§4Μάλιστ’ οὖν ἐπαινῶ γυμνάσιον, ὃ καὶ σώματος ὑγίειαν ἱκανὸν ἐκπορίζειν καὶ μερῶν εὐαρμοστίαν καὶ ψυχῆς ἀρετήν, ἃ πάντα τῷ διὰ τῆς σμικρᾶς σφαίρας ὑπάρχει.
何よりも私は、身体の健康、諸部位の調和、そして魂の徳をもたらすに十分な運動を賞賛するが、これらすべては小球による運動に備わっている。
καὶ γὰρ ψυχὴν εἰς πάντα δυνατὸν ὠφελεῖν καὶ τοῦ σώματος τὰ μέρη δι’ ἴσου πάντα γυμνάζει, ὃ καὶ μάλιστα εἰς ὑγίειαν συμφέρει καὶ συμμετρίαν ἕξεως ἐργάζεται, μήτ’ ἄμετρον πολυσαρκίαν, μήθ’ ὑπερβάλλουσαν ἰσχνότητα φέρον, ἀλλ’ εἴς τε τὰς ἰσχύος δεομένας πράξεις ἱκανόν, καὶ ὅσαι τάχους χρῄζουσιν, ἐπιτήδειον.
なぜなら、それは魂をあらゆる点において利することが可能であり、また身体のすべての部位を等しく鍛えるからである。 このことは健康に最も寄与し、体質の均衡を生み出し、過度な肥満も極端な痩せをもたらすことなく、筋力を必要とする動作に十分であり、速さを要する動作にも適している。
οὕτω μὲν οὖν, ὅσον ὲν αὐτῷ σφοδρότατον, οὐδενὸς τῶν πάντων κατ’ οὐδὲν ἀπολείπεται.
このように、その最も激しい形態に関する限り、それは他のすべての運動にいかなる点でも劣ることはない。
τὸ δὲ πρᾳότατον ἴδωμεν αὖθις·
他方、その最も穏やかな形態を次に見てみよう。
ἔστι γὰρ ὅτε καὶ τούτου δεόμεθα διά θ’ ἡλικίαν ἢ μηδέπω φέρειν ἰσχυροὺς πόνους ἢ μηκέτι δυναμένην, καὶ κάματον ἐπανεῖναι βουληθέντες ἢ ἐκ νόσου ἀνακομιζόμενοι.
というのも、年齢のために、未だ激しい労作に耐えられないか、あるいはもはや耐える力がないために、これが必要となる時があるからであり、また疲労を和らげることを望む時や、病気から回復しつつある時にもそうだからである。
δοκεῖ δέ μοι κἀν τούτῳ πλέον ἔχειν ἑτέρου παντός·
この点でも、それは他のあらゆる運動に対して優位に立っていると私には思われる。
οὐδὲν γὰρ οὕτω πρᾷον, εἰ πρᾴως αὐτὸ μεταχειρίζοιο.
なぜなら、穏やかにこれを行うならば、これほど穏やかなものは何もないからである。
δεῖ δὲ μέσως μὲν ἔχοντα μηδὲ συμμέτρου ἀποστάντα, τὰ μὲν ἠρέμα προβαίνειν, τὰ δὲ κατὰ χώραν μένειν, μὴ πολλὰ διαγυμνασάμενον, ἐπὶ τῷδε τρίψεσι μαλακαῖς δι’ ἐλαίου καὶ λουτροῖς θερμοῖς χρῆσθαι.
そして、中庸を保ち適度な加減から外れない者は、ある程度は静かに進み、ある程度はその場に留まり、あまり多く鍛えすぎることなく、その上でオイルによる柔らかい摩擦と温浴を用いるべきである。
τοῦτο μὲν ἁπάντων ἐστὶ πρᾳότατον, ὥστε καὶ ἀναπαύσασθαι δεομένῳ συμφορώτατον εἶναι καὶ ἄρρωστον δύναμιν ἀναλαβεῖν δυνατώτατον καὶ γέροντι καὶ παιδὶ συμφορώτατον.
これこそがすべての中で最も穏やかな運動であり、それゆえ休息を必要とする者にとって極めて有益であり、衰えた活力を取り戻すのに極めて効果的であり、老人にとっても子供にとっても極めて有益なのである。
ὅσα δὲ τούτου μὲν ἰσχυρότερα, τοῦ δ’ ἄκρως σφοδροῦ πρᾳότερα διὰ τῆς σμικρᾶς σφαίρας ἐνεργεῖται.
これよりも激しく、かつ極端に激しいものよりは穏やかなあらゆる中間の度合いが、小球によって行われる。
χρὴ καὶ ταῦτα γιγνώσκειν, ὅστις γ’ ὀρθῶς βούλεται διὰ παντὸς αὐτὰ μεταχειρίζεσθαι.
終始一貫してこれを正しく行おうと望む者は、これらのことも知っておかねばならない。
καὶ γὰρ εἴ ποτε δι’ ἀναγκαῖον ἔργον, οἷον τὰ πολλὰ πολλάκις ἡμᾶς καταλαμβάνει, πονήσειας ἀμέτρως ἢ τοῖς ἄνω μέρεσιν ἢ τοῖς κάτω πᾶσιν, ἢ χερσὶ μόναις ἢ ποσίν, ἔνεστί σοι διὰ τοῦδε τοῦ γυμνασίου τὰ μὲν ἀναπαῦσαι τὰ πρότερον κεκμηκότα, τὰ δ’ εἰς τὴν ἴσην ἐκείνοις κίνησιν καταστῆσαι τὰ πρότερον ἀργὰ παντελῶς μεμενηκότα.
なぜなら、もし時として、私たちにしばしば起こるような不可避の仕事によって、上半身全体か下半身全体、あるいは手だけ、もしくは足だけで不釣り合いに労作してしまった場合でも、この運動によって、以前に疲労した部位を休ませる一方で、以前は完全に休止していた部位をそれらと同じ動きへと移行させることが、あなたにとって可能だからである。
τὸ μὲν γὰρ ἐκ διαστήματος ἱκανοῦ βαλεῖν εὐτόνως, ἢ οὐδὲν τοῖς σκέλεσιν ἢ παντάπασιν ὀλίγον χρώμενον, ἀναπαύει μὲν τὰ κάτω, τὰ δ’ ἄνω κινεῖ σφοδρότερον.
というのも、十分な距離から脚を全く使わないか、あるいはごくわずかしか使わずに勢いよく投げることは、下半身を休ませる一方で、上半身をより激しく動かすからである。
τὸ δ’ ἐπὶ πλέον διαθέοντα καὶ ὠκέως ἐκ πολλῶν διαστημάτων ὀλιγάκις προσχρῆσθαι τῇ βολῇ τὰ κάτω μᾶλλον διαπονεῖ.
他方、より多く、かつ素早く走り回り、様々な距離からたまにしか投球を加えないことは、下半身をより多く労作させる。
καὶ τὸ μὲν ἠπειγμένον ἐν αὐτῷ καὶ ταχὺ χωρὶς συντονίας ἰσχυρᾶς τὸ πνεῦμα μᾶλλον γυμνάζει, τὸ δ’ εὔτονον, τὸ ἐν ταῖς ἀντιλήψεσι καὶ βολαῖς καὶ λαβαῖς, οὐ μὴν ταχύ γε, τὸ σῶμα μᾶλλον ἐντείνει τε καὶ ῥώννυσιν.
そして、その中の急ぎ足で素早い要素は、激しい緊張を伴わない限り、呼吸をより鍛えるが、阻止や投球や捕球における力強い要素(ただし素早くはないもの)は、身体をより緊張させ、かつ強壮にする。
εἰ δ’ εὔτονόν θ’ ἅμα καὶ ἠπειγμένον εἴη, διαπονήσει τοῦτο μεγάλως καὶ τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ πάντων ἔσται γυμνασίων σφοδρότατον.
もし力強さと急ぎ足が同時にあるならば、これは身体と呼吸の双方を大いに労作させ、あらゆる運動の中で最も激しいものとなるであろう。
ἐφ’ ὅσον δὲ δεῖ καθ’ ἑκάστην χρείαν ἐπιτείνειν τε καὶ ἀνιέναι, γράψαι μὲν οὐχ οἶόν τε — τὸ γὰρ ἐν ἑκάστῳ ποσὸν ἄρρητον·
しかし、個々の必要に応じてどの程度緊張させ、また緩めるべきかを記述することは不可能である。 なぜなら、個々における分量は言葉で表せないからである。
— ἐπ’ αὐτῶν δὲ τῶν ἔργων εὑρεῖν τε καὶ διδάξαι δυνατόν, ἐν ᾧ δὴ καὶ μάλιστα τὸ πᾶν κῦρος·
しかし、実際の活動においてそれを見出し、教えることは可能であり、まさにそこにこそすべての決定権がある。
οὐδὲ γὰρ ἡ ποιότης ἐστὶ χρήσιμος, εἰ τῷ ποσῷ διαφθείροιτο.
なぜなら、分量によって損なわれるならば、性質も有用ではないからである。
τούτου μὲν δὴ τῷ παιδοτρίβῃ μετέστω, τῷ μέλλοντι τῶν γυμνασίων ἀφηγεῖσθαι.
これこそ、運動を指導することになる体育教師のあずかる領野であれ。
§5Τὸ δ’ ὑπόλοιπον τοῦ λόγου περαινέσθω.
さて、議論の残りの部分を完結させよう。
βούλομαι γὰρ ἐφ’ οἷς εἷπον ἀγαθοῖς προσεῖναι τῷδε τῷ γυμνασίῳ, μηδ’ ὡς ἐκτός ἐστι κινδύνων παραλιπεῖν, οἶς τὰ πλεῖστα τῶν ἄλλων περιπίπτει.
私は、今までに述べた優れた点に加えて、この運動が、他のほとんどの運動が陥るような危険からいかに免れているかを書き残さずにはいられないからである。
δρόμοι μὲν γὰρ ὠκεῖς πολλοὺς ἤδη διέφθειραν, ἀγγεῖον ἐπίκαιρον ῥήξαντες·
というのも、素早い走りは、致命的な血管を破裂させて、すでに多くの人々を死に至らしめてきたからである。
οὕτω δὲ καὶ φωναὶ μεγάλαι θ’ ἅμα καὶ σφοδραὶ καθ’ ἕνα χρόνον ἀθρόως ἐκφωνηθεῖσαι, μεγίστων κακῶν οὐκ ὀλίγοις αἴτιαι γεγένηνται, καὶ ἱππασίαι σύντονοι τῶν τε κατὰ νεφροὺς ἔρρηξάν τι καὶ τῶν κατὰ θώρακα πολλάκις ἔβλαψαν, ἔστι δ’ ὅτε καὶ τοὺς σπερματικοὺς πόρους, ἵνα τὰ τῶν ἵππων ἁμαρτήματα παραλείπω, δι’ οὓς πολλάκις ἐκπεσόντες τῆς ἕδρας οἱ ἱππεῖς παραχρῆμα διεφθάρησαν.
同様に、大きくかつ激しい声を一時に一挙に発することも、少なからぬ人々にとって最大の害悪の原因となってきた。 また、激しい乗馬は、腎臓の辺りの何かを破裂させ、胸の辺りの器官をしばしば傷つけ、時には精管をも傷つけるが、これは落馬の事故(これによって騎手がしばしば鞍から落ちて即死することがある)は別としての話である。
οὕτω δὲ καὶ τὸ ἅλμα πολλοὺς ἔβλαψε καὶ ὁ δίσκος καὶ τὰ διὰ τοῦ κάμπτειν γυμνάσια.
同様に、跳躍も多くの人々を傷つけ、円盤投げや体を曲げる運動もそうであった。
τοὺς δ’ ἐκ τῆς παλαίστρας τί δεῖ καὶ λέγειν;
パライストラから出てくる者たちについては、何を言う必要があるだろうか。
ὡς ἅπαντες λελώβηνται τῶν Ὁμηρικῶν Λιτῶν οὐδὲν μεῖον·
彼らはみな、ホメロスの「祈りの女神たち」に劣らず不具になっている。
ὡς γὰρ ἐκεῖνός φησιν ὁ ποιητὴς
χωλαί τε ῥυσαί τε παραβλῶπες τ’ ὀφθαλμώ,
οὕτω τοὺς ἐκ τῆς παλαίστρας ἴδοις ἂν ἢ χωλοὺς ἢ διεστραμμένους ἢ τεθλασμένους ἢ πάντως γέ τι μέρος πεπηρωμένους.
というのも、あの詩人が言うように、「足は不自由で、皺だらけ、目は斜視をむき、」そのように、パライストラから出てくる者たちは、足が不自由であるか、関節が歪んでいるか、打撲を負っているか、あるいはとにかく身体のどこかの部位が不具になっているのを見ることになるからである。
εἰ δὴ πρὸς οἷς εἷπον ἀγαθοῖς ἔτι καὶ τοῦθ’ ὑπάρχει τοῖς διὰ τῆς σμικρᾶς σφαίρας γυμνασίοις, ὡς μηδὲ κινδύνῳ πελάζειν, ἁπάντων ἂν εἴη πρὸς ὠφέλειαν ἄριστα παρεσκευασμένα.
もし、これまで述べた優れた点に加えて、小球による運動に、危険に近づくことさえもないという長所がさらに備わっているならば、これはあらゆる運動の中で最も有益なものとして仕立てられていることになるだろう。