οὗ μέρος ὄγδοόν ἐστιν ὁ προβεβλημένος ἀριθμὸς εἰκοσιεπτὰ ὡρῶν.
因为显然,“十日热”热型的周期是满了整整九天,这产生了两百一十六小时的时间数,而给出的二十七小时数正是它的八分之一。
ὑποπέπτωκεν οὖν ἡ μέθοδος αὕτη τῇ κατὰ τὸ διάγραμμα κοινῇ προειρημένῃ, τοσοῦτον ἐκείνης διαλλάττουσα, τῷ δύνασθαι καὶ χωρὶς τοῦ διαγράμματος εὑρεῖν τινα πρῶτον ἀριθμὸν ὡρῶν ἡμερησίαις περιόδοις μετρούμενον, οὗ μέρος ὁ προβεβλημένος ἐστίν.
因此,这个方法从属于先前所说的根据图表的通用方法,它与那方法的区别仅在于:即使没有图表,也能找出某个能被每日周期整除的最初的小时数,而给出的数是它的一部分。
τὸ δὲ θεώρημα τοῦτο δέδεικται καὶ πρὸς Εὐκλείδου κατὰ τὸ τῶν στοιχείων, ἕβδομον δὲ αὐτοῦ ἐστι κεφάλαιον.
这个定理在欧几里得的《几何原本》中也被证明了,那是它的第七卷。
τὸ δὲ μεῖζον κοινὸν ἀμφοτέρων τῶν ἀριθμῶν χρὴ λαμβάνοντας σκέψασθαι ποσάκις ἑκάτερον μετρεῖ τὸν ἀριθμὸν τὸ κοινὸν τοῦτο μέτρον, οἷον ἐπὶ τοῦ πεντεκαίδεκα καὶ τοῦ τῶν εἰκοσιτεσσάρων πρῶτον κοινὸν μέτρον ἐστὶν ὁ τῶν τριῶν ἀριθμός·
应当取两个数的最大公约数,并观察这个公约数整除每一个数多少次。
οὗτος δὲ τὸν ε΄ καὶ ι΄ μετρεῖ κατὰ τὸν ε΄, τὸν δὲ εἰκοσιτέσσαρα κατὰ τὸν ὀκτώ.
例如在十五和二十四的情况下,第一个公约数是三;它整除十五五次,整除二十四八次。
ἐὰν οὖν τὸν ε΄ πολλαπλασιάσῃς ἐπὶ τὸν τῶν κδ΄, ἐάν τε τὸν η΄ ἐπὶ τῶν ιε΄, τὸν αὐτὸν ἀριθμὸν εὑρήσεις γινόμενον, ὥσπερ ἑκατὸν καὶ εἴκοσιν ὡρῶν, ἡμερῶν δὲ δηλονότι ε΄.
因此,如果你用五乘以二十四,或者用八乘以十五,你会发现产生相同的数,即一百二十小时,显然也就是五天。
καὶ διὰ τοῦτο τὸν τύπον ἑκταῖον ἐρεῖς.
因为这个缘故,你会称该热型为“六日热”。
κατὰ δὲ τὸν αὐτὸν λόγον, εἰ τρισκαίδεκα ὡρῶν ὁ προβεβλημένος ἀριθμὸς εἴη, κοινῇ μετρήσουσιν οὗτός τε καὶ ὁ τῶν κδ΄ τὸν ἐξ ἀμφοτέρων ἀλλήλων πολλαπλασίων γινόμενον, ὅσπερ ἐστιν ὁ τῶν τιβ΄.
按照同样的道理,如果给出的数是十三小时,那么它和二十四将共同整除由两者相乘而产生的倍数,即三百一十二。
(ἐπειδὴ τῶν πρώτων καλουμένων ἀριθμῶν ἐστιν ὁ τρισκαίδεκα.
(因为十三是所谓的“素数”之一。
προσαγορεύουσιν γὰρ οὕτως ὧν οὐκ ἔστι κοινὸν μέτρον πλὴν μονάδος.
因为他们这样称呼除了单位之外没有公约数的数。
) ὁ μὲν οὖν ἀριθμὸς, ὅσον ἀμφότεροι μετροῦσιν, ἔσται τιβ΄.
)因此,两者共同整除的数将是三百一十二。
τρισκαιδεκάκις γὰρ οὗτος ἔχει τὰς κδ΄ ὥρας.
因为该数包含了二十四小时十三次。
ὁ δὲ τύπος ἡμερῶν ἔσται τελείων τριῶν καὶ ι΄, τουτέστι τεσσαρεσκαιδεκαταῖος· ἐπεὶ δὲ τετράκις τε καὶ εἰκοσάκις οὗτος μετρεῖ τὸν τῶν τιβ΄, τὸ πλῆθος τῶν τύπων ἔσται δ΄ ἐπὶ τοῖς κ΄.
而热型的天数将是满了整整十三天,也就是“十四日热”;既然这个数整除三百一十二二十四次,热型的数量将是二十四个。
ἔχετε γοῦν ἤδη καὶ ταύτην ἀπόδειξιν τῆς μεθόδου, καίτοι γ’ οὐ βουληθέντος ἐμοῦ διδάσκειν ὑμᾶς ἄχρηστα πράγματα· κάλλιον γὰρ ἦν αὐτῶν ὅλως καταφρονεῖν μεμνημένους τοῦ Πυθικοῦ παραγγέλματος, ὡς φείδεσθαι προσήκει χρόνου.
无论如何,你们现在也得到了这个方法的证明,尽管我本来并不想教你们无用的东西;因为如果你们记住皮提亚的诫命“应当珍惜时间”,彻底鄙视这些东西本是更美好的。

词汇与语法注释

  1. p.510(ὥσπέρ γε καὶ κ΄.) — 文本中的 κ΄(二十)根据讨论二十五小时周期及相应的二十六日热型的上下文,极有可能是 κε΄(二十五)的传抄错误。但此处仍按照手抄本传统予以译出。
  2. p.511τὸ δὲ μεῖζον κοινὸν ἀμφοτέρων τῶν ἀριθμῶν — 数学上指“最大公约数”(Greatest Common Divisor)。作者依赖于欧几里得《几何原本》第七卷(数论篇),在求最大公约数算法(辗转相除法等)的背景下进行了解释。
  3. p.512τὸν ἐξ ἀμφοτέρων ἀλλήλων πολλαπλασίων γινόμενον — 指两个数的乘积(公倍数)。由于13和24互质,它们的最小公倍数即为两者的乘积312。
  4. p.512τοῦ Πυθικοῦ παραγγέλματος, ὡς φείδεσθαι προσήκει χρόνου — 指的是据说刻在德尔斐阿波罗神庙(皮提亚)上的七贤人箴言(“珍惜时间”)。在由 ὡς 引导的间接引语中,不定式 φείδεσθαι 与表示应当的无人称动词 προσήκει 一同使用。

引用这一段

盖伦, 驳论病型作者 §7#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg049.humanitext-grc1:7%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。