← ガレノス

性愛について

§1

性行為の健康への影響と適切な時期や事後ケア

ガレノスによる性行為の健康への影響、適切な時期や体質ごとの利害について述べ、性行為後の身体のケア方法(運動、入浴、食事)を解説している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

λζ. Περὶ ἀφροδισίων, ἐκ τῶν Γαληνοῦ. Ἀφροδισίων δὲ κατὰ μὲν Ἐπίκουρον οὐδεμία χρῆσις ὑγιεινή· κατὰ δὲ τἀληθὲς ἐκ διαλειμμάτων τηλικούτων, ὡς ἐπὶ ταῖς χρήσεσι μήτε ἐκλύσεως αἰσθάνεσθαι1 καὶ κουφότερον αὐτὸν αὑτοῦ δοκεῖν γεγονέναι καὶ εὐπνούστερον. ὁ δὲ καιρὸς τῆς χρήσεως, ὅταν ἀκριβῶς μέσον ᾖ τῶν ἔξωθεν περιστάσεων ἁπασῶν τὸ σῶμα, μήτε ὑπερπεπληρωμένον μήτε ἐνδεὲς μήτε ὑπερεψυγμένον μήτε ὑπερτεθερμασμένον ⟨ἢ ἐξηραμμένον ἢ ὑγρασμένον⟩ ἀμέτρως. εἰ δὲ καὶ διαμαρτάνοιέν ποτε κατά τι, μικρὸν μὲν ἔστω τὸ ἁμαρτανόμενον· ἄμεινον δὲ τὸ τεθερμασμένῳ μᾶλλον ἢ ἐψυγμένῳ, καὶ πεπληρωμένῳ μᾶλλον ἢ ⟨ἐνδεεῖ, καὶ ὑγρασμένῳ μᾶλλον ἢ⟩ ἐξηραμμένῳ τῷ σώματι χρῆσθαι τοῖς ἀφροδισίοις.2 οἱ μὲν οὖν ἀσθενῆ τὴν δύναμιν ἔχοντες ὑπὸ τῆς λαγνείας εἰς ἐσχάτην ἀρρωστίαν ἀφικνοῦνται· οἱ δ’ ἰσχυρὰν καὶ νοσοῦντες ἀπὸ φλέγματος ⟨οὔτε καταλυθήσονται καὶ ξηραίνουσι τὴν τοῦ φλέγματος⟩ περιουσίαν τῷ διαφορεῖν ἐπὶ πλέον τοὺς χυμούς· ἀβλαβῆ γὰρ ἀφροδίσια τοῖς ὑγροῖς καὶ θερμοῖς ἐστι καὶ ὅσοι φύσει πολύσπερμοι. ἀλλὰ καὶ θερμαίνει τὸ σῶμα τοῖς ἐρρωμένην ἔχουσι τὴν δύναμιν ἡ λαγνεία· τοῖς δ’ ἀσθενέσιν ἐν μὲν τῷ παραχρῆμα θερμαίνει, ψύχει δὲ μετὰ ταῦτα γενναίως. ἔνιοι μὲν οὖν εὐθέως ἐπὶ ταῖς συνουσίαις ἀπὸ νεότητος ἀσθενεῖς γίνονται· τινὲς δέ, εἰ μὴ συνεχῶς χρῷντο, βαρύνονται τὴν κεφαλὴν ἀσώδεις τε καὶ πυρετώδεις γίνονται καὶ χεῖρον ὀρέγονται καὶ ἧττον πέττουσιν· τοιαύτης γοῦν ἐνίους ὄντας φύσεως, εἶτα ἐγκρατεῖς ἀφροδισίων χρήσεως γενομένους ναρκώδεις τε καὶ δυσκινήτους ἔγνωμεν ἀποτελεσθέντας,3 ἐνίους δὲ καὶ σκυθρωποὺς ἀλόγως καὶ δυσέλπιδας ὁμοίως τοῖς μελαγχολικοῖς, ταῦτα δὲ παυόμενα ταχέως ἐπὶ ταῖς τῶν ἀφροδισίων χρήσεσιν. ταῦτα ἀναλογιζομένῳ μοι μεγάλως φαίνεται βλάπτειν ἡ τοῦ σπέρματος ἐπίσχεσις, ἐφ’ ὧν αὐτό τε φύσει κακοχυμότερον4 καὶ πλεῖον, ἀργότερός τε ὁ βίος, καὶ τῶν ἀφροδισίων ἡ χρῆσις πρότερον μὲν ἱκανὴ πάνυ, μετὰ ταῦτα δὲ.... ἰσχυροί τε καὶ νέοι· τούτοις ἡ τοῦ σώματος ἕξις εἰς ἀραιότητα πλέον ἤπερ ἡ δύναμις εἰς ἀρρωστίαν ἀλλοιοῦται, καὶ τοίνυν ἐπανόρθωσις διὰ τῶν συναγόντων καὶ σφιγγόντων γίνεται αὐτοῖς, ὁποῖόν ἐστι τὸ παρασκευαστικὸν γυμνάσιον. εἰ δὲ δὴ καὶ ψῦξίς τις ἐπὶ τοῖς ἀφροδισίοις ἐγγίνοιτο, καὶ κατὰ τοῦτο ἂν εἴη τῷ παρασκευαστικῷ γυμνασίῳ χρηστέον· ἐπεγείρει γὰρ τὴν θερμότητα. τῆς δ’ ὥρας τοῦ ἔτους ἐπιτρεπούσης, οὐδὲ τῆς ψυχρολουσίας ἀφεκτέον. ἐδέσματα δὲ τῷ πλήθει μὲν ἐλάττω, τῇ ποιότητι δ’ ὑγρότερα δοτέον, ἵνα καὶ πέψῃ καλῶς αὐτὰ καὶ τὴν ἐκ τῶν ἀφροδισίων ἐπανορθώσηται ξηρότητα. χρὴ δ’ οὐδὲ ψυχρότερα τὴν κρᾶσιν, ἀλλὰ τῆς μέσης ἰδέας τῶν θερμαινόντων ὑπάρχειν αὐτά· διότι γὰρ ἐξ ἀφροδισίων ἀραιότερον ἅμα καὶ ἀσθενέστερον καὶ ξηρότερον ἀποτελεῖται τὸ σῶμα, χρὴ δήπου τὰ πυκνοῦντα καὶ θερμαίνοντα καὶ τὴν δύναμιν ἀναρρωννύντα προσφέρεσθαι, καὶ τούτους εἶναι σκοποὺς ἐπ’ αὐτοῖς.

37. 性行為について、ガレノスの著作より。 性行為に関しては、エピクロスによれば、いかなる使用も健康に良くない。しかし、真実によれば、[健康に良いのは]次のような大きな間隔をおいてのことであり、それは、その使用の際において、疲弊を感じることもなく、自分自身が以前よりも軽くなり、呼吸もより楽になったと思われるほどの間隔である。性行為の適切な時期とは、体の状態が外部のあらゆる事情の正確に中間に位置している時であり、すなわち、過度に満たされてもおらず、不足してもおらず、過度に冷やされてもおらず、過度に温められても、または不当に乾燥させられても湿らされてもいない時である。そして、もし仮に何らかの点で誤ることがあっても、その過ちは小さなものであるべきだ。そして、むしろ体が温められている時の方が、冷やされている時よりも、また、満たされている時の方が不足している時よりも、そして、湿らされている時の方が乾燥させられている時よりも、性行為を行うのに適している(より良い)。さて、生命力(デュナミス)の弱い人々は、色欲によって極度の衰弱に至る。一方で、強い生命力を持ち、粘液(フレグマ)による病に苦しむ人々は、打ち倒される(健康を害する)ことがないばかりか、体液をより多く発散させることによって粘液の過剰を乾燥させる。というのも、湿潤で温熱な体質の人々や、生まれつき精液の多い人々にとって、性行為は無害だからである。しかし、ラグネイア(色欲・性交)は、生命力の頑健な人々にとっては体を温めるが、弱い人々にとっては、その瞬間には温めるものの、その後にはひどく冷やす。それゆえ、ある人々は若さの割に、交わりの直後すぐに衰弱してしまう。また別の人々は、継続的に[性行為を]行わないと、頭が重くなり、吐き気や発熱を覚え、食欲が減退し、消化能力が低下する。実に、このような体質でありながら、その後に性行為を自制したことで、無感覚(麻痺)になり動きにくくなった人々や、あるいは憂郁質(メランコリア)の人々のように、理由もなくふさぎ込んで絶望的になった人々を我々は知っているが、これらは性行為を行うとすぐに治まるのである。これらを考慮すると、私には、精液の貯留(抑制)が極めて大きな害をもたらすように思われる。そうした人々においては、精液自体が生まれつき質が悪く(悪液質で)多量であり、生活は不活発であり、性行為は以前には十分に(頻繁に)行われており、その後彼らは頑健で若いのである。これら(若い強壮な人々)においては、身体の状態は、体力が衰弱へと変化するよりも、多孔性(疎さ)へと変化することの方が大きく、したがって、引き締め整えるものを通じての回復が彼らにとって生じる。それは、例えば準備的な運動のようなものである。そして、もし性行為の後に何らかの冷えが生じるならば、この点においても、準備的な運動を用いるべきである。というのも、それが熱を呼び覚ますからである。また、一年の季節が許すならば、冷水浴を避けるべきではない。食物に関しては、分量においてはより少なく、性質においてはより湿潤なものを与えるべきであり、それは、彼らがそれをよく消化し、性行為による乾燥を回復させるためである。また、それらは気質(混合比)において過度に冷たいものであってはならず、温めるもののうち中間の性質のものであるべきだ。なぜなら、性行為によって身体はより多孔(疎)になり、同時により弱く、より乾燥した状態になるのだから、密にし、温め、活力を回復させるものを摂取すべきであり、これらが彼らに対する治療の目的であるべきだからである。

構文注4 件
  1. 1ὡς ἐπὶ ταῖς χρήσεσι μήτε ἐκλύσεως αἰσθάνεσθαι

    接続詞 ὡς が不定詞(αἰσθάνεσθαι および δοκεῖν)を伴い、結果節(「〜するほどの、〜するような」)を形成している。前文の τηλικούτων(そのような大きさの)を受けて、性行為の間隔の程度を限定している。

  2. 1ἄμεινον δὲ τὸ τεθερμασμένῳ … τῷ σώματι χρῆσθαι τοῖς ἀφροδισίοις

    主語となる冠詞付き不定詞句 τὸ ... χρῆσθαι(用いること)において、χρῆσθαι が与格支配(τοῖς ἀφροδισίοις「性行為を」)であるため、その意味上の主語(または状態を示す名詞句)である τῷ σώματι(体が〜である状態で)も分詞(τεθερμασμένῳ 等)を伴って与格になっている。

  3. 1ἔγνωμεν ἀποτελεσθέντας

    動詞 ἔγνωμεν(我々は知っている/気づいた)は、間接事実の報告として対格の名詞(ここでは ἕνιους「一部の人々」)と対格の分詞(ἀποτελεσθέντας「〜になった」)を補語に取る。

  4. 1ἐφ’ ὧν αὐτό τε φύσει κακοχυμότερον

    関係代名詞 ὧν(属格・複数)は、先行詞として前文の ἕνιους(一部の人々)あるいは特定の体質を持つ人々を指し、前置詞 ἐπί(〜の場合において)を伴って「彼らの場合においては、精液自体が自然と…」という制限・条件の範囲を示している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(10 件・最終 2026-11-24)
  • 2026-11-24 AI校閲 — patch 9 件
  • 2026-09-21 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0057.tlg035.humanitext-grc3:1