§65πάντα τοι ὦ βούτα συγκάτθανε δῶρα τὰ Μοισᾶν, §66παρθενικᾶν ἐρόεντα φιλήματα, χείλεα παίδων, §67καὶ στυμνοὶ περὶ σῶμα τεὸν κλαίουσιν Ἔρωτες.
哦,牧人啊,伴随着你的离去,缪斯神的所有馈赠都已一同逝去,少女们迷人的接吻,以及少年们的双唇,悲伤的爱神们也正在你的遗体旁哭泣。
塞浦路斯女神对你的思念,远胜于日前她在阿多尼斯临终时给他的那个吻。
哦,众河中最清澈的河流,这是你所遭受的第二次痛苦,这,梅莱斯啊,是崭新的悲哀。
ἀπώλετο πρᾶν τοι Ὅμηρος, §72τῆνο τὸ Καλλιόπας γλυκερὸν στόμα, καί σε λέγοντι
日前,荷马已离你而去,那卡利俄佩甘美的歌喉。
§73μύρασθαι καλὸν υἷα πολυκλαύτοισι ῥεέθροις, §74πᾶσαν δ’ ἔπλησας φωνᾶς ἅλα· νῦν πάλιν ἄλλον §75υἱέα δακρύεις, καινῷ δ’ ἐπὶ πένθεϊ τάκῃ.
人们说你曾用那多泪的溪流为那美丽的儿子哀悼,你的歌声传遍了整个海洋;如今,你又再次为另一个儿子哭泣,在这崭新的丧痛中憔悴不堪。
他们两人都为泉水所钟爱:一个曾畅饮于帕加萨的泉水,另一个则饮着阿雷图萨的清泉。
§78χὢ μὲν Τυνδαρέοιο καλὰν ἄεισε θύγατρα §79καὶ Θέτιδος μέγαν υἷα καὶ Ἀτρείδαν Μενέλαον· §80τῆνος δ’ οὐ πολέμους, οὐ δάκρυα, Πᾶνα δ’ ἔμελπε, §81καὶ βούτας ἐλίγαινε καὶ ἀείδων ἐνόμευε, §82καὶ σύριγγας ἔτευχε καὶ ἁδέα πόρτιν ἄμελγε, §83καὶ παίδων ἐδίδασκε φιλήματα, καὶ τὸν Ἔρωτα §84ἔτρεφεν ἐν κόλποισι καὶ ἤρεθε τὰν Ἀφροδίταν.
其中一个赞美了廷达瑞俄斯的美丽女儿、忒提斯伟大的儿子,以及阿特柔斯之子墨涅拉俄斯;而另一个他不唱战争,不唱眼泪,只歌颂潘神,他用清脆的声音唱着牧歌,在歌唱中放牧牛群,他制作牧笛,挤出温顺小母牛的甘乳,他教授少年们亲吻,并将爱神抚育在怀中,撩拨阿佛洛狄忒的心弦。
§85ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
开始吧,西西里的缪斯们,开始这哀歌吧。
§86πᾶσα Βίων θρηνεῖ σε κλυτὰ πόλις, ἄστεα πάντα.
比翁啊,每一座著名的城市,所有的城镇都在为你哀悼。
§87Ἄσκρα μὲν γοάει σε πολὺ πλέον Ἡσιόδοιο· §88Πίνδαρον οὐ ποθέοντι τόσον Βοιωτίδες ὗλαι· §89οὐ τόσον Ἀλκαίῳ περιμύρατο Λέσβος ἐραννά· §90οὐδὲ τόσον ὃν ἀοιδὸν ὀδύρατο Τήϊον ἄστυ· §91σὲ πλέον Ἀρχιλόχοιο ποθεῖ Πάρος· ἀντὶ δὲ Σαπφῶς §92εἰσέτι σεῦ τὸ μέλισμα κινύρεται ἁ Μιτυλάνα.
阿斯克拉哀悼你,远甚于哀悼赫西俄德;波俄提亚的森林,对品达的渴求也未曾如此深切;美丽的莱斯博斯,也未曾为阿尔卡埃乌斯如此痛哭;忒俄斯的城邦,也未曾如此哀悼自己的歌手;帕罗斯思念你更甚于阿尔基洛科斯;而在米蒂利尼,人们听不到萨福,却仍旧为你的甘美乐章而哀鸣。
§93εἶ δὲ Συρακοσίοισι Θεόκριτος· αὐτὰρ ἐγώ τοι §94Αὐσονικᾶς ὀδύνας μέλπω μέλος, οὐ ξένος ᾠδᾶς §95βουκολικᾶς, ἀλλ’ ἅντε διδάξαο σεῖο μαθητὰς §96κλαρονόμος Μοίσας τᾶς Δωρίδος, ᾇ με γεραίρων
在叙拉古人中有忒奥克里托斯;而我,则为你歌唱一曲奥索尼亚的哀歌,我绝非对这牧歌一无所知,而是继承了你所传授给弟子们的,那多里斯缪斯的遗产。
§97ἄλλοις μὲν τεὸν ὄλβον, ἐμοὶ δ’ ἀπέλειπες ἀοιδάν.
你为了器重我,将你的财富留给他人,却把歌声留给了我。
§98ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
开始吧,西西里的缪斯们,开始这哀歌吧。
§99αἰαῖ ταὶ μαλάχαι μέν, ἐπὰν κατὰ κᾶπον ὄλωνται,
唉!
§100ἠδὲ τὰ χλωρὰ σέλινα τό τ’ εὐθαλὲς οὖλον ἄνηθον, §101ὕστερον αὖ ζώοντι καὶ εἰς ἔτος ἄλλο φύοντι· §102ἄμμες δ’ οἱ μεγάλοι καὶ καρτεροί, οἱ σοφοὶ ἄνδρες, §103ὁππότε πρᾶτα θάνωμες, ἀνάκοοι ἐν χθονὶ κοίλᾳ §104εὕδομες εὖ μάλα μακρὸν ἀτέρμονα νήγρετον ὕπνον.
那庭院里的葵菜,一旦枯萎,还有那青葱的芹菜,以及繁茂卷曲的莳萝,此后仍会重获新生,在又一年里重新生长;然而我们这些伟大、强健、富有智慧的世人,一旦死去,便在空虚的地下毫无知觉,安眠于那漫长、无边且无法唤醒的沉睡中。
§105καὶ σὺ μὲν ὦν σιγᾷ πεπυκασμένος ἔσσεαι ἐν γᾷ, §106ταῖς Νύμφαισι δ’ ἔδοξεν ἀεὶ τὸν βάτραχον ᾅδειν.
你如今也将在这土地里被寂静笼罩而长眠,然而宁芙们却允许青蛙永远歌唱下去。
§107ταῖς δ’ ἐγὼ οὐ φθονέοιμι· τὸ γὰρ μέλος οὐ καλὸν ᾅδει.
我并不嫉妒它们,因为它们所唱的歌声并不优美。
§108ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
开始吧,西西里的缪斯们,开始这哀歌吧。
§109φάρμακον ἦλθε, Βίων, ποτὶ σὸν στόμα, φάρμακον ἦδες— §110τοιούτοις χείλεσσι ποτέδραμε κοὐκ ἐγλυκάνθη;
毒药,比翁啊,送到了你的口中,你尝到了毒药—— 流过这样的双唇,难道它竟没有变甜吗?
究竟是什么人能如此残忍,为你调制这毒药,或是在你呼唤时将毒药递上?
—ἔκψυγεν ᾠδά.
——歌声猝然熄灭。
§113ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
开始吧,西西里的缪斯们,开始这哀歌吧。
§114ἀλλὰ Δίκα κίχε πάντας.
然而正义追上了所有人。
ἐγὼ δ’ ἐπὶ πένθεϊ τῷδε §115δακρυχέων τεὸν οἶτον ὀδύρομαι.
我在这悲恸中,流着泪哀悼你的命运。
εἰ δυνάμαν δέ, §116ὡς Ὀρφεὺς καταβὰς ποτὶ Τάρταρον, ὥς ποκ’ Ὀδυσσεύς, §117ὡς πάρος Ἀλκείδας, κἠγὼ τάχ’ ἂν ἐς δόμον ἦνθον §118Πλουτέος, ὥς κεν ἴδοιμι, καὶ εἰ Πλουτῆι μελίσδεις, §119ὡς ἂν ἀκουσαίμαν, τί μελίσδεαι.
如果我有能力,就像奥菲斯曾下到塔耳塔罗斯,就像昔日的奥德修斯,就像从前的阿尔克伊得斯,我也早已前往普鲁托的居所,为的是能见你一面,看看你是否在为普鲁托歌唱,好让我听听你在唱些什么。
ἀλλ’ ἄγε Κώρᾳ §120Σικελικόν τι λίγαινε και ἁδύ τι βουκολιάζευ.
但来吧,在冥府女王面前,用清脆的声音奏响西西里的旋律,唱一首甜美的牧歌吧。
她也是西西里人,曾在埃特纳的海滨嬉戏,也懂得那多里斯的歌谣。
οὐκ ἀγέραστος §123ἐσσεῖθ’ ἁ μολπά.
你的歌唱绝不会没有回报。
χὠς Ὀρφέϊ πρόσθεν ἔδωκεν §124ἁδέα φορμίζοντι παλίσσυτον Εὐρυδίκειαν, §125καὶ σὲ Βίων πέμψει τοῖς ὤρεσιν.
正如她昔日向那甜蜜弹奏着竖琴的奥菲斯,归还了重返人间的欧律狄刻一样,她也会将你,比翁,送回你的山峦。
εἰ δέ τι κἠγὼν §126συρίσδων δυνάμαν, παρὰ Πλουτέϊ κ’ αὐτὸς ἄειδον.
如果我也能通过吹奏牧笛而拥有些许力量,我也会在普鲁托的面前亲自歌唱。