§10#2ἀλλ’ Ἱπποκράτης γέ φησιν·
しかし、ヒポクラテスはこう言っている。
Ὁκόσαι μετρίως ἔχουσαι τὰ σώματα ἐκτιτρώσκουσι τετράμηνα καὶ τρίμηνα ἄτερ φανερῆς προφάσιος, ταύτῃσι αἱ κοτυληδόνες μύξης μεσταί εἰσι, καὶ οὐ δύνανται κρατέειν ὑπὸ τοῦ βάρεος τὸ ἔμβρυον, ἀλλὰ ἀποῤῥήγνυνται.
「体の状態が中程度でありながら、明らかな理由なしに4ヶ月や3ヶ月で流産する女性たちにおいては、コティレドン(子宮結節)が粘液で満たされており、その重みのために胎児を保持することができず、引きちぎれてしまうのである」。
καὶ μὴν Διοκλῆς ὁ Καρύστιος καὶ Πραξαγόρας ὁ Κῶος ὁ Νικάρχου, μικρὸν ὕστερον Ἱπποκράτους γεγονότες, ταὐτὰ λέγουσι, πολλοὶ δὲ καὶ ἄλλοι.
さらに、ヒポクラテスより少し後の時代に生まれた、カリュストスのディオクレスや、ニカルコスの息子であるコスのプラクサゴラスも、同じことを言っているし、他の多くの人々も同様である。
ἆρ’ οὖν πάντες ἠγνοήκασι;
それでは、彼ら全員が知らなかったのだろうか。
ἀλλ’ οὐ θέμις ὑπὲρ ἀνδρῶν τηλικούτων οὕτω φρονεῖν.
いや、これほど偉大な人々について、そのように考えることは許されない。
τί ποτε οὖν ἐστιν, ὃ λέγουσι;
では一体、彼らが言っていることは何なのか。
τὰ στόματα τῶν ἐν τῇ μήτρᾳ ἀγγείων οὕτω καλοῦσι.
彼らは子宮内の血管の開口部をそのように呼んでいるのである。
καὶ γὰρ καὶ ταῦτα κοτυληδονώδεις ἐξοχὰς ἐπιφυομένας ἴσχει παρὰ τὸν τῆς κυήσεως χρόνον, οἷα καὶ ἐν τῷ ἀπευθυσμένῳ γίνονται ἐπὶ αἱμοῤῥοΐσι.
実際、これらも妊娠期間中、コティレドン(子宮結節)のような突起をその上に生じる。 それはちょうど直腸において痔核のときに生じるようなものである。
λέγω δὲ ταῦτα οὐ μαντευσάμενος, ἀλλὰ παρὰ Πραξαγόρου μαθών.
私がこれらを言うのは、憶測によるのではなく、プラクサゴラスから学んだからである。
ὁ γάρ τοι Πραξαγόρας ᾧδέ πώς φησιν αὐταῖς λέξεσι·
というのも、プラクサゴラスはまさしく次のように言葉通りに言っているからである。
Κοτυληδόνες δέ εἰσι τὰ στόματα τῶν φλεβῶν τῶν εἰς τὴν μήτραν ἡκουσῶν.
「コティレドンとは、子宮に至る静脈の開口部のことである」。
ὥστε ἔχοι ἂν ἡ γυναικεία μήτρα κοτυληδόνας·
したがって、女性の子宮にもコティレドンはあると言えるだろう。
καὶ ᾗ διαφέρουσιν αὗταί τε καὶ αἱ ἐπὶ τῶν ἀλόγων ζώων, σαφὲς ἤδη οἶμαι ἐκ τῶν εἰρημένων γεγονέναι.
そして、これらと理性のない動物におけるそれらとがどのように異なるかは、言われたことからすでに明らかになったと私は思う。
ἀρχόμενα οὖν τὰ τοῦ χορίου ἀγγεῖα ἐντεῦθεν, ὅθεν περ εἴρηται, διαπλέκει τε τὸ χορίον, ἀλλήλοις τε μίγνυται καὶ συμφύεται.
さて、絨毛膜の血管は、言われた通りの場所を起点として、絨毛膜を織りなし、互いに混じり合い、合一する。
ὁ δὲ τρόπος αὐτῆς τῆς συνόδου τοιόσδε τίς ἐστιν.
この合流そのものの仕方は次のようなものである。
ἐννόησον ῥίζας δένδρου πολλάς τε καὶ λεπτὰς, κατὰ δύο καὶ τρεῖς ἀλλήλαις ἑνουμένας, ὥστε ἐξ αὐτῶν ἑτέρας ῥίζας γίνεσθαι, μείζους μὲν τῷ μεγέθει, ἐλάττους δὲ τῷ ἀριθμῷ, κᾀκείνας πάλιν συνιούσας ἀλλήλαις ἑτέρας ὡσαύτως ποιεῖν, εἶτα ἐκ τῶν γενομένων κατὰ τὸν αὐτὸν τρόπον ἄλλας, καὶ τοῦτο ἀεὶ γινόμενον, ἕως ἐς ταὐτὸ ἐλθοῦσαι σύμπασαι τελευτήσωσιν ὑπ’ ἄκραν τῆς γῆς τὴν ἐπιφάνειαν εἰς τὸ τοῦ δένδρου μέρος ἐκεῖνο, ὃ καλεῖται στέλεχος.
木の根が多数かつ細く伸び、二つ、三つと互いに合一して、それらから別の根が生じ、それは大きさにおいてはより大きく、数においてはより少なくなり、それらが再び互いに合流して同様に別の根を作り、さらにそれらから生じたものが同じ方法で他の根を作り、これが常に繰り返されて、ついにすべてが同じ場所に集まり、地表のすぐ下で、幹と呼ばれる樹木のあの部分へと至る様子を思い浮かべてほしい。
καὶ γάρ τοι τὰ ἀγγεῖα ταῦτα, οἷον ῥίζαι τινὲς οὖσαι πολλαὶ καὶ μικραὶ, συμφύονται, καὶ συμφυόμενα γίνεται μείζονα τῶν προτέρων·
実際、これらの血管も、いわば多数の小さな根のようなものであって、互いに合一し、合一することによって以前のものよりも大きくなる。
εἶτα ἐφεξῆς μείζονα γινόμενα περατοῦνται σύμπαντα εἰς δύο οἷον στελέχη, φλέβας μὲν τὰ φλεβώδη, ἀρτηρίας δὲ τὰ ἀρτηριώδη, ἑκάτερον ἐξ ἑκατέρου μέρους, δεξιοῦ τε καὶ ἀριστεροῦ, ἐμβαλλούσας εἰς τὸ ἔμβρυον κατὰ τὸν ὀμφαλόν.
そして次に順次大きくなって、最終的にすべては二つのいわば幹のようなものへと終着する。 すなわち、静脈様のものは静脈に、動脈様のものは動脈になり、それぞれが左右の二つの側から、臍を通って胎児へと入り込む。
οὐδὲ γὰρ οὐδὲ ἄλλο τί ἐστιν ὁ ὀμφαλὸς, ἀλλ’ ἢ τὰ τέτταρα ἀγγεῖα, μέσον αὑτῶν ἔχοντα τὸν οὐραχόν.
というのも、臍とはまさに、その中央に尿膜管を挟む四つの血管にほかならないからである。
οὗτος δέ ἐστιν ἀρχὴ τοῦ ἀλλαντοειδοῦς χιτῶνος, ὃν ἐξικνεῖσθαι κατὰ τὰ ἐξέχοντα τοῦ ἐμβρύου ἐλέγομεν·
そしてこの尿膜管は、胎児の突出した部分にまで達すると我々が述べたあの尿膜の起点であり、胎児の膀胱の底へと、広く顕著な通路によって貫通している。
συντέτρηταί τε εἰς τὸν πυθμένα τῆς κύστεως τοῦ ἐμβρύου εὐρεῖ καὶ ἀξιολόγῳ πόρῳ, ὥστε εἶναι ἕνωσιν τῇ κύστει πρὸς τὸν ἀλλαντοειδῆ χιτῶνα διὰ τοῦ οὐραχοῦ, μεταξὺ ἀμφοῖν κειμένου.
その結果、膀胱と尿膜とは、両者の間に位置する尿膜管を介して合一している。
καθ’ ὃ δὲ πρῶτον ἀνευρυνομένου τοῦ οὐραχοῦ ἀποφύεται ὁ ὑμὴν, τραχύτης ἱκανὴ καὶ οἷον ψωρώδης φαίνεται.
尿膜管が最初に広がって膜が分岐する箇所では、十分な、いわばかさぶたのような粗さが観察される。
καὶ μὴν καὶ ὑγρὸν οὐκ ὀλίγον ἐν ἑκατέρῳ τῶν ὑμένων περιέχεται, διαφέρον τοῦ ἑτέρου τὸ ἕτερον καὶ τῇ χροιᾷ καὶ τῷ πλήθει.
さらにまた、二つの膜のそれぞれには少なからぬ液体が含まれており、一方は他方と、色においても量においても異なっている。
ξανθὸν μὲν γὰρ τὸ ἐν τῷ ἀλλαντοειδεῖ, λευκότερον δέ πως τὸ ἐν τῷ ἀμνειῷ.
すなわち、尿膜の中のものは黄色く、羊膜の中のものは幾分白い。
τοῦτο δὲ καὶ πλέον ἐστὶ τοῦ ἑτέρου·
そして後者は他方よりも量が多い。
καὶ γὰρ καὶ ὁ χιτὼν τοῦ χιτῶνος μείζων, εἴ γε ὁ μὲν ὅλον τὸ ἔμβρυον ἀμφιέννυσιν, ὁ δὲ κατά τινα μέρη ἐπίκειται αὐτῷ.
なぜなら、一方の膜が胎児全体を覆っているのに対し、他方の膜は胎児の特定の部分にのみ載っている以上、膜自体も他方より大きいからである。
ὅθεν δὲ καὶ τοῖς ὑγροῖς τούτοις ἡ γένεσις, καὶ τίς ἡ ἀπ’ αὐτῶν χρεία, ἐν τῷ ἐφεξῆς λόγῳ πάντα εἰρήσεται· καὶ τὰ περὶ τῶν ἀγγείων τῶν εἰς τὸ ἔμβρυον διὰ τοῦ ὀμφαλοῦ καθηκόντων αὐτὰ καθ’ αὑτὰ εἰρήσεται ἐν ἑτέρῳ λόγῳ τῷ περὶ τῆς τοῦ ἐμβρύου ἀνατομῆς.
これらの液体がどこに起源を持つのか、またそれらの用途は何であるのかについては、続く議論においてすべて語られるであろう。 また、臍を通じて胎児へと至る血管それ自体に関する事柄は、胎児の解剖に関する別の議論において語られるであろう。