§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΕΞ ΕΝΥΠΝΙΩΝ ΔΙΑΓΝΩΣΕΩΣ.
Τὸ ἐνύπνιον δὲ ἡμῖν ἐνδείκνυται διάθεσιν τοῦ σώματος.
盖伦《论梦中诊断》梦向我们揭示了身体的状态。
πυρκαϊὰν μέν τις ὁρῶν ὄναρ ὑπὸ τῆς ξανθῆς ἐνοχλεῖται χολῆς· εἰ δὲ καπνὸν, ἢ ἀχλὺν, ἢ βαθὺ σκότος, ὑπὸ τῆς μελαίνης χολῆς· ὄμβρος δὲ ψυχρὰν ὑγρότητα πλεονάζειν ἐνδείκνυται· χιὼν δὲ καὶ κρύσταλλος καὶ χάλαζα φλέγμα ψυχρόν.
例如,有人在梦中看见大火,便是受到黄胆汁的干扰;如果是烟雾、迷雾或深黑,则是受到黑胆汁的干扰;而下雨则表明寒冷潮湿的体液过剩;雪、冰和冰雹则表明寒冷的粘液。
δεῖ δὲ καὶ τῷ καιρῷ καὶ τῇ ληφθείσῃ τροφῇ προσέχειν.
但我们也必须注意季节和所摄取的食物。
ὁ γὰρ χιονίζεσθαι δοκῶν εἰ κατ’ εἰσβολὴν παροξυσμοῦ μετὰ ῥίγους ἢ φρίκης ἢ καταψύξεως γενομένου τοῦτ’ ἐμφαντασθῇ, τῷ καιρῷ τὸ πλέον, οὐ τῇ διαθέσει τοῦ σώματος διδόναι χρή· κατὰ μέντοι τὴν παρακμὴν τοιοῦτον ὄναρ θεασάμενος, βεβαιοτέραν ἡμῖν ἔνδειξιν ἐργάσεται τῆς τῶν ἐπικρατούντων χυμῶν ψυχρότητος, ἔτι δὲ μᾶλλον, ἐὰν μὴ ἐδηδοκὼς ᾖ τι τῶν φλεγματικῶν ἐδεσμάτων, ὧν ἐν τῇ γαστρὶ περιεχομένων, ἐνδέχεται τοιαύτην τινὰ γενέσθαι φαντασίαν, καίτοι τῆς ἐν ὅλῳ τῷ σώματι διαθέσεως οὐκ οὔσης ὁμοίας.
因为梦见下雪的人,如果是在伴随寒战、战栗或冰冷的发作开始时显现出这种幻象,那就应当主要归因于那个时机,而不是归因于身体的状态;然而,如果是在发作的消退期梦见此类景象,则会向我们提供关于占优势的体液之寒冷性的更确定证据,如果他没有吃过任何产生粘液的食物,那就更是如此;因为当此类食物留在胃里时,即使整个身体的状态并非如此,也可能产生某种类似的幻象。
ἐπεὶ δὲ ἐν τοῖς ὕπνοις οὐκ ἐπὶ ταῖς τοῦ σώματος ἡ ψυχὴ διαθέσεσι φαντάζεται μόνον, ἀλλὰ κᾀκ τῶν συνήθως ἡμῖν πραττομένων ὁσημέραι, ἔνια δὲ ἐξ ὧν πεφροντίκαμεν, καὶ δή τινα μαντικῶς ὑπ’ αὐτῆς προδηλοῦνται, (καὶ γὰρ τοῦτο τῇ πείρᾳ μαρτυρεῖται,) δύσκολος ἡ διάγνωσις τοῦ σώματος γίγνεται ἐκ τῶν ἀπὸ τοῦ σώματος ὁρμωμένων ἐνυπνίων.
然而,由于在睡眠中,灵魂不仅根据身体的状态产生幻象,而且还根据我们日常习惯做的事,以及我们所忧虑的某些事情产生幻象,甚至有些事情还是由灵魂自身以预言的方式预先示现的(因为这一点也为经验所证实),因此,根据源自身体的梦来诊断身体就变得十分困难。
εἰ μὲν γὰρ ἀπὸ τῶν ἐφ’ ἡμέρας πραττομένων ἢ φροντιζομένων ἔδει διακρίνειν αὐτὸ μόνον, οὐδὲν ἂν ἦν χαλεπὸν, ὅσα μηδὲ πέπρακται, μηδὲ φροντίζεται, ταῦτα ἐκ τοῦ σώματος ὁρμᾶσθαι δοκεῖν·
因为,如果只需将它与白天所做或所忧虑的事情相区分,那么把凡是既未做过也未忧虑过的事情看作是源于身体,就一点也不困难了。
ἐπεὶ δὲ καὶ μαντικά τινα συγχωροῦμεν εἶναι, πῶς ταῦτ’ ἂν διακριθείη τῶν ἀπὸ τοῦ σώματος ὁρμωμένων, οὐ ῥᾴδιον εἰπεῖν.
然而,由于我们也承认存在某些预言性的梦,要说明这些梦如何能与源自身体的梦区分开来,并非易事。
ἐθεάσατο γοῦν τις τὸ ἕτερον τῶν σκελῶν λίθινον γεγονέναι, καὶ τοῦτο ἔκριναν πολλοὶ τῶν περὶ τὰ τοιαῦτα δεινῶν ὡς πρὸς τοὺς δούλους τείνειν τὸ ὄναρ, ἀλλὰ παρελύθη τὸ σκέλος ἐκεῖνο ὁ ἄνθρωπος, οὐδενὸς ἡμῶν προσδοκήσαντος τοῦτο.
例如,有人梦见自己的双腿之一变成了石头,许多精于此类事情的人判定这个梦指的是奴隶,但那人的那条腿却瘫痪了,而我们谁也没有料到这一点。
τὸν μὲν γὰρ παλαιστὴν ἐν αἵματος δεξαμενῇ δόξαντα ἑστάναι καὶ μόγις αὐτῆς ὑπερέχοντα πλῆθος αἵματος ἔχειν ἐτεκμηράμεθα, καὶ δεῖσθαι κενώσεως.
因为一方面,当一个摔跤手梦见自己站在血池中、几乎无法高出水面时,我们推测他体内血液过剩,需要排血。
τινὲς δὲ ἱδροῦν κριτικῶς μέλλοντες λούεσθαι καὶ κολυμβᾷν ἔδοξαν ἐν θερμῶν ὑδάτων δεξαμεναῖς.
而一些即将在危机期出汗的人,则梦见自己在温水池中沐浴和游泳。
οὕτω δὲ καὶ ἡ τοῦ πίνειν φαντασία χωρὶς τοῦ πίμπλασθαι διψῶσι πάνυ συμβαίνει, καθάπερ καὶ τοῦ ἐσθίειν ἀπλήστως τοῖς πεινῶσι, τοῦ δὲ ἀφροδισιάζειν τοῖς σπέρματος πλήρεσιν.
同样地,对于极度口渴的人,会出现无法满足的饮水幻象,正如饥饿的人梦见贪婪地吃东西,精液充满的人梦见进行性交一样。
ἔοικε γὰρ ἐν τοῖς ὕπνοις εἰς τὸ βάθος τοῦ σώματος ἡ ψυχὴ εἰσδῦσα καὶ τῶν ἐκτὸς ἀποχωρήσασα αἰσθητῶν τῆς κατὰ τὸ σῶμα διαθέσεως αἰσθάνεσθαι, καὶ πάντων, ὧν ὀρέγεται, τούτων ὡς ἤδη παρόντων λαμβάνειν φαντασίαν.
因为在睡眠中,灵魂似乎退入到身体的深处,脱离了外部的感觉对象,从而感知到身体的状态,并对它所渴望的所有事物产生如同已经呈现一般的幻象。
καὶ εἴπερ ἔχει ταῦθ’ οὕτως, οὐδὲν ἂν εἴη θαυμαστὸν, ὁπότε μὲν ὑπὸ πλήθους χυμῶν ἡ ψυχικὴ δύναμις ἐνοχλεῖται βαρυνομένη, μόγις μὲν κινουμένους ἑαυτοὺς κατ’ ὄναρ φαντάζεσθαι καὶ βαστάζοντας ἄχθη τινά·
而如果情况确实如此,那么当灵魂的力量受到过剩体液的干扰和压迫时,人们梦见自己行动艰难并承受着某种重担,就一点也不足为奇了。
τοὐναντίον δὲ, ὅταν ᾖ κούφη τε καὶ ἀπέριττος ἡ τοῦ σώματος διάθεσις, ἤτοι πετομένους, ἦ θέοντας ὠκύτατα τοὺς οὕτω διακειμένους ὁρᾷν ὄναρ, ὁμοιουμένων ἀεὶ τῶν φαντασμάτων τῆς ψυχῆς ταῖς τοῦ σώματος διαθέσεσιν, ἄχρι τοῦ καὶ τῶν δυσωδῶν ἢ εὐωδῶν ἀνέχεσθαι δοκεῖν.
相反地,当身体的状态轻盈且没有过剩物时,处于这种状态的人在梦中看见自己要么在飞翔,要么在极速奔跑,也同样不足为奇;因为灵魂的幻象总是与身体的状态相类似,甚至达到了仿佛体验到恶臭或芳香的程度。
οἱ μὲν γὰρ ἐν κόπρῳ καὶ βορβόροις διατρίβειν ἑαυτοὺς φαντασθέντες ἤτοι τοὺς χυμοὺς ἐν αὑτοῖς μοχθηροὺς καὶ δυσώδεις καὶ σεσηπότας ἔχουσιν, ἢ πλῆθος κόπρου περιεχομένης ἐν τοῖς ἐντέροις· τοὺς δὲ ἔμπαλιν τούτων διακειμένους καὶ δοκοῦντας ἐν εὐώδεσι τόποις διατρίβειν ἐναντίαν ἔχειν ἐν τῷ σώματι διάθεσιν ἡγητέον.
因为,那些梦见自己待在粪便和泥泞中的人,要么是体内有败坏、恶臭和腐败的体液,要么是肠道内积存了大量的粪便;相反,那些处于相反状态、梦见自己待在芬芳之地的人,则应被认为其体内具有相反的状态。
ἃ τοίνυν ὁρῶσιν οἱ κάμνοντες ἐν τοῖς ἐνυπνίοις καὶ πράττειν δοκοῦσιν, ἐνδείξεται πολλάκις ἡμῖν ἐνδείας τε καὶ πλεονεξίας καὶ ποιότητας χυμῶν.
因此,病人在梦中所见和似乎所做的事情,常常会向我们指出他们体液的匮乏、过剩以及性质。