§1#2ἀλλ’ ἐνίοτε τὸ μὲν ἄκρως ἐπαινετόν ἐστι, τὸ δὲ, εἰ οὕτως ἔτυχεν, ψεκτόν· ὥσπερ γε καὶ ἡ τῶν ἀθλητῶν εὐεξία τοσοῦτον δὴ τὸ ἐπαινετὸν ἔχει, ὥστε ψέγεσθαι δεόντως, οὐχ ὑφ’ Ἱπποκράτους μόνον, ἢ τῶν ἄλλων ἰατρῶν τῶν παλαιῶν, ἀλλὰ καὶ πρὸς τῶν ἀρίστων φιλοσόφων, ὡς καὶ Πλάτωνος ἐν τῷ τρίτῳ τῆς Πολιτείας τήν τε ἀχρηστίαν αὐτῆς ἅπασαν εἰς τὴν κατὰ φύσιν ἐνέργειαν ἐπιδεικνύντος, καὶ ὡς σφαλερὰ πρὸς ὑγείαν ἐστὶ διεξιόντος.
但有时一者是极具赞誉的,而另一者则可能恰恰是值得谴责的;正如运动员的健康状态确实拥有如此多的赞誉,以至于理所当然地受到谴责,不仅受到希波克拉底或其他古代医生的谴责,而且也受到最杰出的哲学者们的谴责,正如柏拉图在《国家篇》第三卷中也指出了它对于符合自然之活动是完全无用的,并详细阐述了它对健康是如何危险的。
οὐ γὰρ εὐκρασίαν ἁπλῶς τοῦ σώματος, ἀλλὰ καὶ μέγεθος ὄγκου μεταδιώκοντος, ὃ χωρὶς ἀμέτρου πληρώσεως οὐκ ἂν γένοιτο, οὕτω καὶ σφαλερὰν αὐτὴν ἀπεργάζονται, καὶ πρὸς τὰς πολιτικὰς ἐνεργείας ἄχρηστον.
因为追求的不仅是身体单纯的调和,而且还追求体躯的巨大——而这没有过度的充盈是无法实现的——因此他们使之变得既危险,又对于公民活动无用。
ἵνα τοίνυν τῆς ὄντως εὐεξίας εἰς ἀκριβῆ γνῶσιν ἀφικώμεθα, παραλαβεῖν αὐτῇ χρὴ τὴν ὁμώνυμον εὐεξίαν τὴν ἀθλητικὴν, καὶ σκέψασθαι, τί ταὐτὸν ἑκατέραις ὑπάρχει, τί τε ἐναντίον.
因此,为了让我们能够对真正的健康状态良好获得准确的认识,我们必须将同名的运动员健康状态与之并置,并考察这两者有什么是相同的,有什么是对立的。
ἡ μὲν δὴ τῶν μορίων ἁπάντων τοῦ σώματος εὐκρασία κοινὸν ἀμφοῖν.
诚然,身体所有部分的适度调和是两者的共同之处。
οὕτω δὲ καὶ ἡ τῶν ἐνεργειῶν ἀρετὴ, καὶ εἴπερ ταῦτα, καὶ ἡ εὐχυμία.
同样,活动的优良状态也是如此,如果有了这些,体液的优良状态也是如此。
ταυτὶ μὲν τὰ κοινά.
这些是共同点。
τὰ δὲ ἐναντία συμμετρία μὲν αἵματός τε καὶ τοῦ τῶν στερεῶν σωμάτων ὄγκου παντὸς ἐν ταῖς ὄντως εὐεξίαις, ἀμετρία δὲ τῶν αὐτῶν τούτων καὶ μάλιστα τοῦ σαρκώδους γένους ἐν ταῖς ἀθλητικαῖς, αἷς ἐξ ἀνάγκης ἕπεται τὸ σφαλερὸν, ἐπειδὰν εἰς ἄκρον ἀφίκηται.
相反,对立点在于:在真正的健康状态良好中,血液以及所有固体组织的体积具有适度比例,而在运动员的健康状态中,这些相同的东西——尤其是肌肉部分——则是过度,当达到极限时,这必然会伴随危险。
ὅταν γὰρ ἐσθίωσι μὲν πρὸς ἀνάγκην, πέττῃ δὲ ἡ γαστὴρ ἐῤῥωμένως, καὶ ἡ ἀνάδοσις γίνηται ἐπὶ τῇ πέψει ῥᾳδίως, αἱμάτωσίς τε καὶ πρόσθεσις, καὶ πρόσφυσις, καὶ θρέψις ἕπηται τοῖσδε, κίνδυνος ὑπερπληρωθῆναι τὴν ἕξιν, ὡς μηκέτ’ εἶναι τῇ φύσει χώραν προσθέσεως, κᾀν τῷδε πληροῦνται μὲν αἵματος αἱ φλέβες ἀμέτρως, κατασβέννυται δὲ καὶ πνίγεται τὸ ἔμφυτον θερμὸν, ἀποροῦν τῆς διαπνοῆς.
因为当他们被迫进食,而胃强有力地消化,并且在消化之后容易进行吸收,继之以血化、附着、合着以及营养吸收时,就会产生状态过度充盈的危险,以至于自然不再有空间进行附着;此时血管被血液过度充满,而天生之热因缺乏发散冷却而熄灭并窒息。
εἴπερ δὲ ἔτ’ ἀντέχει τοῦτο, ῥήγνυταί τι τῶν ἐπικαίρων ἀγγείων, ἃ δὴ κατὰ πνεύμονά τε καὶ ἧπαρ καὶ θώρακα τέτακται.
但如果这天生之热还能支撑,那么位于肺部、肝脏和胸部的某些重要血管就会破裂。
καὶ γὰρ μαλακώτερα τοῖς χιτῶσι τῶν ἐν τοῖς κώλοις ὑπάρχει ταῦτα, καὶ πρότερον τὴν τροφὴν δέχεται, καὶ διὰ τὸ πλῆθος τῆς ἐν αὐτοῖς φυσικῆς θερμασίας, ἔτι τε τῶν ἐνεργειῶν τὸ διηνεκὲς ὅμοιόν τι τῇ ζέσει πάσχον τὸ αἷμα τοὺς χιτῶνας αὐτῶν ἀναῤῥήγνυσιν, ὥσπερ ὁ γλεύκινος οἶνος τοὺς πίθους.
因为这些血管壁比四肢的血管更柔软,并且更早接收营养,此外由于它们内部充足的自然温热以及活动的持续性,血液经历了类似于沸腾的过程,从而使血管壁破裂,就像发酵中的新酒胀破酒瓮一样。
ταῦτά τε οὖν οὕτω γίνεται πάντα, ταῖς ἀμέτροις πληρώσεσιν ἐξ ἀνάγκης ἑπόμενα, καὶ αἱ περὶ αὐτῶν ἀποδείξεις τοῖς φυσικοῖς ἕπονται λόγοις.
因此,所有这些情况都是这样发生的,是过度充盈必然带来的结果,而关于它们的证明则遵循自然学的论证。
ὅτι δὲ σβέννυται τὸ ἔμφυτον θερμὸν, ὑπερπληρωθεισῶν αἵματος τῶν φλεβῶν, ἐν τοῖς περὶ χρείας ἀναπνοῆς εἴρηται, ὅτι δ’ αἱ φλέβες ῥήγνυνται, ἐν τοῖς ἀνατομικοῖς.
在血管被血液过度充满时,天生之热会熄灭,这在《论呼吸的有用性》中已有说明,而血管破裂则在《解剖学书》中有说明。
οὕτω δ’ ἂν καὶ ὁ Ἱπποκράτης φανείη γινώσκων, οὐ μόνον ἐπειδὰν φῇ, τὴν ἐν τοῖς γυμναστικοῖς ἐπ’ ἄκρον εὐεξίαν εἶναι σφαλερὰν, ἀλλὰ κᾀπειδὰν ἑτέρωθι γράφῃ. Τῷ δὲ ἐξαίφνης ἄφωνον γενέσθαι φλεβῶν ἀπολήψιες τὸ σῶμα λυπέουσι.
由此可见,希波克拉底也是知道这一点的,这不仅表现在他说体育竞技者达到极限的健康状态是危险的,也表现在他在其他地方写道:“在突然失声的情况下,血管的阻塞会折磨身体。
τὰς γὰρ αἰφνιδίους παραλύσεις τῶν ἐνεργειῶν ἁπασῶν διὰ μιᾶς ἐπικαιροτάτης ἐδήλωσεν.
”因为他通过这一最关键的活动,揭示了所有活动突然瘫痪的状况。
ἀπολήψεις δὲ φλεβῶν τὰς ὑπερπληρώσεις εἶπεν, ἐπειδὰν ἀπορῶσιν εἰς ἀνάψυξιν διαπνοῆς.
而且,他所说的血管“阻塞”是指当其缺乏发散以进行冷却时的“过度充盈”。