Humanitext Reader

盖伦 · 子宫解剖学 §3-4

子宫侧角诸说与周围器官的连结结构

第 2 段,共 6 段 · 希腊语

内容简介

§3-4。介绍了关于子宫形状、特别是其侧面突起(角)的古代各种学说,并详细分类阐述了子宫与周围器官(膀胱、直肠、骶骨、腰椎、卵巢等)的解剖学位置、结合、依附与悬挂关系。

§3Τὸ δὲ σχῆμα αὐτῆς, τὸ μὲν ἄλλο πᾶν σῶμα καὶ μάλιστα ὁ πυθμὴν κύστει ἔοικε· καθ’ ὅσον δὲ ἐπὶ τῶν πλαγίων ἀποφύσεις ἔχει μαστοειδεῖς πρὸς τὰς λαγόνας ἀνανευούσας, ταύτῃ οὐκ ἔτι ἔοικεν.
至于其形状,其余的整个主体,尤其是子宫底,与膀胱相似;但在其侧面拥有朝向胁腹上斜的乳头状突起这一点上,则不再相似。
αὐτῶν δὲ τούτων τὸ σχῆμα ὁ μὲν Ἡρόφιλος ἡμιτόμου κύκλου ἕλικι εἰκάζει· Διοκλῆς δὲ κέρασι φυομένοις.
而赫罗菲拉斯将这些部位自身的形状比作半圆的曲线;而迪奥克勒斯则将其比作正在生长的角。
διὰ ταῦτα καὶ ὠνόμασε κεραίας παρωνύμως ἀπὸ τοῦ κέρατος.
因此,他也根据“角”(keras)这一名称,派生地将它们命名为“角状突起”(keraiai)。
Εὔδημος δὲ πλεκτάνας καλεῖ, οὐκ ἔχων φάναι, πότερον ὅτι πέπλεκται ταύτῃ ἀγγεῖα ἑλικοειδῶς, ἀλλ’ αὐτὰς τὰς ἀποφύσεις παρείκασε πλεκτάναις.
而欧德莫斯将它们称为“触手”(plektanas)——并不是要说因为血管在此处呈螺旋状交织,而是他将这些突起本身比作了触手。
οἱ δὲ περὶ Πραξαγόραν τε καὶ Φιλότιμον κόλπους αὐτὰς καλοῦσι, ὅθεν καὶ δίκολπον μὲν τὴν μήτραν τῆς γυναικὸς λέγουσι, πολύκολπον δὲ τὴν τῶν πολυτόκων ζώων.
而普拉克萨戈拉和菲洛蒂穆斯学派则将它们称为“腔囊”(kolpoi),由此他们也将妇女的子宫称为“双腔的”(dikolpos),而将多胎动物的子宫称为“多腔的”(polykolpos)。
καὶ ὅτι μὲν ἡ τῆς ὑὸς μήτρα, καὶ εἴ τι ἄλλο ὁμοῦ κυΐσκει πολλὰ, πολύκολπός ἐστι, τοῦτο μὲν καὶ πάνυ ἀληθές· οὐ μὴν ἐπί γε γυναικῶν τοὔνομα πρέπειν ἡγοῦμαι.
而母猪的子宫,以及任何其他同时孕育多胎的动物的子宫,是多腔的,这确实非常真实;然而,我认为这个名称并不适用于女性。
πρῶτον μὲν γὰρ ἑλικοειδής ἐστιν ἡ τῆς ὑὸς μήτρα, ἔπειτα ἐν τοῖς κόλποις τὰ ἔμβρυα κυΐσκεται· γυναικὶ δὲ καὶ τοῖς ἄλλοις ζώοις, ὅσα γυναικὶ κατὰ τὴν μήτραν ἔοικεν, οἷον αἰγί τε καὶ βοῒ, οὐκ ἐν ταῖς κεραίαις εὑρίσκεται τὰ ἔμβρυα, (παρὰ πολὺ γὰρ αὗται ἐλάττους ἢ κατὰ μέγεθος ἐμβρύου,) ἀλλ’ ἐν τῷ ἄλλῳ κύτει παντὶ τῆς ὑστέρας.
因为首先,母猪的子宫呈螺旋状,其次,胚胎是在这些腔囊中孕育的;但在女性以及其他子宫类似于女性的动物(如山羊和母牛)中,胚胎并不存在于“角”中(因为这些“角”相比于胚胎的大小要小得多),而是存在于子宫的其余整个腔体中。
ἀλλ’ οἶμαι τούτους, οὐκ ἔχοντας οὔτε χρείαν οὔτε ἐνέργειαν εἰπεῖν τῶν κεραιῶν, τοιαῦτα ἄτοπα λέγειν ὑπομένειν.
但我认为,这些人由于无法说明“角”的用途或作用,因而甘于说出如此荒谬的话。
ἐπεὶ δὲ μακρός τε ὁ λόγος καὶ ἄλλως οὐ δίκαιον, περὶ μὲν κεραιῶν χρείας τε καὶ ἐνεργείας εἰπεῖν τι, καὶ μὴ περὶ τῶν ἄλλων τῶν κατὰ τὴν μήτραν ἑκάστου, διὰ τοῦτο καὶ ἡμῖν εἰσαῦθις ἀναβεβλήσθω.
但是,由于论述很长,且在不讨论子宫其他各个部位的情况下,仅谈论“角”的用途和作用也是不合理的,因此,让我们也将此事推迟到以后再谈。
ἱκανά τε γὰρ καὶ αὐτὰ καθ’ ἑαυτὰ ἐπισκέψασθαι τὰ κατὰ τὴν μήτραν πεφυκότα, τί τε ἔργον ἑκάστου, καὶ τίς ἡ δύναμις, καὶ διὰ τί τοιαῦτα, κατά τε τὸ μέγεθος καὶ τὴν θέσιν  καὶ τὴν διάπλασιν καὶ τὴν πλοκὴν καὶ τὴν πρὸς τὰ παρακείμενα κοινωνίαν ἐγένετο.
因为子宫天然具备的这些结构本身就足够值得研究:每个结构的功能是什么,其力量是什么,以及为什么它们在大小、位置、塑造、结构交织以及与相邻部位的关联上会被作成如此模样。
νυνὶ δὲ ἐπὶ τὰ ἑξῆς ἴωμεν.
现在,让我们继续接下来的部分。
εἴη δ’ ἂν ἑξῆς λέγειν περί τε συμφύσεως καὶ προσαρτήσεως καὶ τῶν ἄλλων, ὅσα τούτοις παράκειται.
接下来,理应谈论融合、依附以及与之相邻的其他事物。
§4Τῶν γὰρ τῇ μήτρᾳ σωμάτων ὁμιλούντων τὰ μὲν ἐπιψαύει μόνον αὐτῆς, οὐκέτι δὲ καὶ συμφύεται, πολλὰ δὲ ἑνοῦται, καὶ οὐκ ἂν αὐτὰ χωρίσαις ἄνευ τομῆς· ἔστι δὲ καὶ ἃ δερόντων ἀπολύεται, καὶ μὴν δὴ καὶ προσήρτηται πολλοῖς, καὶ πολλὰ εἰς αὐτὴν ἐμπέφυκεν.
因为在与子宫接触的身体器官中,有些只是触碰它,而并不与之愈合,但许多器官则与之合为一体,非经切割你无法将它们分离;也有一些是在剥离时就会分开的,而且,子宫确实也依附于许多事物,并且许多事物生入其中。
ψαύει μὲν οὖν τῶν λεπτῶν ἐντέρων ἥ γε μετρίως ἔχουσα μεγέθους· ἄλλως δὲ ἡ μὲν ὑπερβαλλόντως μικρὰ τούτων ψαύει μόνων, οἷς καὶ προσπέφυκεν· ἡ δ’ αὖ μεγίστη (τοιαύτη δέ ἐστι μάλιστα, ὅταν κύῃ) τάς τε λαγόνας ἐκπεπλήρωκε καὶ τὸ ὑπογάστριον, καὶ πολλῶν ἐντέρων ψαύει.
因此,大小适中的子宫接触到小肠;相反,极度微小的子宫则仅接触那些它本身已与之愈合的部位;而最大的子宫(尤其是怀孕时)则填满了侧腹和下腹部,并接触到许多肠管。
προσήρτηται δὲ κατά τινας ἰνώδεις καὶ λεπτὰς διαστάσεις ἀπευθυσμένῳ τε καὶ κύστει, (πλείω δέ ἐστι τὰ τῆς κύστεως ἀρτήματα,) καὶ ἱερῷ ὀστέῳ προσήρτηται διά τινων εὐτόνων δεσμῶν, ἐπιδέσεις ἐχόντων νεύρων μυωδῶν.
它通过某些纤维状的薄间隙依附于直肠和膀胱(与膀胱的依附部较多),并通过一些强韧的韧带依附于骶骨,这些韧带具有肌肉质神经的包裹带。
τοσούτοις δὲ σώμασι κᾀκ τῶν κατὰ τὴν ὀσφὺν σπονδύλων ἤρτηται.
子宫还通过如此多的器官悬挂在腰椎上。
ἐξήρτηται δὲ ἐκ τῶν ταύτης μυῶν τῶν μεγάλων, ἀποφύσεις ἑκατέρωθεν ἀξιολόγους ποιουμένων, αἵ δὴ εἴς τε τὰ τῆς μήτρας ἄμφω μέρη καὶ εἰς τὸν αὐχένα τῆς κύστεως καὶ εἰς τὴν ἕδραν μερίζονται.
它悬挂在这一区域的大肌肉上,这些肌肉在两侧形成显著的突起,并分布到子宫的两侧部位、膀胱颈以及肛门。
χαλαροὶ δὲ οὗτοι πάντες οἱ δεσμοὶ, καὶ διὰ τοῦτο ἐπὶ πλεῖστον ἡ μήτρα κινεῖσθαί τε καὶ μετασχηματίζεσθαι δύναται.
所有这些韧带都是松弛的,因此子宫能够极大程度地移动和改变形状。
ἀρτήματα δὲ οὐδὲν ἧττόν ἐστι καὶ ὅσα εἰς αὐτὴν ἐμφύεται, τὰ μὲν δὴ ὑφαίνοντά τε καὶ διαπλέκοντα αὐτὸ τὸ σῶμα τῆς ὑστέρας, ὧν οὐκ ὀλίγη μοῖρά ἐστι τὰ ἀπὸ τοῦ νωτιαίου μυελοῦ νεῦρα, τὰ δ’ αὐξήσεώς τε καὶ τροφῆς αὐτῆς τῆς μήτρας καὶ τοῦ ἐμβρύου ἕνεκα, αἵ τε φλέβες καὶ ἀρτηρίαι.
那些生入子宫内部的结构也同样是依附物——有些构成了子宫体本身的织造与交错(其中不小的一部分是来自脊髓的神经),另一些则是为了子宫自身和胚胎的生长与营养,即静脉和动脉。
κύστει δὲ καὶ ἀρχῷ συμφύεται μόνον κατὰ τὸν αὐχένα ὑμενώδεσί τε καὶ ἀρτηριώδεσι σώμασιν ἐπὶ ποσῇ πιμελῇ, καὶ ἀποδέρεσθαι μὲν αὐτῶν δύναται, οὕτω δὲ καὶ ἀκριβῶς συμπέφυκεν, ὡς μίαν τε καὶ τὴν αὐτὴν εἶναι σάρκα.
它仅在颈部通过膜状和动脉状的组织、在一定的脂肪层上与膀胱及直肠愈合,虽然能够从它们上面剥离,但它与它们结合得如此紧密,以至于像是一块相同的血肉。
προσπεφύκασι δὲ αὐτῇ καὶ δίδυμοι καὶ σπερματικὰ ἀγγεῖα.
此外,卵巢和精细血管也与其愈合。
συμπέφυκε δὲ τῷ αἰδοίῳ κατὰ τὸ πέρας τοῦ αὐχένος· ὥστε, τῆς μήτρας τοῖς μὲν συμφυομένης, τοῖς δὲ προσηρτημένης, τοῖς δὲ ἐξαρτωμένης, καὶ τινῶν μὲν αὐτὴν πλεκόντων, τινῶν δὲ τρεφόντων, πρὸς μὲν τράχηλον κύστεως καὶ ἀπευθυσμένου κατὰ τὸ αἰδοῖον, ὁμοίως δὲ καὶ πρὸς ὄρχεις καὶ τὰ ἀγγεῖα τὰ σπερματικὰ συμφύεσθαι λέγοιτ’ ἂν, τοῖς δὲ ἄλλοις μέρεσι κύστεως καὶ ἀπευθυσμένου προσηρτῆσθαι, ἱερῷ δὲ ὀστέῳ καὶ προσηρτῆσθαι καὶ ἐξηρτῆσθαι λέγοιτο, μυελοῦ δὲ νωτιαίου καὶ τῶν κατ’ ὀσφὺν μυῶν ἐξηρτῆσθαι μόνον, νεύροις δὲ καὶ ἐξηρτῆσθαι καὶ συμπεφυκέναι καὶ συμπεπλέχθαι, ἀρτηρίαις δὲ καὶ φλεψὶ ἐξηρτῆσθαι καὶ συμπεφυκέναι καὶ συμπεπλέχθαι καὶ τρέφεσθαι.
并在颈部的末端与外阴愈合;因此,既然子宫与某些器官愈合,依附于某些器官,悬挂于某些器官,且被某些结构织造,被另一些结构滋养,可以说:在靠近外阴处它与膀胱颈和直肠颈“愈合”,同样也与睾丸及精细血管“愈合”;而与膀胱及直肠的其他部分“依附”;对于骶骨,可以说它既是“依附的”又是“悬挂的”;而对于脊髓和腰部肌肉,可以说只是“悬挂的”;对于神经,则是“悬挂的、愈合的且交错的”;对于动静脉,则是“悬挂的、愈合的、交错的且被滋养的”。
πῶς οὖν ἔχουσι μεγέθους τε καὶ θέσεως, καὶ πόσαι τὸν ἀριθμόν εἰσι, καὶ πόθεν πεφύκασιν αἵ τε φλέβες καὶ αἱ ἀρτηρίαι, ἑπόμενον ἂν εἴη λέγειν.
那么,接下来的任务理应是说明这些静脉和动脉在大小和位置上如何,数量是多少,以及它们起源于何处。

词汇与语法注释

  1. p.890οὐκ ἔχων φάναι, πότερον ὅτι — 修饰主语 Eudemus 的分词短语 οὐκ ἔχων(不能)。由 πότερον ὅτι(是因为……)引导的选择性疑问句省略了后半部分(通常由 ἤ 引导),或者说在句法上转向了与后面的 ἀλλὰ……(而是……)相对比。整句表明欧德莫斯并非基于血管交织,而是直接将突起本身的形状比作触手。
  2. p.892ἀναβεβλήσθω — 第三人称单数被动语态命令兵(现在时或完成时)。与伴随的与格 ἡμῖν(表示施事者,即“由我们……”)连用,意思是“让我们将此推迟”,是暂缓并推迟讨论某一论题时的公式化表达。
  3. p.893ἀποδέρεσθαι μὲν αὐτῶν δύναται — 不定式 ἀποδέρεσθαι(被剥离)作被动意。属格代词 αὐτῶν 指前文提到的膀胱和直肠,起分离属格的作用。表明子宫可以从这两个器官上剥离开来。
  4. p.894ὥστε ... συμφύεσθαι λέγοιτ’ ἂν — 在 ὥστε 引导的结果从句中,使用了潜在希求法(λέγοιτ' ἄν)来表达一种谨慎的断言(“可以说是……”)。尽管受到前文属格绝对结构(τῆς μήτρας... συμφυομένης...)的影响,λέγοιτο 的实际主语仍是“子宫”(即 ἡ μήτρα),它同时也是后面多个不定式(συμφύεσθαι, προσηρτῆσθαι 等)的共同主语。

引用这一段

盖伦, 子宫解剖学 §3-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg016.humanitext-grc1:3-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。