§1Αἰάζω τὸν Ἄδωνιν· ἀπώλετο καλὸς Ἄδωνις·
我哀悼阿多尼斯;美丽的阿多尼斯逝去了。
§2ὤλετο καλὸς Ἄδωνις
ἐπαιάζουσιν Ἔρωτες.
美丽的阿多尼斯逝去了,爱神们一同哀悼。
§3μηκέτι πορφυρέοις ἐνὶ φάρεσι Κύπρι κάθευδε·
不要再睡在紫色的衣袍中了,塞浦路斯啊。
醒来吧,可怜的人,身披黑衣,捶打胸膛,并对所有人说:‘美丽的阿多尼斯逝去了。
§6αἰάζω τὸν Ἄδωνιν· ἐπαιάζουσιν Ἔρωτες.
’ 我哀悼阿多尼斯;爱神们一同哀悼。
§7κεῖται καλὸς Ἄδωνις ἐν ὤρεσι μηρὸν ὀδόντι, §8λευκῷ λευκὸν ὀδόντι τυπείς, καὶ Κύπριν ἀνιῇ §9λεπτὸν ἀποψύχων· τὸ δέ οἱ μέλαν εἴβεται αἷμα §10χιονέας κατὰ σαρκός, ὑπ’ ὀφρύσι δ’ ὄμματα ναρκῇ, §11καὶ τὸ ῥόδον φεύγει τῶ χείλεος· ἀμφὶ δὲ τήνῳ §12θνᾴσκει καὶ τὸ φίλημα, τὸ μήποτε Κύπρις ἀνοίσει.
美丽的阿多尼斯躺在山中,大腿被獠牙刺伤,白色的獠牙刺伤了他白皙的大腿,他令塞浦路斯痛苦,在他微弱地吐出最后一口气时;而他的黑血流淌下来,在他雪白的肌肤上,而他的双眼在眉毛下失去了光彩,玫瑰色从他的唇上逃逸;而在他的唇畔吻也一同逝去,那是塞浦路斯再也无法收回的吻。
§13Κύπριδι μὲν τὸ φίλημα καὶ οὐ ζώοντος ἀρέσκει, §14ἀλλ’ οὐκ οἶδεν Ἄδωνις, ὅ νιν θνᾴσκοντ’ ἐφίλησεν.
对塞浦路斯来说,哪怕他已不在人世,这吻依然甜蜜,但阿多尼斯并不知道,她在他临死前亲吻了自己。
§15αἰάζω τὸν Ἄδωνιν· ἐπαιάζουσιν Ἔρωτες.
我哀悼阿多尼斯;爱神们一同哀悼。
阿多尼斯的大腿上有一道狂暴而又深重的伤口;但库塞雷亚在心中承受着更深的创伤。
在那少年身旁,他忠爱的猎犬们哀号,山中的宁芙们也在哭泣。
ἁ δ’ Ἀφροδίτα §20λυσαμένα πλοκαμῖδας ἀνὰ δρυμὼς ἀλάληται §21πενθαλέα νήπλεκτος ἀσάνδαλος· αἱ δὲ βάτοι νιν §22ἐρχομέναν κείροντι καὶ ἱερὸν αἷμα δρέπονται· §23ὀξὺ δὲ κωκύουσα δι’ ἄγκεα μακρὰ φορεῖται §24Ἀσσύριον βοόωσα πόσιν καὶ παῖδα καλεῦσα.
而阿芙洛狄忒披散着秀发,在林间彷徨,哀痛万分,不施发带,未穿凉鞋;那些荆棘前行时刺破她的肌肤,收割她神圣的鲜血;她发出尖锐的哭喊,穿过漫长的山谷,呼唤着她亚述的丈夫,并唤他为自己的孩子。
§25ἀμφὶ δέ νιν μέλαν αἷμα παρ’ ὀμφαλὸν ᾀωρεῖτο, §26στήθεα δ’ ἐκ μηρῶν φοινίσσετο, τοὶ δ’ ὑπὸ μαζοὶ §27χιόνεοι τὸ πάροιθεν Ἀδώνιδι πορφύροντο.
而在他的周围,黑色的血在肚脐旁飘散,胸膛因大腿流出的血而染红,那些曾经洁白如雪的双乳,如今为了阿多尼斯而变为紫色。
§28αἰαῖ τὰν Κυθέρειαν
ἐπαιάζουσιν Ἔρωτες.
哀哉,库塞雷亚,爱神们一同哀悼。
§29ὤλεσε τὸν καλὸν ἄνδρα, συνώλεσεν ἱερὸν εἶδος.
她失去了美丽的丈夫,也一同失去了她神圣的美貌。
阿多尼斯还活着的时候,塞浦路斯拥有美丽的容颜;但那美貌随阿多尼斯一同逝去。
τὰν Κύπριν αἰαῖ
哀哉,塞浦路斯!
§32ὤρεα πάντα λέγοντι, καὶ αἱ δρύες
αἲ τὸν Ἄδωνιν.
所有的山峦都在说,橡树也在叹息:‘哀哉,阿多尼斯!
§33καὶ ποταμοὶ κλαίουσι τὰ πένθεα τᾶς Ἀφροδίτας, §34καὶ παγαὶ τὸν Ἄδωνιν ἐν ὤρεσι δακρύοντι, §35ἄνθεα δ’ ἐξ ὀδύνας ἐρυθαίνεται· ἁ δὲ Κυθήρα §36πάντας ἀνὰ κναμώς, ἀνὰ πᾶν νάπος οἰκτρὸν ἀείδει §37αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις.
’ 河流在为阿芙洛狄忒的悲痛而哭泣,山中的泉水为阿多尼斯流泪,花儿因悲伤而变红;而整个库塞拉岛穿过所有的丘陵,穿过所有的山谷,唱着悲歌: ‘哀哉,库塞雷亚,美丽的阿多尼斯逝去了。
§38Ἀχὼ δ’ ἀντεβόασεν
ἀπώλετο καλὸς Ἄδωνις.
’ 回声也呼应着喊道:‘美丽的阿多尼斯逝去了。
§39Κύπριδος αἰνὸν ἔρωτα τίς οὐκ ἔκλαυσεν ἂν αἰαῖ;
’ 面对塞浦路斯可怕的爱,谁能不为之哭泣,呜呼!
§40ὡς ἴδεν, ὡς ἐνόησεν Ἀδώνιδος ἄσχετον ἕλκος, §41ὡς ἴδε φοίνιον αἷμα μαραινομένῳ περὶ μηρῷ, §42πάχεας ἀμπετάσασα κινύρετο· ‘μεῖνον Ἄδωνι, §43δύσποτμε μεῖνον Ἄδωνι, πανύστατον ὥς σε κιχείω, §44ὥς σε περιπτύξω καὶ χείλεα χείλεσι μίξω.
当她看见,当她察觉到阿多尼斯无法遏制的伤口时,当她看见那逐渐枯萎的大腿周围流淌着猩红的血时,她张开双臂,哀泣道:‘留下来吧,阿多尼斯,不幸的阿多尼斯,留下来吧,好让我最后一次追上你,好让我拥抱你,让双唇与双唇交融。
§45ἔγρεο τυτθὸν Ἄδωνι, τὸ δ’ αὖ πύματόν με φίλησον, §46τοσσοῦτόν με φίλησον, ὅσον ζώῃ τὸ φίλημα, §47ἄχρις ἀποψύχῃς ἐς ἐμὸν στόμα κεἰς ἐμὸν ἧπαρ §48πνεῦμα τεὸν ῥεύσῃ, τὸ δέ σευ γλυκὺ φίλτρον ἀμέλξω, §49ἐκ δὲ πίω τὸν ἔρωτα, φίλημα δὲ τοῦτο φυλάξω §50ὡς αὐτὸν τὸν Ἄδωνιν, ἐπεὶ σύ με δύσμορε φεύγεις, §51φεύγεις μακρὸν Ἄδωνι, καὶ ἔρχεαι εἰς Ἀχέροντα
稍微睁开眼吧,阿多尼斯,再最后吻我一次,吻我吧,只要这一吻尚有余温,直到你向着我的口中,向着我的肝脏,咽下最后一口气,你的呼吸流入,而我将汲取你甘甜的爱之魔药,饮尽那爱意,我将珍藏这深吻,视同阿多尼斯你本人,因为你这不幸的人正离我而去,你远走高飞,阿多尼斯,走向那阿刻戎。 ’