§52πὰρ στυγνὸν βασιλῆα καὶ ἄγριον, ἁ δὲ τάλαινα
走向那阴郁暴虐的君王那里。
§53ζώω καὶ θεὸς ἐμμὶ καὶ οὐ δύναμαί σε διώκειν.
而可怜的我苟活于世,身为神明,却无法追随你。
§54λάμβανε Περσεφόνα τὸν ἐμὸν πόσιν· ἐσσὶ γὰρ αὐτὰ §55πολλὸν ἐμεῦ κρέσσων, τὸ δὲ πᾶν καλὸν ἐς σὲ καταρρεῖ·
接纳吧,珀耳塞福涅,我的丈夫;因为你自身远比我强大,世间一切美好都流向你。
§56ἐμμὶ δ’ ἐγὼ πανάποτμος, ἔχω δ’ ἀκόρεστον ἀνίαν, §57καὶ κλαίω τὸν Ἄδωνιν, ὅ μοι θάνε, καί σε φοβεῦμαι.
而我命途多舛,怀着无法消除的痛苦,我为那对我而言已经死去的阿多尼斯哭泣,并且我畏惧你。
§58θνᾴσκεις ὦ τριπόθητε, πόθος δέ μοι ὡς ὄναρ ἔπτα, §59χήρα δ’ ἁ Κυθέρεια, κενοὶ δ’ ἀνὰ δώματ’ Ἔρωτες.
你死去了,噢,三度被渴望的人,而我的渴望如梦一般飞逝,库塞雷亚成了寡妇,爱神们在宫殿里无所事事。
§60σοὶ δ’ ἅμα κεστὸς ὄλωλε.
随着你的离去,我的魔法腰带也一同毁灭。
τί γὰρ τολμηρὲ κυνάγεις;
你这胆大的人,究竟为何去狩猎?
§61καλὸς ἐὼν τοσσοῦτον ἐμήναο θηρὶ παλαίειν; ’
既然如此美丽,你为何疯狂地与野兽搏斗?
” 塞浦路斯如此哀悼;爱神们一同哀悼: “哀哉,库塞雷亚,美丽的阿多尼斯逝去了!
” 帕福斯女神流下的泪水,与阿多尼斯流出的鲜血一样多;而这一切在地上都化作花朵。
§66αἷμα ῥόδον τίκτει, τὰ δὲ δάκρυα τὰν ἀνεμώναν.
鲜血孕育了玫瑰,而泪水孕育了银莲花。
§67αἰάζω τὸν Ἄδωνιν, ἀπώλετο καλὸς Ἄδωνις.
我哀悼阿多尼斯,美丽的阿多尼斯逝去了。
§68μηκέτ’ ἐνὶ δρυμοῖσι τὸν ἀνέρα μύρεο Κύπρι.
不要再在林间为你的丈夫哭泣了,塞浦路斯啊。
§69οὐκ ἀγαθὰ στιβάς ἐστιν Ἀδώνιδι φυλλὰς ἐρήμα·
荒凉的落叶床榻对阿多尼斯而言并非好的卧榻。
§70λέκτρον ἔχοι Κυθέρεια τὸ σὸν καὶ νεκρὸς Ἄδωνις.
让阿多尼斯,即便已是亡者,也占有你的床榻吧,库塞雷亚。
§71καὶ νέκυς ὢν καλός ἐστι, καλὸς νέκυς, οἷα καθεύδων.
哪怕化为尸身,他依然美丽,美丽的尸身,宛如正在熟睡。
§72κάτθεό νιν μαλακοῖς ἐνὶ φάρεσιν οἷς ἐνίαυεν, §73ᾧ μετὰ τεῦς ἀνὰ νύκτα τὸν ἱερὸν ὕπνον ἐμόχθει §74παγχρυσέῳ κλιντῆρι· ποθεῖ καὶ στυμνὸν Ἄδωνιν.
将他安放在他曾安眠的柔软衣袍中,在那里,他曾与你共度长夜,在纯金的榻上共享那神圣的睡眠;这榻也在渴望着那冰冷的阿多尼斯。
§75βάλλε δέ νιν στεφάνοισι καὶ ἄνθεσι· πάντα σὺν αὐτῷ, §76ὡς τῆνος τέθνακε καὶ ἄνθεα πάντα θανόντων.
为他献上花冠与鲜花;所有事物都与他同在,既然他已死去,让所有的鲜花也一同凋零。
§77ῥαῖνε δέ νιν Συρίοισιν ἀλείφασι, ῥαῖνε μύροισιν· §78ὀλλύσθω μύρα πάντα· τὸ σὸν μύρον ὤλετ’ Ἄδωνις.
用叙利亚的香油洒在他身上,用香水洒在他身上;让所有的香水都毁灭吧;你自身的香油,阿多尼斯,已经毁灭。
§79κέκλιται ἁβρὸς Ἄδωνις ἐν εἵμασι πορφυρέοισιν· §80ἀμφὶ δέ νιν κλαίοντες ἀναστενάχουσιν Ἔρωτες §81κειράμενοι χαίτας ἐπ’ Ἀδώνιδι· χὢ μὲν ὀϊστώς, §82ὃς δ’ ἐπὶ τόξον ἔβαλλεν, ὃ δὲ πτερόν, ὃς δὲ φαρέτραν· §83χὢ μὲν ἔλυσε πέδιλον Ἀδώνιδος, οἳ δὲ λέβητι §84χρυσείῳ φορέουσιν ὕδωρ, ὃ δὲ μηρία λούει, §85ὃς δ’ ὄπιθεν πτερύγεσσιν ἀναψύχει τὸν Ἄδωνιν.
优雅的阿多尼斯躺在紫色的衣袍中;在他的周围,哭泣着的爱神们叹息着回应,为了阿多尼斯而剪去秀发;有人献出箭矢,有人献出弓,有人献出羽翼,有人献出箭袋;有人解开阿多尼斯的凉鞋,其他人用金色的水盆捧来清水,有人清洗他的大腿,有人从身后用双翼为阿多尼斯送去清凉。
§86αἰαῖ τὰν Κυθέρειαν
ἐπαιάζουσιν Ἔρωτες.
哀哉,库塞雷亚,爱神们一同哀悼。
§87ἔσβεσε λαμπάδα πᾶσαν ἐπὶ φλιαῖς Ὑμέναιος, §88καὶ στέφος ἐξεπέτασσε γαμήλιον· οὐκέτι δ’ Ὑμήν, §89Ὑμὴν οὐκέτ’ ἀείδει ἑὸν μέλος, ἀλλ’ ἐπαείδει §90αἰαῖ
καὶ
τὸν Ἄδωνιν
ἔτι πλέον ἢ Ὑμέναιον.
婚礼之神在门柱上熄灭了所有的火把,并撕碎了婚礼的花冠;不再有婚礼之歌,婚礼之神不再唱起自己的歌曲,而是唱着 “哀哉”和“阿多尼斯”,甚至多于“婚礼之歌”。
美惠三女神为基尼拉斯之子哭泣,她们彼此诉说:“美丽的阿多尼斯逝去了。
§93αἰαῖ
δ’ ὀξὺ λέγοντι πολὺ πλέον ἢ Παιῶνα.
” 她们尖锐地呼喊着“哀哉”,远多于呼喊“皮安”。