Humanitext Reader

ガレノス · 子宮の解剖について §3-4

子宮の突起に関する諸説と周囲器官との結合関係

2 / 6 箇所 · ギリシア語

要旨

§3-4。子宮の形状、特に側面の突起(角)に関する古代の諸学説を紹介し、さらに子宮と周囲の器官(膀胱、直腸、仙骨、腰椎、卵巣等)との位置関係や結合・付着・懸垂関係を詳細に分類・説明する。

§3Τὸ δὲ σχῆμα αὐτῆς, τὸ μὲν ἄλλο πᾶν σῶμα καὶ μάλιστα ὁ πυθμὴν κύστει ἔοικε·
その形状については、それ以外の体部全体、特に子宮底は膀胱に似ている。
καθ’ ὅσον δὲ ἐπὶ τῶν πλαγίων ἀποφύσεις ἔχει μαστοειδεῖς πρὸς τὰς λαγόνας ἀνανευούσας, ταύτῃ οὐκ ἔτι ἔοικεν.
しかし、側面に脇腹へと上向きに伸びる乳頭状の突起を持っている点において、この点ではもはや似ていない。
αὐτῶν δὲ τούτων τὸ σχῆμα ὁ μὲν Ἡρόφιλος ἡμιτόμου κύκλου ἕλικι εἰκάζει·
まさにこれらの部分の形状について、ヘロフィロスは半円の曲線にたとえている。
Διοκλῆς δὲ κέρασι φυομένοις.
他方、ディオクレスは生えかけの角にたとえている。
διὰ ταῦτα καὶ ὠνόμασε κεραίας παρωνύμως ἀπὸ τοῦ κέρατος.
このため、彼は角にちなんで、それらを派生的に「角」と名付けた。
Εὔδημος δὲ πλεκτάνας καλεῖ, οὐκ ἔχων φάναι, πότερον ὅτι πέπλεκται ταύτῃ ἀγγεῖα ἑλικοειδῶς, ἀλλ’ αὐτὰς τὰς ἀποφύσεις παρείκασε πλεκτάναις.
エウデモスはそれらを「触手」と呼んでいるが、それは血管がそこでらせん状に織り合わされているからだと言うためではなく、突起そのものを触手にたとえたのである。
οἱ δὲ περὶ Πραξαγόραν τε καὶ Φιλότιμον κόλπους αὐτὰς καλοῦσι, ὅθεν καὶ δίκολπον μὲν τὴν μήτραν τῆς γυναικὸς λέγουσι, πολύκολπον δὲ τὴν τῶν πολυτόκων ζώων.
プラクサゴラスやフィロティモスの徒はそれらを「窩」と呼んでおり、そのため女性の子宮を「二窩性」、多産な動物のそれを「多窩性」と呼んでいる。
καὶ ὅτι μὲν ἡ τῆς ὑὸς μήτρα, καὶ εἴ τι ἄλλο ὁμοῦ κυΐσκει πολλὰ, πολύκολπός ἐστι, τοῦτο μὲν καὶ πάνυ ἀληθές·
そして、雌豚の子宮や、その他に同時に多くの子を宿す動物のそれが多窩性であるということは、全くその通りである。
οὐ μὴν ἐπί γε γυναικῶν τοὔνομα πρέπειν ἡγοῦμαι.
しかし、女性に関してはこの名称が適切であるとは私は思わない。
πρῶτον μὲν γὰρ ἑλικοειδής ἐστιν ἡ τῆς ὑὸς μήτρα, ἔπειτα ἐν τοῖς κόλποις τὰ ἔμβρυα κυΐσκεται·
なぜなら第一に、雌豚の子宮はらせん状であり、第二に、胚はその窩の中で宿されるからである。
γυναικὶ δὲ καὶ τοῖς ἄλλοις ζώοις, ὅσα γυναικὶ κατὰ τὴν μήτραν ἔοικεν, οἷον αἰγί τε καὶ βοῒ, οὐκ ἐν ταῖς κεραίαις εὑρίσκεται τὰ ἔμβρυα, (παρὰ πολὺ γὰρ αὗται ἐλάττους ἢ κατὰ μέγεθος ἐμβρύου,) ἀλλ’ ἐν τῷ ἄλλῳ κύτει παντὶ τῆς ὑστέρας.
これに対して、女性や、山羊や牝牛のように子宮が女性のそれに似ている他の動物においては、胚は角の中には見出されず(なぜならこれらは胚の大きさに比べてはるかに小さいからである)、子宮のそれ以外の空洞全体の中に存在するからである。
ἀλλ’ οἶμαι τούτους, οὐκ ἔχοντας οὔτε χρείαν οὔτε ἐνέργειαν εἰπεῖν τῶν κεραιῶν, τοιαῦτα ἄτοπα λέγειν ὑπομένειν.
しかし私は、彼らが角の用途も作用も説明できないために、このような不条理なことを言うのに甘んじているのだと思う。
ἐπεὶ δὲ μακρός τε ὁ λόγος καὶ ἄλλως οὐ δίκαιον, περὶ μὲν κεραιῶν χρείας τε καὶ ἐνεργείας εἰπεῖν τι, καὶ μὴ περὶ τῶν ἄλλων τῶν κατὰ τὴν μήτραν ἑκάστου, διὰ τοῦτο καὶ ἡμῖν εἰσαῦθις ἀναβεβλήσθω.
しかし、この議論は長く、また子宮の他の個々の部分について語らずに、角の用途や作用についてだけ語ることは道理に合わないので、このことも私たちにとって後日に延期されることとしよう。
ἱκανά τε γὰρ καὶ αὐτὰ καθ’ ἑαυτὰ ἐπισκέψασθαι τὰ κατὰ τὴν μήτραν πεφυκότα, τί τε ἔργον ἑκάστου, καὶ τίς ἡ δύναμις, καὶ διὰ τί τοιαῦτα, κατά τε τὸ μέγεθος καὶ τὴν θέσιν  καὶ τὴν διάπλασιν καὶ τὴν πλοκὴν καὶ τὴν πρὸς τὰ παρακείμενα κοινωνίαν ἐγένετο.
なぜなら、子宮に自然に備わっているものそれ自体が、個々の機能が何であるか、その能力が何であるか、そしてなぜ大きさ、位置、形成、組織、および隣接する部分とのつながりにおいて、そのようなものとして生じたのかを検討するに十分に値するからである。
νυνὶ δὲ ἐπὶ τὰ ἑξῆς ἴωμεν.
しかし今は、次に続く事柄へと進もう。
εἴη δ’ ἂν ἑξῆς λέγειν περί τε συμφύσεως καὶ προσαρτήσεως καὶ τῶν ἄλλων, ὅσα τούτοις παράκειται.
次には、融合や付着、およびこれらに隣接するその他のものについて語るのが順当であろう。
§4Τῶν γὰρ τῇ μήτρᾳ σωμάτων ὁμιλούντων τὰ μὲν ἐπιψαύει μόνον αὐτῆς, οὐκέτι δὲ καὶ συμφύεται, πολλὰ δὲ ἑνοῦται, καὶ οὐκ ἂν αὐτὰ χωρίσαις ἄνευ τομῆς·
というのも、子宮に接している物体のうち、あるものはそれに触れているだけで融合してはおらず、多くのものは一体化しており、切開せずにはそれらを分離することはできないからである。
ἔστι δὲ καὶ ἃ δερόντων ἀπολύεται, καὶ μὴν δὴ καὶ προσήρτηται πολλοῖς, καὶ πολλὰ εἰς αὐτὴν ἐμπέφυκεν.
また、剥ぎ取る(皮を剥ぐ)ことによって引き離されるものもあり、さらに、多くのものに付着しており、多くのものがそこに深く生え込んでいる。
ψαύει μὲν οὖν τῶν λεπτῶν ἐντέρων ἥ γε μετρίως ἔχουσα μεγέθους·
さて、標準的な大きさのものは小腸に触れている。
ἄλλως δὲ ἡ μὲν ὑπερβαλλόντως μικρὰ τούτων ψαύει μόνων, οἷς καὶ προσπέφυκεν·
そうではない場合、極端に小さいものは、自身が融合しているものだけに触れている。
ἡ δ’ αὖ μεγίστη (τοιαύτη δέ ἐστι μάλιστα, ὅταν κύῃ) τάς τε λαγόνας ἐκπεπλήρωκε καὶ τὸ ὑπογάστριον, καὶ πολλῶν ἐντέρων ψαύει.
他方、最大のものは(妊娠している時が特にそうであるが)、左右の脇腹と下腹部を満たし、多くの腸に触れている。
προσήρτηται δὲ κατά τινας ἰνώδεις καὶ λεπτὰς διαστάσεις ἀπευθυσμένῳ τε καὶ κύστει, (πλείω δέ ἐστι τὰ τῆς κύστεως ἀρτήματα,) καὶ ἱερῷ ὀστέῳ προσήρτηται διά τινων εὐτόνων δεσμῶν, ἐπιδέσεις ἐχόντων νεύρων μυωδῶν.
そしてそれは、ある種の線維状の薄い間隙によって直腸と膀胱に付着しており(膀胱への付着部の方がより多い)、仙骨には、筋肉質の神経の帯を持つ、いくつかの強靭な靭帯によって付着している。
τοσούτοις δὲ σώμασι κᾀκ τῶν κατὰ τὴν ὀσφὺν σπονδύλων ἤρτηται.
これほど多くの物体によって、腰椎からも吊り下げられている。
ἐξήρτηται δὲ ἐκ τῶν ταύτης μυῶν τῶν μεγάλων, ἀποφύσεις ἑκατέρωθεν ἀξιολόγους ποιουμένων, αἵ δὴ εἴς τε τὰ τῆς μήτρας ἄμφω μέρη καὶ εἰς τὸν αὐχένα τῆς κύστεως καὶ εἰς τὴν ἕδραν μερίζονται.
また、それはこの領域の大きな筋肉から吊り下げられており、それらの筋肉は両側に顕著な突起を形成し、それらは子宮の両側、膀胱の頸部、および肛門へと分かれている。
χαλαροὶ δὲ οὗτοι πάντες οἱ δεσμοὶ, καὶ διὰ τοῦτο ἐπὶ πλεῖστον ἡ μήτρα κινεῖσθαί τε καὶ μετασχηματίζεσθαι δύναται.
これらの靭帯はすべて緩んでおり、このため子宮はきわめて大きく動き、形状を変えることができる。
ἀρτήματα δὲ οὐδὲν ἧττόν ἐστι καὶ ὅσα εἰς αὐτὴν ἐμφύεται, τὰ μὲν δὴ ὑφαίνοντά τε καὶ διαπλέκοντα αὐτὸ τὸ σῶμα τῆς ὑστέρας, ὧν οὐκ ὀλίγη μοῖρά ἐστι τὰ ἀπὸ τοῦ νωτιαίου μυελοῦ νεῦρα, τὰ δ’ αὐξήσεώς τε καὶ τροφῆς αὐτῆς τῆς μήτρας καὶ τοῦ ἐμβρύου ἕνεκα, αἵ τε φλέβες καὶ ἀρτηρίαι.
そこに深く生え込んでいるものも同様に付着部であり、あるものは子宮の体部そのものを織りなし、交織しており(その少なからぬ部分は脊髄からの神経である)、他のものは子宮自体と胚の成長および栄養のためであり、すなわち静脈と動脈である。
κύστει δὲ καὶ ἀρχῷ συμφύεται μόνον κατὰ τὸν αὐχένα ὑμενώδεσί τε καὶ ἀρτηριώδεσι σώμασιν ἐπὶ ποσῇ πιμελῇ, καὶ ἀποδέρεσθαι μὲν αὐτῶν δύναται, οὕτω δὲ καὶ ἀκριβῶς συμπέφυκεν, ὡς μίαν τε καὶ τὴν αὐτὴν εἶναι σάρκα.
そして、膀胱と直腸には頸部においてのみ、膜状および動脈状の物体によって、いくらかの脂肪の上で融合しており、それらから剥ぎ取ることは可能であるが、同時に、一つの同じ肉であると言えるほど正確に(密接に)融合している。
προσπεφύκασι δὲ αὐτῇ καὶ δίδυμοι καὶ σπερματικὰ ἀγγεῖα.
また、卵巣と精管もそれに融合している。
συμπέφυκε δὲ τῷ αἰδοίῳ κατὰ τὸ πέρας τοῦ αὐχένος·
そして、頸部の端において外陰部と融合している。
ὥστε, τῆς μήτρας τοῖς μὲν συμφυομένης, τοῖς δὲ προσηρτημένης, τοῖς δὲ ἐξαρτωμένης, καὶ τινῶν μὲν αὐτὴν πλεκόντων, τινῶν δὲ τρεφόντων, πρὸς μὲν τράχηλον κύστεως καὶ ἀπευθυσμένου κατὰ τὸ αἰδοῖον, ὁμοίως δὲ καὶ πρὸς ὄρχεις καὶ τὰ ἀγγεῖα τὰ σπερματικὰ συμφύεσθαι λέγοιτ’ ἂν, τοῖς δὲ ἄλλοις μέρεσι κύστεως καὶ ἀπευθυσμένου προσηρτῆσθαι, ἱερῷ δὲ ὀστέῳ καὶ προσηρτῆσθαι καὶ ἐξηρτῆσθαι λέγοιτο, μυελοῦ δὲ νωτιαίου καὶ τῶν κατ’ ὀσφὺν μυῶν ἐξηρτῆσθαι μόνον, νεύροις δὲ καὶ ἐξηρτῆσθαι καὶ συμπεφυκέναι καὶ συμπεπλέχθαι, ἀρτηρίαις δὲ καὶ φλεψὶ ἐξηρτῆσθαι καὶ συμπεφυκέναι καὶ συμπεπλέχθαι καὶ τρέφεσθαι.
したがって、子宮はあるものとは融合し、別のものには付着し、さらに別のものからは吊り下げられており、あるものはそれを織りなし、別のものはそれを養っているため、外陰部における膀胱および直腸の頸部、ならびに同様に卵巣および精管とは「融合している」と言われ、膀胱および直腸のそれ以外の部分とは「付着している」と言われ、仙骨とは「付着し、かつ吊り下げられている」と言われ、脊髄および腰の筋肉からは「吊り下げられているのみ」と言われ、神経によっては「吊り下げられ、融合し、かつ織り合わされている」と言われ、動脈および静脈によっては「吊り下げられ、融合し、織り合わされ、かつ養われている」と言われ得るのである。
πῶς οὖν ἔχουσι μεγέθους τε καὶ θέσεως, καὶ πόσαι τὸν ἀριθμόν εἰσι, καὶ πόθεν πεφύκασιν αἵ τε φλέβες καὶ αἱ ἀρτηρίαι, ἑπόμενον ἂν εἴη λέγειν.
それでは、静脈と動脈がどのような大きさや位置にあり、その数はどれだけで、どこから生じているかについて、次に語るのが順当であろう。

語釈・文法注

  1. p.890οὐκ ἔχων φάναι, πότερον ὅτι — 主節の主語 Eudemus に係る分詞 οὐκ ἔχων(〜できない)の節。「〜だからか(πὸτερον ὅτι)」という二者択一の疑問文の後半(典型的な ἤ...)が省略されているか、あるいは後ろの ἀλλὰ...(むしろ〜)によって対比される形で構文が変化している。エウデモスが血管の絡み合いを直接の理由にしたわけではなく、突起の形状自体を触手にたとえたことを示す。
  2. p.892ἀναβεβλήσθω — 三人称単数命令法受動態現在(または完了)。動作者の与格 ἡμῖν(私たちによって)を伴う受動表現で、「私たちにおいて後回しにされるように」という、議論を一時的に棚上げして後回しにするときの定型表現。
  3. p.893ἀποδέρεσθαι μὲν αὐτῶν δύναται — 不定詞 ἀποδέρεσθαι(剥ぎ取る、皮を剥ぐ)は受動の意味(剥ぎ取られうる)。属格 αὐτῶν は前述の「膀胱と直腸」を指し、分離の属格として機能している。子宮がこれら二つの器官から剥がされうることを示す。
  4. p.894ὥστε ... συμφύεσθαι λέγοιτ’ ἂν — 結果の ὥστε 節の中で、潜在の希求法(λέγοιτ' ἄν)が使われ、控えめな主張(「〜と言われうるだろう」)を導いている。先行する属格絶対(τῆς μήτρας... συμφυομένης...)に引きずられているが、この λέγοιτο の実質的な主語は「子宮(τῆς μήτρας)」であり、後続の複数の不定詞(συμφύεσθαι, προσηρτῆσθαι 等)の主語としても共通している。

この箇所を引用する

ガレノス, 子宮の解剖について §3-4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0057.tlg016.humanitext-grc1:3-4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。