§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΕΞ ΕΝΥΠΝΙΩΝ ΔΙΑΓΝΩΣΕΩΣ.
Τὸ ἐνύπνιον δὲ ἡμῖν ἐνδείκνυται διάθεσιν τοῦ σώματος.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΕΞ ΕΝΥΠΝΙΩΝ ΔΙΑΓΝΩΣΕΩΣ. 夢は私たちに、身体の状態を示してくれる。
πυρκαϊὰν μέν τις ὁρῶν ὄναρ ὑπὸ τῆς ξανθῆς ἐνοχλεῖται χολῆς·
ある人が夢の中で火事を見るなら、その人は黄胆汁に悩まされている。
εἰ δὲ καπνὸν, ἢ ἀχλὺν, ἢ βαθὺ σκότος, ὑπὸ τῆς μελαίνης χολῆς·
もし煙や、霧や、深い闇を見るなら、黒胆汁によるものである。
ὄμβρος δὲ ψυχρὰν ὑγρότητα πλεονάζειν ἐνδείκνυται·
雨は、冷たく湿った水分が過剰であることを示す。
χιὼν δὲ καὶ κρύσταλλος καὶ χάλαζα φλέγμα ψυχρόν.
雪や氷や雹は、冷たい粘液を示す。
δεῖ δὲ καὶ τῷ καιρῷ καὶ τῇ ληφθείσῃ τροφῇ προσέχειν.
しかし、季節や摂取した食物にも注意を払わねばならない。
ὁ γὰρ χιονίζεσθαι δοκῶν εἰ κατ’ εἰσβολὴν παροξυσμοῦ μετὰ ῥίγους ἢ φρίκης ἢ καταψύξεως γενομένου τοῦτ’ ἐμφαντασθῇ, τῷ καιρῷ τὸ πλέον, οὐ τῇ διαθέσει τοῦ σώματος διδόναι χρή·
なぜなら、雪が降っていると夢見る人が、悪寒や震えや冷感を伴う発作の始まりにおいてこのイメージを抱くならば、それを身体の状態によるものとするよりは、むしろその時機(発作の瞬間)に多くを帰すべきだからである。
κατὰ μέντοι τὴν παρακμὴν τοιοῦτον ὄναρ θεασάμενος, βεβαιοτέραν ἡμῖν ἔνδειξιν ἐργάσεται τῆς τῶν ἐπικρατούντων χυμῶν ψυχρότητος, ἔτι δὲ μᾶλλον, ἐὰν μὴ ἐδηδοκὼς ᾖ τι τῶν φλεγματικῶν ἐδεσμάτων, ὧν ἐν τῇ γαστρὶ περιεχομένων, ἐνδέχεται τοιαύτην τινὰ γενέσθαι φαντασίαν, καίτοι τῆς ἐν ὅλῳ τῷ σώματι διαθέσεως οὐκ οὔσης ὁμοίας.
しかし、発作の減退期にそのような夢を見るならば、それは支配的な体液の冷たさを、私たちにいっそう確実な形で示すことになる。 もし彼が粘液質の食物を何も食べていなかったなら、なおさらそうである。 というのも、胃の中にそのような食べ物が含まれていると、身体全体の状態がそれと同じでなくても、そのようなイメージが生じることがあるからである。
ἐπεὶ δὲ ἐν τοῖς ὕπνοις οὐκ ἐπὶ ταῖς τοῦ σώματος ἡ ψυχὴ διαθέσεσι φαντάζεται μόνον, ἀλλὰ κᾀκ τῶν συνήθως ἡμῖν πραττομένων ὁσημέραι, ἔνια δὲ ἐξ ὧν πεφροντίκαμεν, καὶ δή τινα μαντικῶς ὑπ’ αὐτῆς προδηλοῦνται, (καὶ γὰρ τοῦτο τῇ πείρᾳ μαρτυρεῖται,) δύσκολος ἡ διάγνωσις τοῦ σώματος γίγνεται ἐκ τῶν ἀπὸ τοῦ σώματος ὁρμωμένων ἐνυπνίων.
しかし、睡眠中において、魂は身体の状態に基づいてのみ夢のイメージを描くのではなく、私たちが日常的によくおこなっていることからも、また、私たちが気にかけていることの一部からもイメージを描き、さらにはある種のことは魂自身によって予言的にあらかじめ示される(これは経験によっても証言されている)ので、身体から発する夢から身体を診断することは困難になる。
εἰ μὲν γὰρ ἀπὸ τῶν ἐφ’ ἡμέρας πραττομένων ἢ φροντιζομένων ἔδει διακρίνειν αὐτὸ μόνον, οὐδὲν ἂν ἦν χαλεπὸν, ὅσα μηδὲ πέπρακται, μηδὲ φροντίζεται, ταῦτα ἐκ τοῦ σώματος ὁρμᾶσθαι δοκεῖν·
なぜなら、もし日中に為されたことや心配されたことだけから、それを区別すればよいのだとしたら、行われもせず心配もされなかったことすべてが、身体から生じたものと見なすことは、何ら困難ではないだろうから。
ἐπεὶ δὲ καὶ μαντικά τινα συγχωροῦμεν εἶναι, πῶς ταῦτ’ ἂν διακριθείη τῶν ἀπὸ τοῦ σώματος ὁρμωμένων, οὐ ῥᾴδιον εἰπεῖν.
しかし、ある種の予言的な夢が存在することも私たちが認める以上、これらを身体から発する夢とどのように区別できるかを語ることは容易ではない。
ἐθεάσατο γοῦν τις τὸ ἕτερον τῶν σκελῶν λίθινον γεγονέναι, καὶ τοῦτο ἔκριναν πολλοὶ τῶν περὶ τὰ τοιαῦτα δεινῶν ὡς πρὸς τοὺς δούλους τείνειν τὸ ὄναρ, ἀλλὰ παρελύθη τὸ σκέλος ἐκεῖνο ὁ ἄνθρωπος, οὐδενὸς ἡμῶν προσδοκήσαντος τοῦτο.
実際、ある人が自分の片方の脚が石になった夢を見たが、このようなことに通じた多くの専門家たちは、この夢が奴隷たちに関係していると解釈した。 しかし、その男はその脚が麻痺してしまったのだ、我々の誰もそのようなことを予想していなかったにもかかわらず。
τὸν μὲν γὰρ παλαιστὴν ἐν αἵματος δεξαμενῇ δόξαντα ἑστάναι καὶ μόγις αὐτῆς ὑπερέχοντα πλῆθος αἵματος ἔχειν ἐτεκμηράμεθα, καὶ δεῖσθαι κενώσεως.
これに対して、ある格闘士が血の池の中に立っており、そこからかろうじて頭を出しているように見えたとき、我々は彼が過剰な血液を有しており、瀉血を必要としていると推測した。
τινὲς δὲ ἱδροῦν κριτικῶς μέλλοντες λούεσθαι καὶ κολυμβᾷν ἔδοξαν ἐν θερμῶν ὑδάτων δεξαμεναῖς.
また、危機的に発汗しようとしていた人々は、温水のプールで入浴したり泳いだりしている夢を見た。
οὕτω δὲ καὶ ἡ τοῦ πίνειν φαντασία χωρὶς τοῦ πίμπλασθαι διψῶσι πάνυ συμβαίνει, καθάπερ καὶ τοῦ ἐσθίειν ἀπλήστως τοῖς πεινῶσι, τοῦ δὲ ἀφροδισιάζειν τοῖς σπέρματος πλήρεσιν.
同様に、喉が非常に渇いている人々には、満たされることのない飲むというイメージが起こるし、飢えている人々には貪欲に食べるというイメージが、精液が満ちている人々には性交するというイメージが起こる。
ἔοικε γὰρ ἐν τοῖς ὕπνοις εἰς τὸ βάθος τοῦ σώματος ἡ ψυχὴ εἰσδῦσα καὶ τῶν ἐκτὸς ἀποχωρήσασα αἰσθητῶν τῆς κατὰ τὸ σῶμα διαθέσεως αἰσθάνεσθαι, καὶ πάντων, ὧν ὀρέγεται, τούτων ὡς ἤδη παρόντων λαμβάνειν φαντασίαν.
というのも、睡眠中には、魂は身体の深部へと入り込み、外部の感覚対象から遠ざかることで、身体の状態を感じ取り、自分が欲するすべてのものが、あたかもすでに目の前にあるかのようにそのイメージを受け取るように思われるからである。
καὶ εἴπερ ἔχει ταῦθ’ οὕτως, οὐδὲν ἂν εἴη θαυμαστὸν, ὁπότε μὲν ὑπὸ πλήθους χυμῶν ἡ ψυχικὴ δύναμις ἐνοχλεῖται βαρυνομένη, μόγις μὲν κινουμένους ἑαυτοὺς κατ’ ὄναρ φαντάζεσθαι καὶ βαστάζοντας ἄχθη τινά·
そして、もしこれらのことがその通りであるなら、体液の過剰によって魂の能力が重荷となって悩まされているとき、夢の中で自分がかろうじて動き、何らかの重荷を担いでいると夢見ることは、何ら不思議なことではない。
τοὐναντίον δὲ, ὅταν ᾖ κούφη τε καὶ ἀπέριττος ἡ τοῦ σώματος διάθεσις, ἤτοι πετομένους, ἦ θέοντας ὠκύτατα τοὺς οὕτω διακειμένους ὁρᾷν ὄναρ, ὁμοιουμένων ἀεὶ τῶν φαντασμάτων τῆς ψυχῆς ταῖς τοῦ σώματος διαθέσεσιν, ἄχρι τοῦ καὶ τῶν δυσωδῶν ἢ εὐωδῶν ἀνέχεσθαι δοκεῖν.
それとは反対に、身体の状態が軽やかで余分なものがないときには、そのような状態にある人々が、夢の中で飛んでいるか、あるいはきわめて素早く走っているのを見ることも不思議ではない。 魂のイメージは常に身体の状態に似るものであり、悪臭や芳香に接していると夢見ることに至るまで同様である。
οἱ μὲν γὰρ ἐν κόπρῳ καὶ βορβόροις διατρίβειν ἑαυτοὺς φαντασθέντες ἤτοι τοὺς χυμοὺς ἐν αὑτοῖς μοχθηροὺς καὶ δυσώδεις καὶ σεσηπότας ἔχουσιν, ἢ πλῆθος κόπρου περιεχομένης ἐν τοῖς ἐντέροις·
なぜなら、糞尿や泥の中に自分が留まっていると夢見る人々は、彼らの内に悪質で、悪臭を放ち、腐敗した体液を有しているか、あるいは腸の中に大量の糞便がたまっているかのどちらかだからである。
τοὺς δὲ ἔμπαλιν τούτων διακειμένους καὶ δοκοῦντας ἐν εὐώδεσι τόποις διατρίβειν ἐναντίαν ἔχειν ἐν τῷ σώματι διάθεσιν ἡγητέον.
これとは逆に、香りの良い場所に身を置いていると夢見る人々は、身体の中にそれとは反対の状態を有していると見なされるべきである。
ἃ τοίνυν ὁρῶσιν οἱ κάμνοντες ἐν τοῖς ἐνυπνίοις καὶ πράττειν δοκοῦσιν, ἐνδείξεται πολλάκις ἡμῖν ἐνδείας τε καὶ πλεονεξίας καὶ ποιότητας χυμῶν.
したがって、病気の人々が夢の中で見たり行ったりするように思われることは、体液の不足や過剰、あるいはその性質を、しばしば私たちに示してくれるのである。