§1## ΓΑΛΠΝΟΥ ΠΡΟΤΡΕΠΤΙΚΟΣ ΕΠ ΙΑΤΡΙΚΗΝ.
Εἰ μὲν μηδ’ ὅλως λόγου μέτεστι τοῖς ἀλόγοις ὀνομαζομένοις ζῴοις ἄδηλόν ἐστιν.
## 加伦《医学劝勉录》所谓无理性动物是否完全不分享理性,这尚不清楚。
ἴσως γὰρ εἰ καὶ μὴ τοῦ κατὰ τὴν φωνήν, ὃν καὶ προφορικὸν ὀνομάζουσιν, ἀλλὰ τοῦ γε 〈κατὰ〉 τὴν ψυχήν, ὃν ἐνδιάθετον καλοῦσι, μετέχει πάντα, τὰ μὲν μᾶλλον τὰ δ’ ἧττον.
因为也许,即使它们不分享发声的、即人们所称的外在理性,但所有动物在某种程度上——有的多些,有的少些——都分享灵魂的、即人们所称的内在理性。
ὅτι μέντοι πλεῖστον ὅσον αὐτῶν διενηνόχασιν οἱ ἄνθρωποι, πρόδηλον ἡμῖν ἐστιν ὁρῶσι τό τε πλῆθος τῶν τεχνῶν ὧν μεταχειρίζεται τὸ ζῷον τοῦτο καὶ ὅτι μόνος ἅνθρωπος ἐπιστήμης ἐπιδεκτικὸς ἣν ἂν ἐθελήσῃ τέχνην μανθάνει.
然而,人类在极大程度上不同于它们,这对于我们来说是显而易见的,因为我们看到这一动物所掌握的技术之多,而且唯独人能够接受知识并学习他所期望的任何技术。
τὰ μὲν γὰρ ἄλλα ζῷα σχεδὸν ἄτεχνα πάντ’ ἐστι πλὴν ὀλίγων δή τινων ἐν ὀλίγοις· ἀλλὰ καὶ ταῦτα φύσει μᾶλλον ἢ προαιρέσει τεχνῶν εὐτύχηκεν·
因为其他动物几乎完全没有技术,除了极少数动物掌握极少数技术之外;但即使是这些动物,也是凭借天性而非选择而获得技术。
ὁ δ’ ἄνθρωπος οὔτε τινὸς τῶν παρ’ ἐκείνοις ἀμελέτητος, 〈ὃς〉 [ἀλλὰ] καὶ τὴν ὑφαντικὴν ἐμιμήσατο τὰς ἀράχνας καὶ πλάττει καθάπερ αἱ μέλισσαι καὶ τοῦ νεῖν οὐκ ἀνάσκητός ἐστι καίτοι πεζὸς ὤν, ἀλλὰ καὶ τῶν θείων τεχνῶν οὐκ ἀπολείπεται, ζηλῶν μὲν τὴν Ἀσκληπιοῦ τέχνην ἰατρικήν, ζηλῶν δ’ Ἀπόλλωνος αὐτήν τε ταύτην καὶ τὰς ἄλλας ἁπάσας ἃς ἔχει, τοξικὴν μουσικὴν μαντικήν, ἔτι τε τῶν Μουσῶν τὴν ἑκάστης ἰδίαν.
而人类对于它们所拥有的技术无一不通,他模仿蜘蛛进行织造,像蜜蜂那样塑形,尽管是陆生动物,却也并非不习游泳。 不仅如此,人也未曾在神圣的技术上落后,他热心效法阿斯克勒庇俄斯的医学,也热心效法阿波罗的医学及他所拥有的其他一切技术,如弓术、音乐、占卜,此外还效法缪斯女神们各自特有的技术。
οὐδὲ γὰρ γεωμετρίας οὐδ’ ἀστρονομίας ἀφίσταται, ἀλλὰ καὶ τὰ τῆς γῆς νέρθεν καὶ τὰ ὕπερθε τοῦ οὐρανοῦ κατὰ Πίνδαρον ἐπισκοπεῖ.
事实上,他既不远离几何学,也不远离天文学,而是正如平达所说,“既探究地底深处,也探究天宇之上”的事物。
ἐξεπορίσατο δ’ ὑπὸ φιλοπονίας καὶ τὸ μέγιστον τῶν θείων ἀγαθῶν φιλοσοφίαν.
他还通过勤勉,获得了神圣善物中最大的一件——哲学。
διὰ ταῦτα τοίνυν κἂν 〈εἰ〉 λόγου μέτεστι τοῖς ἄλλοις ζῴοις, κατ’ ἐξοχὴν αὐτῶν [καὶ] ὁ ἄνθρωπος μόνος ὀνομάζεται λογικός.
因此,即使其他动物也分享理性,唯独人类因其卓越而被称为“理性的”。
§2πῶς οὖν οὐκ αἰσχρόν, ᾧ μόνῳ τῶν ἐν ἡμῖν κοινωνοῦμεν θεοῖς, τούτου μὲν ἀμελεῖν, ἐσπουδακέναι δὲ περί τι τῶν ἄλλων, τέχνης μὲν ἀναλήψεως καταφρονοῦντα, Τύχῃ δ’ ἑαυτὸν ἐπιτρέποντα·
那么,对于我们内部唯独能借以同神灵交往的这一部分(理性),我们却去忽视它,而热衷于其他事物,蔑视技术的获得并把自己托付给命运,这怎能不说是可耻的呢?
ἧς τὴν μοχθηρίαν ἐμφανίσαι βουληθέντες οἱ παλαιοὶ γράφοντες καὶ πλάττοντες αὐτὴν οὐ μόνον ἐν εἴδει γυναικὸς ἠρκέσθησαν (καίτοι 〈καὶ〉 τοῦθ’ ἱκανὸν ἦν ἀνοίας σύμβολον) ἀλλὰ καὶ πηδάλιον ἔδοσαν ἐν χεροῖν ἔχειν αὐτῇ καὶ τοῖν ποδοῖν ὑπέθεσαν βάσιν σφαιρικήν, ἐστέρησαν δὲ καὶ τοῖν ὀφθαλμοῖν, ἐνδεικνύμενοι διὰ τούτων ἁπάντων τὸ τῆς τύχης ἄστατον.
古人为了揭示命运的恶劣,在绘制和塑造她时,不仅不满足于仅用女性的形象(尽管这已足够象征愚蠢),而且还让她手中握着舵,在双脚下放上球形的基座,并且夺去了她的双眼,通过这一切来表明命运的反复无常。
ὥσπερ οὗν ἐν νηὶ χειμαζομένῃ σφοδρῶς, ὡς ἐπικλύζεσθαί τε τοῖς κύμασι καὶ κινδυνεύειν βυθισθῆναι, μοχθηρῶς ἄν τις πράξειεν ἐπιτρέψας τὰ πηδάλια κυβερνήτῃ τυφλῷ, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον κἀν τῷ βίῳ, μειζόνων ναυαγιῶν περὶ πολλοὺς οἴκους γιγνομένων ἢ περὶ τὰ σκάφη κατὰ θάλατταν, οὐκ ὀρθῶς γιγνώσκοντός ἐστιν ἐπιτρέπειν ἑαυτὸν ἐν τοιαύταις περιστάσεσι πραγμάτων τυφλῇ δαίμονι μηδ’ αὐτῇ βεβαίως ἐστηριγμένῃ.
因此,正如在遭遇暴风雨、海浪拍打且有沉没危险的船上,若将舵托付给一个瞎眼的舵手,人就会陷入悲惨的境地;我认为在生活中也是同样的道理,由于许多家庭所遭遇的覆灭(海难)比海上的船只更为严重,在如此危险的处境中,将自己托付给一个自身都立足不稳的盲目神灵,绝非明智之人的所为。
ἔμπληκτός τε γάρ ἐστι καὶ ἄνους εἰς τοσοῦτον ὡς πολλάκις τοὺς ἀξιολόγους ἄνδρας παρερχομένη πλουτίζειν τοὺς ἀναξίους, οὐδὲ τούτους βεβαίως ἀλλ’ ὡς ἂν ἔδωκεν οὕτως πάλιν ἀφαιρεῖσθαι τὰ δοθέντα.
因为她是狂躁且极其愚蠢的,以至于常常略过有价值的人,去富裕那些无价值的人,而且即使对后者也并非稳固地给予,而是正如她曾给予的那样,又重新夺走所赐。
ταύτῃ τῇ δαίμονι πλῆθος ἀνδρῶν ἀμαθῶν οὐκ ὀλίγον ἕπεται μηδέποτ’ ἐν ταὐτῷ μενούσῃ διὰ τὸ τῆς βάσεως εὐμετακύλιστον, ἥτις αὐτὴν ἄγει καὶ φέρει καὶ κατὰ κρημνῶν ἐνίοτε καὶ θαλάττης·
追随这位神灵的无知者人数众多,由于她的基座极易滚动,她从未停留在同一地方,这一基座带着她四处漂移,有时甚至坠入悬崖和大海。
ἔνθα συναπόλλυνται μὲν ἀλλήλοις ἑπόμενοι πάντες αὐτῇ, μόνη δ’ ἀβλαβὴς ἐκείνη διεξέρχεται καταγελῶσα τῶν ὀλοφυρομένων τε καὶ ἐγκαλούντων αὐτῇ ὅτ’ οὐδὲν ὄφελος.
在那里,所有追随她的人都一同毁灭,而唯独她毫发无损地通过,嘲笑着那些在无济于事时哀哭并指责她的人。
§3τὰ μὲν δὴ τῆς Τύχης ἔργα τοιαῦτα· τὸν δ’ Ἑρμῆν ἅτε λόγου μὲν ὄντα δεσπότην εὑρετὴν δὲ τέχνης ἁπάσης θέασαι πάλιν ὅπως ἐξ ὑπεναντίου τῇ Τύχῃ κεκοσμήκασιν 〈οἱ〉 παλαιοὶ γράφοντές τε καὶ πλάττοντες.
命运的作为确实如此;但你且看赫尔墨斯,作为理性的主宰和一切技术的发明者,古人在绘制和塑造他时,是如何将他塑造成与命运截然相反的形象的。
νεανίσκος ἐστὶν ὡραῖος, οὐκ ἐπίκτητον οὐδὲ κομμωτικὸν ἔχων κάλλος, ἀλλ’ εὐθὺς ὥστε συνεμφαίνεσθαι τὴν τῆς ψυχῆς ἀρετὴν δι’ αὐτοῦ.
他是一位俊美的青年,拥有的不是后天或化妆修饰出的美,而是那能使灵魂之德立刻透过其显现出来的美。
ἐστὶ δὲ φαιδρὸς μὲν τὰς ὄψεις, δέδορκε δὲ δριμύ, καὶ ἡ βάσις τὸ πάντων σχημάτων ἑδραιότατόν τε καὶ ἀμεταπτωτότατον ἔχει τὸν κύβον.
他的面容是欢快的,眼神是敏锐的,他的基座拥有立方体,这是所有形状中最稳固、最不易改变的。
ἔσθ’ ὅτε δὲ καὶ αὐτὸν τὸν θεὸν τούτῳ τῷ σχήματι κοσμοῦσιν.
有时他们甚至用这种形状来装点神明自身。
ἴδοις δ’ ἂν τοὺς θιασώτας αὐτοῦ φαιδροὺς μὲν ὁμοίως τῷ καθηγουμένῳ θεῷ, μεμφομένους δ’ οὐδέποτ’ αὐτὸν ὥσπερ οἱ τὴν Τύχην, οὐδ’ ἀπολειπομένους ποτ’ οὐδὲ χωριζομένους, ἀλλ’ ἑπομένους τε καὶ διὰ παντὸς ἀπολαύοντας τῆς προνοίας αὐτοῦ.
你会看到他的追随者们和引导他们的神明一样欢快,绝不像素来对待命运那样去指责他,也绝不离开或与他分离,而是追随他并始终享受着他的眷顾。