Humanitext Reader

盖伦 · 论性行为 §1

房事对健康的影响适宜时机与事后调理

第 1 段,共 1 段 · 希腊语

内容简介

本文讨论了盖伦关于性行为对健康的影响,详细说明了性行为的合适时机、基于体质的利弊,并阐述了性行为后的身体护理方法(运动、沐浴、饮食)。

§1## λζ. Περὶ ἀφροδιϲίων, ἐκ τῶν Γαληνοῦ.
## 37. 论性行为,选自盖伦著作。
Ἀφροδιϲίων δὲ κατὰ μὲν Ἐπίκουρον οὐδεμία χρῆϲιϲ ὑγιεινή· κατὰ δὲ τἀληθὲϲ ἐκ διαλειμμάτων τηλικούτων, ὡϲ ἐπὶ ταῖϲ χρήϲεϲι μήτε ἐκλύϲεωϲ αἰϲθάνεϲθαι καὶ κουφότερον αὐτὸν αὑτοῦ δοκεῖν γεγονέναι καὶ εὐπνούϲτερον.
关于性行为,根据伊壁鸠鲁的观点,任何使用都是不健康的;但实际上,若以适当的间隔来进行,则在每次使用后,既不会感到虚脱,且会觉得自身比以往更轻盈、呼吸更顺畅。
ὁ δὲ καιρὸϲ τῆϲ χρήϲεωϲ, ὅταν ἀκριβῶϲ μέϲον ᾖ τῶν ἔξωθεν περιϲτάϲεων ἁπαϲῶν τὸ ϲῶμα, μήτε ὑπερπεπληρωμένον μήτε ἐνδεὲϲ μήτε ὑπερεψυγμένον μήτε ὑπερτεθερμαϲμένον ἢ ἐξηραμ μένον ἢ ὑγραϲμένον ἀμέτρωϲ.
性行为的适当时机是:身体恰好处于所有外部环境的中间状态,既不过度充盈,也不匮乏,既不过度寒冷,也不过度温热,亦无过度干燥或过度湿润。
εἰ δὲ καὶ διαμαρτάνοιέν ποτε κατά τι, μικρὸν μὲν ἔϲτω τὸ ἁμαρτανόμενον· ἄμεινον δὲ τὸ τεθερμαϲμένῳ μᾶλλον ἢ ἐψυγμένῳ, | καὶ πεπληρωμένῳ μᾶλλον ἢ ἐνδεεῖ, καὶ ὑγραϲμένῳ μᾶλλον ἢ ἐξηραμμένῳ τῷ ϲώματι χρῆϲθαι τοῖϲ ἀφροδιϲίοιϲ.
如果他们在某些方面有所偏差,偏差也应当是微小的;而且,在身体偏温热而非偏寒冷、偏充盈而非匮乏、偏湿润而非干燥时进行性行为,对身体更为有益。
οἱ μὲν οὖν ἀϲθενῆ τὴν δύναμιν ἔχοντεϲ ὑπὸ τῆϲ λαγνείαϲ εἰϲ ἐϲχάτην ἀρρωϲτίαν ἀφικνοῦνται· οἱ δ’ ἰϲχυρὰν καὶ νοϲοῦντεϲ ἀπὸ φλέγματοϲ οὔτε καταλυθήϲονται καὶ ξηραίνουϲι τὴν τοῦ φλεγματοϲ περιουϲίαν τῷ διαφορεῖν ἐπὶ πλέον τοὺϲ χυμούϲ·
那些生命力虚弱的人,会因纵欲而陷入极度衰弱;而那些生命力强壮且因黏液而致病的人,不仅不会被摧毁,反而通过更多地发散体液,从而使过剩的黏液干燥。
ἀβλαβῆ γὰρ ἀφροδίϲια τοῖϲ ὑγροῖϲ καὶ θερμοῖϲ ἐϲτι καὶ ὅϲοι φύϲει πολύϲπερμοι.
因为,对于湿润且温热体质的人,以及天生精液多的人,性行为是无害的。
ἀλλὰ καὶ θερμαίνει τὸ ϲῶμα τοῖϲ ἐρρωμένην ἔχουϲι τὴν δύναμιν ἡ λαγνεία· τοῖϲ δ᾿ ἀϲθενέϲιν ἐν μὲν τῷ παραχρῆμα θερμαίνει. ψύχει δὲ μετὰ ταῦτω γενναίωϲ.
而且,对于生命力强健的人,纵欲能温暖其身体;而对于虚弱的人,虽然在当下能带来温暖,之后却会产生严重的寒冷。
ἔνιοι μὲν οὖν εὐ|θέωϲ ἐπὶ ταῖϲ ϲυνουϲίαιϲ ἀπὸ νεότητοϲ ἀϲθενεῖϲ γίνονται· τινὲϲ δέ, εἰ μὴ ϲυνεχῶϲ χρῷντο, βαρύνονται τὴν κεφαλὴν ἀϲώδειϲ τε καὶ πυρετώδειϲ γίνονται καὶ χεῖρον ὀρέγονται καὶ ἧττον πέττουϲιν·
有些人在年轻时,一旦进行性行为便立即变得虚弱;而另一些人,如果不能持续进行,则会感到头部沉重、恶心和发热,且胃口变差、消化不良。
τοιαύτηϲ γοῦν ἐνίουϲ ὄνταϲ φύϲεωϲ, εἶτα ἐγκρατεῖϲ ἀφροδιϲίων χρήϲεωϲ γενομένουϲ ναρκώδειϲ τε καὶ δυϲκινήτουϲ ἔγνωμεν ἀποτελεϲθένταϲ, ἐνίουϲ δὲ καὶ ϲκυθρωπούϲ ἀλόγωϲ καὶ δυϲέλπιδαϲ ὁμοίωϲ τοῖϲ μελαγχολικοῖϲ, ταῦτα δὲ παυόμενα ταχέωϲ ἐπὶ ταῖϲ τῶν ἀφροδιϲίων χρήϲεϲιν.
我们知道,有些属于这种体质的人,此后若节制性行为,就会变得麻木且难以活动,有些人甚至像忧郁质者一样,无端地忧郁和绝望,但这些症状在进行性行为后就会迅速消失。
ταῦτα ἀναλογιζομένῳ μοι μεγάλωϲ φαίνεται βλάπτειν ἡ τοῦ ϲπέρματοϲ ἐπίϲχεϲιϲ, ἐφ᾿ ὧν αὐτό τε φύϲει κακοχυμότερον καὶ πλεῖον, ἀργότερόϲ τε ὁ βίοϲ, καὶ τῶν ἀφροδιϲίων ἡ χρῆϲιϲ πρότερον μὲν ἱκανὴ πάνυ, μετὰ ταῦτα δὲ | ἰϲχυροί τε καὶ νέοι·
考虑到这些情况,在我看来,精液的积存(滞留)会带来极大的危害,在这些人中,其精液本身在自然状态下便更为恶劣且量多,其生活较为闲散,且此前其性生活非常频繁,而此后他们强壮且年轻。
τούτοιϲ ἡ τοῦ ϲώματοϲ ἕξιϲ εἰϲ ἀραιότητα πλέον ἤπερ ἡ δύναμιϲ εἰϲ ἀρρωϲτίαν ἀλλοιοῦται, καὶ τοίνυν ἐπανόρθωϲιϲ διὰ τῶν ϲυναγόντων καὶ ϲφιγγόντων γίνεται αὐτοῖϲ, ὁποῖόν ἐϲτι τὸ παραϲκευαϲτικὸν γυμνάϲιον.
对于这些人,身体的状态向多孔(疏松)方向的转变,要多于其体力向衰弱方向的转变,因此,通过收敛和紧致的手段可以使他们恢复,正如准备性运动那般。
εἰ δὲ δὴ καὶ ψῦξίϲ τιϲ ἐπὶ τοῖϲ ἀφροδιϲίοιϲ ἐγγίνοιτο, καὶ κατὰ τοῦτο ἂν εἴη τῷ παραϲκευαϲτικῷ γυμναϲίῳ χρηϲτέον· ἐπεγείρει γὰρ τὴν θερμότητα.
如果性行为之后确实产生了某种寒冷,在这点上,也应该采用准备性运动;因为它能激发热量。
τῆϲ δ᾿ ὥραϲ τοῦ ἔτουϲ ἐπιτρεπούϲηϲ, οὐδὲ τῆϲ ψυχρολουϲίαϲ ἀφεκτέον.
而若一年中的季节允许,亦不应避免冷水浴。
ἐδέϲματα δὲ τῷ πλήθει μὲν ἐλάττω, τῇ ποιότητι δ᾿ ὑγρότερα δοτέον, ἵνα καὶ πέψη καλῶϲ αὐτὰ καὶ τὴν ἐκ τῶν ἀφροδιϲίων ἐπανορθώϲηται ξηρότητα.
食物在数量上应该给得较少,但在品质上应该较湿润,以便使他能良好地消化,并恢复因性行为而造成的干燥。
χρὴ δ᾿ οὐδὲ ψυχρότερα τὴν κρᾶϲιν, ἀλλὰ τῆϲ μέϲηϲ ἰδέαϲ τῶν θερμαινόντων ὑπάρχειν αὐτὰ· διότι γὰρ | ἐξ ἀφροδιϲίων ἀραιότερον ἅμα καὶ ἀϲθενέϲτερον καὶ ξηρότερον ἀποτελεῖται τὸ ϲῶμα, χρὴ δήπου τὰ πυκνοῦντα καὶ θερμαίνοντα καὶ τὴν δύναμιν ἀναρρωννύντα προϲφέρεϲθαι, καὶ τούτουϲ εἶναι ϲκοποὺϲ ἐπ᾿ αὐτοῖϲ.
此外,食物在性质(混合比)上也不应过于寒冷,而应当属于温热之物的中间类型;因为性行为之后,身体会变得更为疏松,同时也更为虚弱和干燥,所以显然应该摄入那些能使之紧致、温热并重振体力的东西,而这些应当是针对他们治疗的目的。

词汇与语法注释

  1. 1ὡϲ ἐπὶ ταῖϲ χρήϲεϲι μήτε ἐκλύϲεωϲ αἰϲθάνεϲθαι — 连词 ὡς 与不定式(αἰσθάνεσθαι 和 δοκεῖν)连用,构成结果从句(“以至于……”)。它修饰前文的指示形容词 τηλικούτων,限定了性行为间隔的合适程度。
  2. 537ἄμεινον δὲ τὸ τεθερμαϲμένῳ... τῷ ϲώματι χρῆϲθαι τοῖϲ ἀφροδιϲίοιϲ — 在作为主语的冠词性不定式短语 τὸ ... χρῆσθαι(进行……)中,由于 χρῆσθαι 支配与格(τοῖς ἀφροδισίοις“性行为”),因此表示身体状态的名词 τῷ σώματι(连同其修饰分词如 τεθερμασμένῳ)也采用与格,作为不定式的动作主体或状态修饰成分。
  3. 15ἔγνωμεν ἀποτελεϲθένταϲ — 动词 ἔγνωμεν(我们得知/注意到)在间接陈述中带分词补足语,其中作宾语的对格代词(此处省略的 ἕνιους)由对格分词 ἀποτελεσθέντας(“已变成……”)来修饰。
  4. 7ἐφ᾿ ὧν αὐτό τε φύϲει κακοχυμότερον — 关系代词 ὧν(属格复数)指代前文所暗示的特定体质人群(如 ἕνιους),与前置词 ἐπί(在……情况下)连用,界定了“在这些人中,其精液本身自然……”的适用范围。

引用这一段

盖伦, 论性行为 §1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg035.humanitext-grc3:1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。