Humanitext Reader

盖伦 · 论健康状态 §1#1

良好体况的定义与绝对与相对状态的区分

第 1 段,共 2 段 · 希腊语

内容简介

加伦定义了“状态”与“健康状态良好”的概念,并区分了绝对状态与相对状态。他引用希波克拉底的观点,解释了运动员的极端健康状态与绝对意义上的健康状态良好不同,是相对且危险的。

§1#1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΕΞΙΑΣ ΒΙΒΛΙΟΝ. Τὸ τῆς ἕξεως ὄνομα κατὰ παντὸς ἐπιφέρειν εἰθίσμεθα τοῦ μονίμου τε καὶ δυσλύτου, καὶ οὐδὲν μᾶλλον ἐπαινοῦντες, ἢ ψέγοντες.
加伦《论健康状态》我们习惯于把“状态”这个名称应用于一切持久且难以消解的事物,对其既不加赞扬,也不加指责。
ἀλλ’ ὅταν εὐεξίαν ἢ καχεξίαν εἴπωμεν, ἤδη τηνικαῦτα διορίζομεν, ὁποίαν τινὰ τὴν ἕξιν εἶναί φαμεν.
但是,当我们说“健康状态良好”或“健康状态不良”时,在那个时刻我们已经限定了我们所说的状态是何种性质。
ἀγαθὴ μὲν οὖν ἁπλῶς ἕξις ἐν ἀρίστῃ κατασκευῇ γίνεται σώματος, οὐχ ἁπλῶς δὲ καὶ καθ’ ἑκάστην φύσιν σώματος.
因此,绝对意义上的良好状态产生于身体的最佳建构之中,但并非绝对地产生于每个具体身体的本性之中。
ἡ μέντοι καχεξία περὶ πᾶσαν συνίσταται κατασκευὴν σώματος, εἴθ’ ἁπλῶς, εἴτ’ ἐν τῷ πρός τι λέγοιτο.
然而,无论是在绝对意义上还是在相对意义上,健康状态不良都存在于身体的任何建构之中。
χρὴ τοίνυν ἀναμνησθῆναι τῶν περὶ ἀρίστης κατασκευῆς εἰρημένων ἰδίᾳ τὸν βουλόμενον ἀκριβῶς ἐπιγνῶναι, τί ποτέ ἐστιν ἁπλῶς εἰπεῖν εὐεξία.
因此,凡是想要准确理解绝对意义上的“健康状态良好”究竟是什么的人,必须回想起关于最佳建构曾专门论述过的内容。
πλάτος γὰρ ἱκανὸν ἐχούσης τῆς ὑγείας, ὡς πολλάκις ἐν ἑτέροις ἐπιδέδεικται, τὴν μὲν ἐπίτασιν αὐτῆς εὐεξίαν ὀνομάζουσιν οἱ παλαιοὶ φιλόσοφοί τε καὶ ἰατροὶ, τὴν δὲ ἔκλυσιν ἰδίῳ μὲν οὐκέτι προσαγορεύουσιν ὀνόματι, τὸ δὲ τοῦ παντὸς γένους ὡσαύτως ὑγείαν καλοῦντες.
因为健康具有足够的范围,正如在其他著作中多次表明的那样,古代的哲学家和医生们将健康的增强称为“健康状态良好”,而对其松弛则不再用专门的名称指称,而是同样用整个属的名称称之为“健康”。
ὥστ’ ἀρίστη τις ὑγεία ἡ εὐεξία, καὶ διὰ τοῦτο ἐν τοῖς ἄριστα κατεσκευασμένοις γίνεται σώμασιν.
因此,健康状态良好是一种最佳的健康,正因如此,它产生于建构得最好的身体中。
εἰ γάρ τι μὴ τοιοῦτον, οὐκ ἂν δέξαιτο τὴν ἀρίστην ὑγείαν, ὥστ’ οὐδὲ τὴν εὐεξίαν.
因为如果某个身体不是这样的,它就无法接受最佳的健康,从而也无法接受健康状态良好。
εἰ δὲ ἐν τῷ πρός τι, κατὰ τὴν ἑκάστου φύσιν γίνεται, καὶ διὰ τοῦτο μετὰ προσθήκης λέγεται Δίωνος, εἰ οὕτως ἔτυχεν, ἢ Μίλωνος εὐεξία, οὐχ ἁπλῶς εὐεξία.
但如果是相对意义上的,它则是根据每个人的本性产生的,因此它是带着附加语来说的,例如狄翁的,或者米隆的健康状态良好,而不是绝对的健康状态良好。
ἡ μέν γε τοῦ Μίλωνος, καὶ ἡ τοῦ Ἡρακλέους, καὶ ἡ τοῦ Ἀχιλλέως ἁπλῶς τ’ εἰσὶν εὐεξίαι καὶ χωρὶς προσθήκης ὀνομάζονται, καθάπερ καὶ καλὸς μὲν ὁ Ἀχιλλεὺς ἁπλῶς, ὁ δὲ πίθηκος οὐχ ἁπλῶς, ἀλλ’ ὡς πίθηκος καλός.
因为米隆的、赫拉克勒斯的以及阿喀琉斯的健康状态在绝对意义上确实是健康状态良好,并且是在没有附加语的情况下命名的,正如阿喀琉斯在绝对意义上是英俊的,而猴子并不是绝对英俊,而是作为猴子是好看的。
ἐκ τῶν μετὰ προσθήκης ἐστὶ λεγομένων καὶ ἡ τῶν ἀθλητῶν εὐεξία, καὶ δεόντως ὑπὲρ αὐτῆς ὁ Ἱπποκράτης ἔλεγεν· Ἐν τοῖσι γυμναστικοῖσιν αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλεραί.
在带着附加语而说的事物中,也有运动员的健康状态良好,希波克拉底针对这一点很贴切地说道:“在体育训练中,达到极限的健康状态是危险的。
οὐ γὰρ δὴ τήν γε ἁπλῶς ὀνομαζομένην εὐεξίαν, ἐπειδὰν εἰς ἄκρον ἥκῃ, σφαλερὰν εἶναί φησιν.
”因为他并不是说绝对意义上的健康状态良好在达到极限时是危险的。
αὐτὸ γὰρ δὴ τοῦτό ἐστιν αὐτῇ τὸ εἰς ἄκρον ἥκειν, τὸ πασῶν τοῦ σώματος τῶν διαθέσεων ὑπάρχειν ἡ ἀσφαλεστάτη.
因为对于它来说,达到极限本身就是身体所有状态中最安全的状态。
ἀλλ’ ἡ τῶν ἀθλητῶν, ἢ τῶν γυμναστικῶν, ἢ ὅπως ἂν ἐθέλοι τις ὀνομάζειν εὐεξίαν, διότι μὴ ἁπλῶς ἐστιν εὐεξία ἡ ἀρίστη διάθεσις σώματος, εὐλόγως εἰς ἄκρον ἰοῦσα σφαλερωτάτη γίνεται.
但是,运动员的,或者体育运动者的(或者人们喜欢怎么称呼的)健康状态良好,因为它并不是作为身体最佳状态的绝对健康状态良好,所在走到极限时理所当然地变得极度危险。
διάθεσις γὰρ, φησὶν, ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων.
因为他说:“运动员的状态不是自然的,健康的常态更好。
τῆς μὲν οὖν ὑγιεινῆς ἕξεως ἡ τελειότης εὐεξία ἐστί· τῆς δὲ τῶν ἀθλητῶν διαθέσεως οὐχ ἁπλῶς, ἀλλὰ μετὰ προσθήκης, ὡς εὔμορφος πίθηκος, καὶ πῆχυς μέγας, καὶ ἄδικος χοῖνιξ, καὶ ἀδόκιμος δραχμή.
”因此,健康常态的完善就是健康状态良好;而运动员的状态则不是绝对的,而是带有附加语的,就像一只好看的猴子、一只巨大的肘尺、一升不公道的升(量器),以及一枚不合格的德拉克马。
εἴτε γὰρ ὁ πῆχυς μέγας, οὐκέθ’ ἁπλῶς πῆχυς, ἀλλ’ ὅλον τοῦτο μέγας πῆχυς, εἴτε ἡ χοῖνιξ ἄδικος, οὐκέθ’ ἁπλῶς χοῖνιξ, ἀλλ’ ὅλον τοῦτο χοῖνιξ ἄδικος.
因为如果肘尺是巨大的,它就不再仅仅是绝对的肘尺,而是整个被称为“巨大的肘尺”;如果升是不公道的,它就不再仅仅是绝对的升,而是整个被称为“不公道的升”。
ὡσαύτως δὲ κᾀπὶ τῶν ἄλλων ἁπάντων τὸ χωρὶς τῆς προσθήκης ἁπλῶς ὀνομαζόμενον οὐ τῆς αὐτῆς ἐστι φύσεως τῷ μετὰ προσθήκης λεγομένῳ.
同样地,在所有其他情况下,没有附加语而绝对命名的东西,与带有附加语而说出来的东西,性质是不一样的。

词汇与语法注释

  1. p.751τοῦ μονίμου τε καὶ δυσλύτου — 中性名词化形容词的属格,修饰前文的παντὸς,意为“关于一切持久且难以消解的事物”。
  2. p.752εἰ δὲ ἐν τῷ πρός τι — 省略了动词γίνεται等,表示“但是如果[健康状态良好]是相对的(关于某事物)……”的假设。
  3. p.752Ἐν τοῖσι γυμναστικοῖσιν αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλεραί — 引用自希波克拉底《箴言》1.3。使用了爱奥尼亚方言的与格复数形式τοῖσι(相当于τοῖς),并省略了系动词εἰσίν。
  4. 7αὐτὸ γὰρ δὴ τοῦτό ἐστιν αὐτῇ τὸ εἰς ἄκρον ἥκειν — 指示代词τοῦτο与带冠词的不定式τὸ εἰς ἄκρον ἥκειν呈同位语关系。与格αὐτῇ是领属或关涉与格,意为“对于它(绝对的健康状态良好)而言”。
  5. p.753ὡς εὔμορφος πίθηκος — 此处并列了一些例子,说明当加上形容词(如“不公道的升”)时,会限制或否定该名词原本的定义,表明其本质与绝对命名的该词不同。

引用这一段

盖伦, 论健康状态 §1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg025.humanitext-grc1:1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。