§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΟΥ ΔΙΑ ΤΗΣ ΣΜΙΚΡΑΣ ΣΦΑΙΡΑΣ ΓΥΜΝΑΣΙΟΥ.
Πηλίκον μὲν ἀγαθόν ἐστιν εἰς ὑγίειαν, ὦ Ἐπίγενες, γυμνάσια, καὶ ὡς χρὴ τῶν σιτίων ἡγεῖσθαι αὐτά, παλαιοῖς ἀνδράσιν αὐτάρκως εἴρηται, φιλοσόφων τε καὶ ἰατρῶν τοῖς ἀρίστοις·
## ガレノス著『小球による運動について』エピゲネスよ、運動が健康にとっていかに大きな善であるか、またそれがいかに食事に先立つべきであるかは、古い人々、すなわち哲学者や医師のうちの最良の人々によって十分に語られている。
ὅσον δ’ ὑπὲρ τἆλλα τὰ διὰ τῆς σμικρᾶς σφαίρας ἐστίν, τοῦτ’ οὐδέπω τῶν πρόσθεν ἱκανῶς οὐδεὶς ἐξηγήσατο.
しかし、小球による運動が他のすべての運動をいかに凌駕しているかについては、これまでの誰もまだ十分に説明していない。
δίκαιον οὖν ἡμᾶς, ἃ γιγνώσκομεν, εἰπεῖν, ὑπὸ σοῦ μὲν κριθησόμενα, τοῦ πάντων ἠσκηκότος ἄριστα τὴν ἑαυτοῦ τέχνην, χρήσιμα δὲ καὶ τοῖς ἄλλοις, οἷς ἂν μεταδῷς τοῦ λόγου, γενησόμενα.
したがって、私たちが知っていることを述べるのは当然のことであり、それは自らの技術をすべての人のうちで最も見事に鍛え上げたあなたによって吟味されることになり、また、あなたがこの議論を分かち合うであろう他の人々にとっても有益なものとなるであろう。
φημὶ γὰρ ἄριστα μὲν ἁπάντων γυμνασίων εἶναι τὰ μὴ μόνον τὸ σῶμα διαπονεῖν, ἀλλὰ καὶ τὴν ψυχὴν τέρπειν δυνάμενα.
なぜなら私は、すべての運動のうちで最も優れたものは、身体を鍛えるだけでなく、魂をも愉しませることができるものであると主張するからである。
καὶ ὅσοι κυνηγέσια καὶ τὴν ἄλλην θήραν ἐξεῦρον, ἡδονῇ καὶ τέρψει καὶ φιλοτιμίᾳ τὸν ἐν αὐτοῖς πόνον κερασάμενοι, σοφοί τινες ἄνδρες ἦσαν καὶ φύσιν ἀνθρωπίνην ἀκριβῶς καταμεμαθηκότες.
そして、猟犬による狩猟やその他の狩りを考案した人々は、それらに伴う労苦を、喜び、愉しみ、名誉心と混ぜ合わせることで、賢明な人々であり、人間の本性を正確に学び知っていた。
τοσοῦτον γὰρ ἐν αὐτῇ δύναται ψυχῆς κίνησις, ὥστε πολλοὶ μὲν ἀπηλλάγησαν νοσημάτων ἡσθέντες μόνον, πολλοὶ δ’ ἑάλωσαν ἀνιαθέντες.
というのも、人間の本性において魂の動きは非常に強力であり、多くの人々がただ喜ぶだけで病気から解放された一方で、多くの人々が苦しむことによって病にかかったからである。
οὐδ’ ἔστιν οὐδὲν οὕτως ἰσχυρὸν τῶν κατὰ τὸ σῶμα παθημάτων, ὡς κρατεῖν τῶν περὶ τὴν ψυχήν.
また、身体的な疾患の中に、魂に関するもの(精神状態)を圧倒するほど強力なものは一つもない。
οὔκουν οὐδ’ ἀμελεῖν χρὴ τῶν ταύτης κινήσεων, ὁποῖαί τινες ἔσονται, πολὺ δὲ μᾶλλον ἢ τῶν τοῦ σώματος ἐπιμελεῖσθαι τά τ’ ἄλλα καὶ ὅσῳ κυριωτέρα σώματος ἡ ψυχή.
それゆえ、魂の動きがどのようなものであるかについて私たちは無視してはならず、身体の動きよりもはるかに、その他の点においても、また魂が身体よりもいかに主権的であるかという点においても、魂の動きに配慮しなければならない。
τοῦτο μὲν δὴ κοινὸν ἁπάντων γυμνασίων τῶν μετὰ τέρψεως, ἄλλα δ’ ἐξαίρετα τῶν διὰ τῆς σμικρᾶς σφαίρας, ἃ ἐγὼ νῦν ἐξηγήσομαι.
これは愉しみを伴うすべての運動に共通することであるが、小球による運動には他の際立った特徴があり、それをこれから私は説明しよう。
§2Πρῶτον μὲν ἡ εὐπορία.
第一に、手軽さである。
εἰ γοῦν ἐννοήσαις, ὅσης δεῖται παρασκευῆς θ’ ἅμα καὶ σχολῆς τά τ’ ἄλλα πάντα τὰ περὶ τὴν θήραν ἐπιτηδεύματα καὶ τὰ κυνηγέσια, σαφῶς ἂν μάθοις, ὡς οὔτε τῶν τὰ πολιτικὰ πραττόντων οὐδεὶς οὔτε τῶν τὰς τέχνας ἐργαζομένων δύναται μεταχειρίζεσθαι τὰ τοιαῦτα γυμνάσια.
もしあなたが、狩猟に関する他のすべての活動や猟犬による狩りが、どれほどの準備と同時に余暇を必要とするかを考えるなら、国政に携わる者も技術に携わる者も、そのような運動を行うことができないということをはっきりと知るだろう。
καὶ γὰρ πλούτου ταῦτα δεῖται πολλοῦ καὶ σχολὴν ἄγοντος οὐκ ὀλίγην ἀνθρώπου.
なぜなら、これらは多くの富を必要とし、また少なくない余暇を過ごす人間を必要とするからである。
τοῦτο δὲ μόνον οὕτω γε φιλάνθρωπον, ὡς μηδὲ τὸν πενέστατον ἀπορεῖν τῆς αὐτοῦ παρασκευῆς.
しかし、この運動だけはきわめて人間に親切であり、最も貧しい者でさえその準備に困ることがないほどである。
οὐ γὰρ δικτύων, οὐδ’ ὅπλων, οὐδ’ ἵππων, οὐδὲ κυνῶν θηρευτικῶν, ἀλλὰ σφαίρας μόνης δεῖται καὶ ταύτης σμικρᾶς.
というのも、網も、武器も、馬も、猟犬も必要とせず、ただボールだけ、しかも小さなボールだけを必要とするからである。
οὕτω δ’ εὔγνωμον εἰς τὰς ἄλλας πράξεις, ὥστ’ οὐδεμιᾶς αὐτῶν ὀλιγωρεῖν ἀναγκάζει δι’ αὑτό.
また、他の活動に対しても非常に親切なので、それ自体のために他のいかなる活動をも怠るよう強制することはない。
καίτοι τί ἂν εὐπορώτερον γένοιτο τοῦ καὶ τύχην ἀνθρωπίνην ἅπασαν καὶ πρᾶξιν προσιεμένου;
それにしても、あらゆる人間の境遇や活動を受け入れるもの以上に、何がより手軽でありえようか。
τῶν μὲν γὰρ ἀμφὶ τὰς θήρας γυμνασίων τῆς χρήσεως οὐκ ἐφ’ ἡμῖν ἡ εὐπορία.
狩猟に関わる運動においては、その利用の手軽さは私たちの支配下にはない。
πλούτου τε γὰρ δεῖται τὴν παρασκευὴν τῶν ὀργάνων ἐκπορίζοντος καὶ ἀργίας τὸν καιρὸν ἐπιτηρούσης.
なぜなら、それは道具の準備を調達する富を必要とし、また好機を窺うための余暇を必要とするからである。
τούτου δ’ ἡ τῶν ὀργάνων παρασκευὴ καὶ τοῖς πενεστάτοις εὔπορος, ὅ τε καιρὸς τῆς χρήσεως καὶ τοὺς ἱκανῶς ἀσχόλους ἀναμένει.
しかし、この運動においては道具の準備は最も貧しい者にとっても容易であり、その利用の機会は、十分に忙しい人々をも待ってくれる。
τὸ μὲν δὴ τῆς εὐπορίας αὐτοῦ τηλικοῦτον ἀγαθόν.
このように、手軽さという点におけるその善さはこれほどまでに大きい。
ὅτι δὲ καὶ πολυαρκέστατον τῶν ἄλλων γυμνασίων.
また、それが他の運動の中で最も万能であるということは、もしあなたが他の運動のそれぞれについて、それが何をなしうるか、そしてその現れがどのようなものであるかを検討するなら、最もよく理解できるであろう。
ὧδ’ ἂν μάλιστα μάθοις, εἰ σκέψαιο καθ’ ἕκαστον αὐτῶν, ὅ τι τε δύναται καὶ οἷόν τι τὴν φάσιν ἐστίν.
というのも、あなたはそれらが激しいか穏やかか、下半身を上半身よりも多く動かすか、あるいは他の部位よりも特定の部位(例えば、腰、頭、手、胸など)を動かすかのいずれかであることを知るからである。
εὑρήσεις γὰρ ἢ σφοδρὸν ἢ μαλακὸν ἢ τὰ κάτω μᾶλλον ἢ τὰ ἄνω κινοῦν ἢ μέρος τι πρὸ τῶν ἄλλων, οἷον ὀσφὺν ἢ κεφαλὴν ἢ χεῖρας ἢ θώρακα. Πάντα δ’ ἐξ ἴσου τὰ μέρη τοῦ σώματος κινοῦν καὶ δυνάμενον ἐπί τε τὸ σφοδρότατον ἀνάγεσθαι καὶ ἐπὶ τὸ μαλακώτατον ὑφίεσθαι τῶν μὲν ἄλλων οὐδέν, τοῦτο δὲ μόνον τὸ διὰ τῆς σμικρᾶς σφαίρας γυμνάσιον, ὀξύτατον ἐν μέρει καὶ βραδύτατον γενόμενον, σφοδρότατον καὶ πρᾳότατόν τε, ὡς ἂν αὐτός τε βουληθῇς καὶ τὸ σῶμα φαίνηται δεόμενον.
身体のすべての部分を等しく動かし、また最も激しい段階にまで高めることも、最も穏やかな段階にまで下げることもできるようなものは、他の運動には一切なく、ただこの小球による運動だけであって、それはあなたが望むように、また身体が必要としているように見えるのに応じて、時には最も速く、また最も遅く、最も激しく、また最も穏やかになり得る。
οὕτω δὲ καὶ τὰ μέρη κινεῖν μὲν ἔστιν αὐτοῦ πάνθ’ ὁμοῦ, εἰ τοῦτο συμφέρειν δόξειεν, ἔτι δὲ πρὸ ἄλλων ἄλλα, εἰ καὶ τοῦτό ποτε δόξειεν.
同様に、その運動においては、もしそれが有益であると思われるなら、すべての部位を同時に動かすことも、あるいはもしそう思われるなら、他の部位に先んじて特定の部位を動かすこともできる。
ὅταν μὲν γὰρ συνιστάμενοι πρὸς ἀλλήλους καὶ ἀποκωλύοντες ὑφαρπάσαι τὸν μεταξὺ διαπονῶσι, μέγιστον αὐτὸ καὶ σφοδρότατον καθίσταται πολλοῖς μὲν τραχηλισμοῖς, πολλαῖς δ’ ἀντιλήψεσι παλαιστικαῖς ἀναμεμιγμένον, ὥστε κεφαλὴν μὲν καὶ αὐχένα διαπονεῖσθαι τοῖς τραχηλισμοῖς, πλευρὰς δὲ καὶ θώρακα καὶ γαστέρα ταῖς τε τῶν ἁμμάτων περιθέσεσι καὶ ἀπώσεσι καὶ ἀποστηρίξεσι καὶ ταῖς ἄλλαις παλαιστικαῖς λαβαῖς.
というのも、人々が互いに対峙し、間にいる者が球を奪い取るのを防ぎながら競い合うとき、それは多くの首の掴み合いや、多くのレスリングの組み合いが入り混じった、最大かつ最も激しい運動となり、その結果、首の掴み合いによって頭と首が鍛えられ、また、絡み合い、押し合い、踏ん張り合い、その他のレスリングのホールドによって、脇腹、胸、腹が鍛えられるからである。
ἐν τούτῳ δὲ καὶ ὀσφὺς τείνεται σφοδρῶς καὶ σκέλη.
この運動においては、腰や脚も激しく引き伸ばされる。
καὶ γὰρ οὖν καὶ ἑδραιοτάτης δεῖ τῆς βάσεως ἐν τῷ τοιούτῳ πόνῳ.
なぜなら、このような労作においては、最も安定した足場が必要とされるからである。
τὸ δὲ καὶ προβαίνειν καὶ εἰς τὰ πλάγια μεταπηδᾶν οὐ μικρὸν σκελῶν γυμνάσιον, ἀλλ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, μόνον δικαιότατα κινοῦν πάντ’ αὐτῶν τὰ μόρια.
そして、前に進むことや横に飛び移ることは、脚にとって決して小さな運動ではなく、実を言えば、脚のすべての部分を最も均等に動かす唯一の運動なのである。
τοῖς μὲν γὰρ προϊοῦσιν ἕτερα νεῦρα καὶ μύες, τοῖς δ’ ὑποβαίνουσιν ἕτερα διαπονεῖται πλέον. οὕτω δὲ καὶ τοῖς εἰς τὰ πλάγια μεθισταμένοις ἄλλα.
というのも、前進する者にとっては特定の腱や筋肉がより多く鍛えられ、後退する者にとっては別の腱や筋肉が、そして横に移動する者にとってはさらに別の部分が鍛えられるからである。
καὶ ὅστις καθ’ ἓν εἶδος κινήσεως κινεῖ τὰ σκέλη καθάπερ οἱ θέοντες, ἀνωμάλως οὗτος καὶ ἀνίσως τὰ μέρη γυμνάζει.
そして、走る人々のように、一種類だけの動きで脚を動かす者は、それらの部分を不均等かつ不平等に鍛えている。