§4.1Τὰν ἅλα τὰν γλαυκὰν ὅταν ὥνεμος ἀτρέμα βάλλῃ, §4.2τὰν φρένα τὰν δειλὰν ἐρεθίζομαι, οὐδ’ ἔτι μοι γᾶ §4.3ἐστὶ φίλα, ποθίει δὲ πολὺ πλέον ἁ μεγάλα μ’ ἅλς.
当微风轻轻拂过蔚蓝的海洋,我那怯懦的心便随之激荡,陆地对我而言不再可亲,那辽阔的大海反倒更深地吸引着我。
§4.4ἀλλ’ ὅταν ἀχήσῃ πολιὸς βυθός, ἁ δὲ θάλασσα §4.5κυρτὸν ἐπαφρίζῃ, τὰ δὲ κύματα μακρὰ μεμήνῃ, §4.6ἐς χθόνα παπταίνω καὶ δένδρεα, τὰν δ’ ἅλα φεύγω, §4.7γᾶ δέ μοι ἀσπαστά, χἀ δάσκιος εὔαδεν ὕλα, §4.8ἔνθα καὶ ἢν πνεύσῃ πολὺς ὥνεμος, ἁ πίτυς ᾅδει.
然而,当苍茫的深渊轰鸣,海水翻滚起泡沫,波涛汹涌狂暴,我便将目光投向大地与树木,逃离这海洋;此时土地令我欣喜,浓荫的林木教我怡然,在那里,纵使狂风大作,松树亦在歌唱。