§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ ΚΑΙ ΘΕΡΑΠΕΙΑΣ ΤΩΝ ΕΝ ΤΗ ΕΚΑΣΤΟΥ ΨΥΧΗ ΑΜΑΡΤΗΜΑΤΩΝ ΒΙΒΛΙΟΝ.
Ἡ μὲν δὴ τῶν παθῶν ἐν ἑκάστου ψυχῇ διάγνωσίς τε καὶ θεραπεία κατὰ τὴν εἰρημένην ὁδὸν ἐν τῷ πρὸ τούτου γράμματι λέλεκται, περὶ δὲ τῶν ἁμαρτημάτων ἐφεξῆς ἂν εἴη ῥητέον.
## ガレノス著「各人の魂における誤謬の診断と治療について」の書魂における情念の診断と治療については、これに先立つ書物において述べられた方法に従って語られたが、次に誤謬について順次語られるべきであろう。
ἄρχομαι οὖν καὶ νῦν ἀρχὴν ἀρίστην, ἣν ἅπαντες ὁμολογοῦσιν, εἰ καὶ μὴ διὰ τῶν ἔργων ἐπιδείκνυνται, τί ποτε λέγουσιν ἁμάρτημα, λόγῳ διελθὼν, ὅπως ἡμῖν ἀμφιβολία μηδεμία κατὰ τὸν ἑξῆς λόγον ὑπολείποιτο, δεικνὺς, ὥς γε εἰώθασι χρῆσθαι τῇ φωνῇ ταύτῃ πάντες οἱ Ἕλληνες.
それゆえ私は今、すべての人々が(行動においてそれを示しはしないとしても)同意する最善の出発点から始めることにする。 すなわち、「誤謬」とはいったい何を言うのかを議論において精査することによって。 それは、これに続く議論において我々にいかなる曖昧さも残らないようにするためであり、すべてのギリシア人がこの語をどのように用いるのが常であるかを示すためである。
ἐνίοτε μὲν γὰρ ἐπὶ τῶν κατὰ κρίσιν οὐκ ὀρθῶς γιγνομένων, ὡς εἶναι τοῦ λογιστικοῦ μόνου τῆς ψυχῆς, ἐνίοτε δὲ κοινῇ, ὡς καὶ τῆς ἀλόγου δυνάμεως ἅπτεσθαι * * * * * τί συγκατάθεσις ἁμαρτήματος, συνωμολόγηται πᾶσι· τί δὲ καὶ ἀσθενὴς, οὐκ ἔτι·
というのも、ある時は判断において正しく行われないことについて言われ、それは魂の理性的部分にのみ属するものとされ、またある時はより一般的に、非理性的能力にも及ぶものとされるが、[欠落]……「誤謬への同意とは何か」はすべての人に同意されているが、では「弱い同意」とは何かは、もはや同意されていない。
μεταξὺ γὰρ δοκεῖ τισιν ἄμεινον εἶναι τίθεσθαι τὴν ἀσθενῆ συγκατάθεσιν ἀρετῆς τε καὶ κακίας.
というのも、ある人々には、弱い同意を徳と悪徳の中間に置く方が良いと思われるからである。
ἀσθενῆ δὲ λέγουσι συγκατάθεσιν, ὅταν μηδέπω πεπεικότες ὦμεν ἡμᾶς αὐτοὺς, οὕτως ἀληθῆ τήνδε τινὰ δόξαν ὑπάρχειν, ὥστε πέντε δακτύλους ἔχειν, εἰ τύχοι, καθ’ ἑκατέραν χεῖρα, καὶ τὰ δὶς δύο τέτταρα εἶναι.
そして彼らが弱い同意と呼ぶのは、我々が自分自身に対して、ある意見が(例えば、両手にそれぞれ5本の指があることや、2の2倍が4であることのように)真実であると、まだ確信するに至っていない場合である。
ἴσως μὲν ἐπὶ πρεσβύτου δι’ ὅλου τοῦ βίου σχολάσαντος εὑρήσεις τῶν ἀληθῶν ἁμαρτημάτων, ἢ συγκαταθέσθαι τινὶ τῶν ἀπόδειξιν ἐπιστημονικὴν ἐχόντων ἀσθενῶς.
おそらく、生涯を通じて学問に専念した老人においては、真の誤謬[を犯すこと]を見出すことは滅多にないであろう、あるいは、学術的証明を有する事柄に対して弱く同意する程度である。
ἐπιστήμη γοῦν ἐστι τοῦ γεωμετρικοῦ τοιαύτη περὶ τὰ δεδειγμένα διὰ τῶν Εὐκλείδου στοιχείων, ὁποία τῶν μορίων ἐστὶ τοῦ τὰ δὶς δύο τέτταρα εἶναι.
ともあれ、幾何学者がエウクレイデスの『原論』によって証明された事柄について持っている知識は、2の2倍が4であるという要素的な事柄について持っている知識のようなものである。
τὴν δ’ αὐτὴν ἐπιστήμην ἔχει καὶ περὶ τῶν ἐφεξῆς τούτοις διδασκομένων σφαιρικῶν θεωρημάτων, ὥσπερ γε καὶ τῶν κατ’ αὐτὰ ἀναλυομένων ἁπάντων τῶν κωνικῶν καὶ τῶν γνωμονικῶν.
そして、これらに続いて教えられる球面の定理群や、それらに従って分析されるすべての円錐曲線や日時計に関する定理群についても、同一の知識を持っている。
ἐὰν οὖν ἀμφιβάληται βραχὺ, καὶ μήτ’ ἰδίαν ἑαυτοῖς ἔχῃ συγκατάθεσιν, ἣν κατάληψιν ὀνομάζουσί τινες, ἁμάρτημα εἶναι τοῦτο συγχωρήσειεν ἄν τις, ὡς γεωμετρικοῦ δηλονότι τἀνθρώπου.
したがって、もし彼がわずかでも疑念を抱き、一部の人々が「把握(カタレプシス)」と呼ぶところの、彼ら自身にとって特有の確実な同意を持たないならば、これを誤謬であると、むろん幾何学者としてのその人間の誤謬であると、認めざるを得ないだろう。
τοῦ μέντοι κατὰ τὸν βίον ἁμαρτάνοντος ἐν τοῖς περὶ ἀγαθῶν τε καὶ κακῶν γνώσεώς τε καὶ κτήσεως καὶ φυγῆς αἱ μοχθηραὶ δόξαι συνίστανται καὶ ψευδεῖς, συγκατάθεσις ἢ προπετὴς, ἢ ἀσθενής.
しかし、生活において、善悪に関する知識、獲得、回避に関して誤謬を犯す者の場合、邪悪で偽りの意見が形成されるが、それは「早急な同意」か、あるいは「弱い同意」である。
ἐνταῦθα οὖν ἤδη κίνδυνος, ὡς σμικρὸν ἅμα ἁμάρτημα καὶ μέγιστον, ἐὰν ψευδῶς συγκατατιθώμεθα τῇ τῶν ἀγαθῶν τε καὶ κακῶν δόξῃ.
したがって、ここにこそ重大な危険がある。 すなわち、我々が善悪の意見に対して偽りの同意を与えるならば、それは同時に、いかに軽微に見えようとも極めて重大な誤謬となるからである。
κατὰ μὲν τοὺς Ἀκαδημαϊκούς τε καὶ Πυῤῥωνείους, οὐ συγχωροῦντας ὧν ζητοῦμεν ἀπόδειξιν ἐπιστημονικὴν ἔχειν ἡμᾶς, ἅπασαι συγκαταθέσεις ἐξ ἀνάγκης μέν εἰσι προπετεῖς, ἐνδέχεται δὲ αὐτὴν εἶναι καὶ ψευδῆ.
アカデメイア派やピュロン派の者たちに従えば(彼らは、我々が探究している事柄について学術的証明を持つことを認めないが)、すべての同意は必然的に「早急な」ものであり、またそれが偽りであることもあり得る。
καὶ τῶν ἀποφηναμένων φιλοσόφων ὑπὲρ ἀγαθῶν τε καὶ κακῶν ἀλλήλαις μαχομένας δόξας οὐκ ἐγχωρεῖ, φασὶν, ἁπάσας ἀληθεῖς εἶναι, δύνασθαί γε μὴν ἴσως εἶναι ψευδεῖς ἁπάσας, ὡς μήτε ἡδονὴν τὸ ἀγαθὸν εἶναι, μήτε ἀοχλησίαν, μήτ’ ἀρετὴν, ἢ τὴν κατ’ αὐτὴν ἐνέργειαν, ἢ ὅλως ὁτιοῦν ἄλλο τῶν εἰρημένων τοῖς φιλοσόφοις.
また彼らは言う。 善悪について主張をしてきた哲学者たちの互いに矛盾する意見が、すべて真実であることはあり得ず、むしろ、おそらくそのすべてが偽りであることもあり得る。 例えば、快楽が善なのでもなく、苦痛のない状態が善なのでもなく、徳やそれに伴う活動が善なのでもなく、およそ哲学者たちの言ってきた他のいかなるものでもない、というように。
πρῶτον οὖν ἐπισκέψασθαι δεῖ τὸν ἀναμάρτητον εἶναι βουλόμενον, εἰ ἔστιν ἀπόδειξις ἀδήλου πράγματος, ὅταν εὕρῃ, ζητῆσαι, μὴ κατὰ τὸ πάρεργον αὐτῶν μόνον, ἀλλ’ ἐν τῷ χρόνῳ συχνῷ μετὰ τῶν ἀληθεστάτων ἀνδρῶν, καὶ φύσιν συνετῶν, καὶ γεγυμνασμένων ἐν θεωρίαις λογικαῖς, ὁποία τίς ἐστιν ἡ ἀποδεικτικὴ μέθοδος, εἶθ’, ὅταν πεισθῇ τις αὐτὴν εὑρηκέναι, μετὰ τοῦτο χρόνῳ πολλῷ πάλιν ἀσκηθῆναι, πρὶν ἐπὶ τὴν τῶν μεγίστων ἰέναι ζήτησιν, ἣ διὰ τὸ ἀγαθὸν (ὅπερ δὴ καὶ τέλος ὀνομάζουσι τοῦ βίου) κτηθὲν εὐδαίμονας ἡμᾶς, ἢ μακαρίους, ἢ ὅπως ἂν ἄλλως ὀνομάζειν ἐθέλῃ τις, ἐργάζεται.
それゆえ、誤謬なき者たらんとする者がまず検討すべきなのは、非顕著な(不確かな)事柄についての証明が存在するかどうかであり、それが存在するのを見出したならば、片手間でなく、十分な時間をかけて、極めて誠実であり、生まれつき聡明で、論理的省察に熟達した人々とともに、証明の方法がいかなるものであるかを探究することである。 そして、それを発見したと確信するに至ったならば、その後さらに長い時間をかけて訓練を積み、しかるのちに最も重大な事柄の探究へと進むべきである。 この探究こそは、獲得された善(これこそまさに彼らが人生の「目的(テロス)」と呼ぶものである)を通じて、我々を幸福に、あるいは至福に、あるいは他にどのように名付けようとも、そのようにするものなのである。